Σάββατο, 23 Νοεμβρίου 2024

Θεοφάνους Κεραμέως

 Ὁμιλία Κ΄

 «Τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας, περί τῶν ἁγίων εἰκόνων»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 425Α-441D)

Λαμπρὰ ἑορτὴ, καὶ πανήγυρις ἐπέστη σήμερον τοῖς φιλεόρτοις ὑμῖν, τῆς τῶν σεβασμίων εἰκόνων προσκυνήσεως τὰ ἐγκαίνια. Διὸ πᾶσα ἡ πληθὺς τοῦ Χριστωνύμου λαοῦ ἐνταῦθα συνελήλυθε πνευματικῆς εὐφροσύνης ἐπαπολαύουσα. Κἂν γοῦν οὐ συγχωρεῖ τοῦ σώματος ἡ ἀσθένεια ἱκανῶς τὰ τῆς διδασκαλίας ἀφοσιώσασθαι, τὸ γοῦν μετρίως εἰπεῖν μὴ ὀκνήσωμεν, ἵνα μὴ τοὺς συνειλεγμένους τῇ τελείᾳ σιγῇ ἀνι-άσωμεν. Ἔσται δὲ ὁ λόγος διηγηματικός, σαφηνίζων ἐν ἁπλῷ καὶ ἀκατασκευάστῳ διηγήματι, ἐκ ποίας λαβῆς ἡ τῆς ἑορτῆς ταύτης συνέστη ἀρχή.

Ἐπειδὴ διά τῆς ἀρῤήτου τοῦ Θεοῦ Λόγον ἐνανθρωπήσεως καὶ τοῦ ἀποστολικοῦ κηρύγματος ἡ τῶν εἰδώλων κατηργήθη προσκύνησις, μὴ φέρων τὴν ἧτταν ὁ τῆς Ἐκκλησίας ἀρχῆθεν πολέμιος, ἐξήγειρε κατ᾿ αὐτῆς τοὺς ἐξάρχους τῶν αἱρέσεων τὰ ὀρθά τῆς πίστεως διαστρέφοντας δόγματα. ᾿Αλλὰ καὶ τούτων  ὑπὸ τῶν θεοφόρων Πατέρων διαφόροις συνόδοις ὑποβληθέντων τῷ ἀναθέματι, ἄλλο τῇ Ἐκκλησία ὁ παλαμναῖος ἐχθρὸς ἐπισπείρει ζιζάνιον, ἐν σχήματι δῆθεν εὐλαβείας ὑποθεὶς εἰδωλολατρείαν νομίζεσθαι τήν τῶν ἁγίων εἰκόνων προσκύνησιν. Εὑρίσκει οὖν ἐπὶτοῦτο ἐπιτήδειον ὄργανον τὸν Ἰσαύρον Λέοντα, ὃς ἰδιώτης ἦν πρότερον, καὶ μάγοις Ἑβραίοις ἐντυχών ποτε κατὰ πάροδον, διδάσκεται παρ᾽ αὐτῶν, ὡς ἐγκρατὴς ἔσται τῆς βασιλείας Ῥωμαίων, εἰ ὅρκοις  αὐτὸν ἐμπεδώσῃ ἀφανίσαι τά τῶν σεπτῶν εἰκόνων ἱδρύματα. Ὅ δή πεποιηκὼς καὶ μετ᾿ οὐ πολὺ τοῦ θρόνου τῆς βασιλείας ὁ τύραννος ἐπιβάς, καὶ ὥσπερ δεδιὼς μὴ ψευδορκήσας ἁμαρτάνων ὀφθῇ, ἐπισπεύδει γοργῶς τήν ὑπόσχεσιν, καὶ πόλεμον ἐγείρει κατὰ τῆς Ἐκκλησίας τὸν χαλεπώτατον, ὑπερορίσας μὲν τὸν ἐν Πατριάρχαις ἁγιώτατον Γερμανὸν τῷ ἀσεβεῖ δόγματι μὴ πεισθέντα, ἀποξέει δὲ πάντα τὰ ἐν τοῖς θείοις ναοῖς ἱερὰ ἐκτυπώματα, καὶ ἀντ᾽ ἐκείνων, ζώων ἀλόγων καὶ κνωδάλων τύπους κελεύσας ἐγγράφεσθαι. Τούτου δὲ τῆν μιαρὰν ψυχὴν διαῤῥήξαντος, διάδοχος τῆς βασιλείας καὶ τῆς ἀσεβείας ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος ὁ Κοπρώνυμος γίνεται ὡς ἄν τις εὐστόχως εἴποι, ὄφις ἐκ δράκοντος. Καὶ οὗτος δὲ ἐπὶ πλεῖστον κρατύνας τὴν αἵρεσιν, ὤχετο πρός τά ἐκεῖθεν δικαιωτήρια, Λέοντα τόν υἱόν κληρονόμον καταλιπὼν τῶν σκήπτρων καὶ τῆς αἰρέσεως, ὃς τὴν πατροπάππου ζηλώσας ἀσέβειαν, ἔσπευδε πρὸς αὑτὴν ὀφθῆναι θερμότερος. Κωνσταντίνου δὲ καὶ Εἰρήνης διαδεξαμένων τὸ κράτος, πάλιν ἡ Ἐκκλησία τὸν ἴδιον κόσμον τῶν σεπτῶν εἰκόνων ἀνέλαβε, καὶ ἡ ἀσέβεια ἐκδιώκεται, οἰκουμενικῇ συνόδῳ Πατέρων ὑποδληθεῖσα ἀναθέματι. Ὀλίγοι δέ τινες ὑπελείφθησαν, ὅσοι καθάπερ τινὰ δευσοποιὸν βαφὴν ἐν ταῖς ψυχαῖς τὴν ἁσέβειαν ἔκρυπτον. Τρεῖς παρῆλθον βασιλεῖς μετὰ τὴν ὀρθόδοξον Εἰρήνην Νικηφόρος, Σταυράκιος, καὶ ὁ Ῥαγκαβὲ Μιχαὴλ, καὶ πάλιν ἀρχὴν λαμβάνει τὰ τῆς αἱρέσεως, ἔμελλε δὲ ἄρα θηριώνυμος πάλιν ἀνανεώσασθαι τῆν ἀσέβειαν τοῦ προτέρου ὁμώνυμος καὶ δὴ τυραννεῖ Λέων ὁ Ἀρμένιος, καὶ ἀναξίως τὴν ἁλουργίδα τὴν βασιλικὴν περιτίθεται. ’Απατηθεὶς δὲ ὑπό τινος ψευδαββᾶ ἐν οἰκίσκῳ κεκλεισμένον , καὶ σκότῳ τῆς πλάνης τρόπον νυκτερίδος ἐμβιοτεύοντος, καὶ τὰ τῶν εἰκονομάχων θρησκεύοντος , ὡς εἰ μὴ παντελῶς ἀφανίσῃ τὰς ἱερὰς στηλογραφίας, θᾶττον μετὰ τῆς βασιλείας ἀπολέσει καὶ τὴν ζωὴν, πείθεται τῇ ἀσεβεῖ συμβουλῇ, καὶ τὴν κατευνασθείσαν φλόγα τῆς αἰρέσεως ἀνερρίπισε. Καὶ τὸν μὲν ἱερώτατον πατριάρχην Νικηφόρον ὑπερορίᾳ καταδικάζει ἀραρότως τῇ εὑσεδεία ἐμμένοντα, καὶ κυδοιμῶν πλείστων τὴν Ἐκκλησίαν ἐμπίπλησιν. ᾿Ογδόῳ δὲ τῆς τυραννίδος ἔτει ἀναιρεῖται ὑπὸ Μιχαὴλ τοῦ Τραυλοῦ εἴσω τῶν ἀδύτων τοῦ θείου ναοῦ καὶ ὁ μὲν τύραννος ὤχετο, ἡ δὲ ἀσέβεια ἤκμαζεν. Ὁ γὰρ δὴ Μιχαὴλ τὴν φαύλην νίκην τῶν πρὸ αὐτοῦ νικῆσαι φιλονεικῶν. θερμότερος γίνεται. Τελευτᾷ δὲ καὶ αὐτὸς, τὴν ἀσέβειαν καὶ τὴν θρησκείαν τῷ υἱῷ Θεοφίλῳ καταλιπών. ᾿Αλλὰ καὶ οὗτος, εἰ καὶ τοῦ δικαίου εἴπερ τις ἄλλος ἀντείχετο, ἀλλὰ καὶ τῆς πατρικῆς ἀσεβείας διάπυρος ἦν ἐραστής. Ἠγάγετο οὖν γυναῖκα θεοφιλῆ  αὕτη δὲ ἦν Θεοδώρα ἡ τῷ ὄντι ἀοίδιμος ἥτις ἐκοινώνει τῷ βασιλεῖ, νόμῳ τῆς φύσεως, οὐ μὴν μετεῖχε τῆς αἰρέσεως, ἀλλ᾽ ὑπεκρίνετο μὲν διὰ τὴν τοῦ κρατοῦντος ἀπήνειαν, ἐν κιβωτίῳ δέ τινι θείας εἰκόνας ἐγκρύπτουσα, λάθρα θεραπεύουσα κατησπάζετο. Καί ποτε γενέσθαι τι συνέβη τοιοῦτον' λεγέσθω γὰρ οἷον ἥδυσμα. Ἐτρέφετο τις ἐν τοῖς βασιλείοις παραπαίων  ἀνὴρ, αἰσχρὸς τὴν μορφῆν καὶ ἀειδής, οἷον τὸν Θερσίτην παρίστησιν Ὅμηρος , ἀκαιροβόας ὢν, καὶ ὑποβατταρίζων τῇ γλώττῃ, καὶ παρακεκομμένα φθεγγόμενος. Τρέφουσι δὲ τούς τοιούτους αἱ βασιλικαὶ αὐλαί, ὡς τὰ μάλιστα λύπης παραψυχήν καὶ πότοις ἥδυσμα. Βένδερον, οἶμαι, τοῦτον ὠνόμαζον, εἴπερ ὑμῖν μέλει καὶ τοῦ ὀνόματος. Οὗτος εἰωθὼς ἐν τοῖς βασιλικοῖς θαλάμοις ἀφυλάκτως εἰσέρχεσθαι, εἴσεισι κατὰ τὸ λεληθὸς ἐν μιᾷ, καὶ καταλαμβάνει τὴν Αὐγούσταν Θεοδώραν ἱερὰς εἰκόνας κρατοῦσαν ἐν ταῖς χερσὶ, καὶ μετ᾿ αἰδοῦς καὶ πόθου θερμοῦ κατασπαζομένῃν αὐτάς. ᾽Ατενίσας οὖν καὶ ὁ μολοβρὸς ἐκεῖνος τοῖς ἱεροῖς ἐκτυπώμασιν, ἤρετο τὴν βασιλίδα, τί ἂν εἴη, ἅ ταῖς χερσὶ κρατοῦσα φιλοίῃ. Ἡ δὲ ἁπλοϊκῶς οὕτω καὶ παιδικῶς Ταῦτα εἰσι τὰ καλά μου παιδία, φησίν. Ἔξεισιν εὐθὺς τοῦ θαλάμου ὁ εἰδεχθής, καὶ ἀπαγγέλλει ταῦτα τῷ βασιλεῖ  καὶ  ὃς αὐτίκα ὑποτοπασας ὅπερ ἦν καὶ γὰρ προενείχετο ὑπολήψει, ὡς ἡ μακαρία σέβοιτο τὰς θείας μορφάς ἐμδριμησάμενος βαρύ τι καὶ θυμικόν, ἀναθρώσκει τοῦ θρόνου, καὶ εἴσεισι πρὸς αὐτήν καὶ ἐντυχὼν τοῦ θαλάμου ὑπεξιούσῃ αὐτῇ, ὕβρεσι πλύνει πολλαῖς, ἀσεβεστάτην ἀποκαλῶν, καὶ εἰδώλων θεράπαιναν, ὁ τῷ ὄντι ἀσεβὴς καὶ παράνομος. ᾿Αλλὰ μοι σκόπει τό συνετὸν τῆς μακαρίας, καὶ πρὸς τὴν ἀπόκρισιν ἕτοιμον. Φησὶ γὰρ πρὸς αὐτὸν, γοργῶς ἅμα καὶ συνετῶς. Ἀκαίρως ὀργίζῃ καὶ μάτην, ὧ βασιλεῦ τῷ γὰρ κατόπτρῳ συνήθως ἔτυχον ἀτενίζουσα, καὶ τὸ τῆς κεφαλῆς κρῆδεμνον δεσμοῦσα εὐσχημονέστερον. Τῷ γοῦν ἐσόπτρῳ ἐνατενίσας καὶ οὗτος ὁ βδελυρὸς, εἰκόνων τόπους ὤχετο καθορᾷν. Οὕτως ἡ μακαρία τὴν τοῦ βασιλέως ὑπόνοιαν ἀπεκρούσατο. ᾿Αλλὰ καὶ Θεόφιλος δυσεντερίᾳ ληφθείς, τῆς ἐνταῦθα μετέστη ζωῆς. Διαδέχεται δὲ τὴν βασιλείαν ὁ υἱός αὐτοῦ Μιχαήλ, ἔχων τὴν μητέρα Θεοδώραν συμβασιλεόουσαν. Ἥτις δὴ συναγείρει Πατέρων θεολήπτων χορὸν, ὑφ᾽ ὧν τῶν μὲν εἰκονομάχων ἡ αἵρεσις καταβάλλεται καὶ ἀναθέματι ὑποβάλλεται ἡ δὲ Ἐκκλησία. Τοὺς ἱεροὺς τύπους οἷά τινα κόσμον ἀποσυληθεῖσα πρότερον, ὥστε δοκεῖν αὐτὴν ἀποδύρεσθαι, καὶ τοὺς τῶν προφητῶν στεναγμοὺς κινεῖν εἰς συμπάθειαν. Ἐδόκει γὰρ ἡ τοῦ βασιλέως νύμφη τὰ τῆς ἐν τῷ Ἄσματι νύμφης ὀδυνηρῶς ἀποκλαίεσθαι: Ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρόν μου ἀπ᾿ ἐμοῦ οἱ φυλάσσοντες τὴν πόλιν» βασιλεῖς καὶ ἀρχιερεῖς, οἱ ὀφείλοντες εἶναι τῆς πίστεως φύλακες.

Οὕτω γοῦν ἔχουσα ἡ Ἐκκλησία πάλιν εἰς τὴν προτέραν δόξαν ἀποκαθίσταται. Ταύτην οὖν τὴν πανήγυριν ἑορτάζομεν σήμερον, τοὺς μὲν ἐξάρχους τῆς ἀσεβείας καὶ ὀπαδοὺς ἀποτρεπόμενοι καὶ ἀναθεματίζοντες, τὰ δὲ σεπτὰ εἰκονίσματα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, καὶ τῆς αὐτὸν τεχούσης Παρθένου Μητρός, καὶ πάντων τῶν ἁγίων σχετικῶς τιμῶντες καὶ ἀσπαζόμενοι, οὐχ ὡς θεοῖς αὐτοῖς προσανέχοντες. οὐδὲ ταῖς χρωματουργηθείσαις εἰκόσι λατρεύοντες ἀλλὰ τὴν εἰς ἐκείνας τιμὴν, ὡς ὁ μέγας εἶπέ Βασίλειος, ἐπὶ τὸ πρωτότυπον ἀναφέροντες καὶ οὕτω διὰ τῆς αἰσθήσεως πρὸς εὐσεβειαν μειζόνως χειραγωγούμεθα. Ὁρῶμεν γάρ ἐν τοῖς ἱεροῖς ἐκτυπώμασι τὸν Δεσπότην ἡμῶν καὶ Θεὸν ἐκ Παρθένου παραδόξως τικτόμενον, ὑπὸ Μάγων δορυφορούμενον, πρεσβυτικαῖς ὠλέναις τοῦ Συμεὼν βασταζόμενον, γυμνὸν ἐν τοῖς ποταμίοις ῥεύμασι, προφητικῇ δεξιᾷ χειραπτούμενον, ἐνεργοῦντα παράδοξα θαύματα ῥήματι μόνῳ καὶ ὁρμῇ τοῦ θελήματος, τὴν τῶν τεθνηκότων αὖθις ἀνάλυσιν, τὸν κατὰ τῶν δαιμόνων φόβον, τὴν διὰ θαλάσσης πορείαν, ὑποχερσούμενον τῇ βάσει τοῦ ὕδατος, τὰς ἐν ἐρήμῳ δαψιλεῖς ἑστιάσεις, τοῦ προδότου τὴν τόλμαν, τὸ ἀσεβὲς ἐκεῖνο κριτήριον, τὴν σταύρωσιν, τὴν ταφὴν, τὴν ἀνάστασιν, τὴν εἰς οὐρανούς ἀναφοίτησιν καὶ ταῦτα ὁρῶντες ἐντετυπωμένα τοῖς χρώμασιν, ἐναργῶς αὑτὰ βλέπειν οἰόμεθα. Οἶδε γὰρ ἡ Γραφὴ παριστᾷν ὡς ἐν ὄψει τὰ πράγματα.

᾿Αλλὰ καὶ ἡ τῶν εἰκόνων τιμὴ ἄνωθεν ἡμῖν ἀρχῆθεν νενομοθέτηται. Ἐπέταξε γὰρ ὁ Θεὸς πάλαι τῷ θεόπτῃ Μωσεῖ δύο Χερουβὶμ ἀναστηλῶσαι ἄνωθεν τῆς σκηνῆς, καὶ αὐτὸς ὁ Δεσπότης ἐν σινδόνι τὸ ἴδιον εἶδος ἀχειροτεύκτως μορφώσας, Αὐγάρῳ τῷ τῆς Αἰδέσσης τοπάρχῃ ἐξέπεμψεν. Οὐκ ἂν τοῦτο ἐποίησεν, εἰ μὴ σέβεσθαι τὰς εἰκόνας ἐβούλετο. Καὶ ἡ θεραπευθεῖσα ὑπὸ τοῦ Κυρίου αἱμόῤῤους ἡ Αἰδεσσηνὴ, ἁμειβομἑνη τὸν εὐεργέτην τῆς χάριτος, ἀνδριάντα ἐν ὁμοιώματι τοῦ Σωτῆρα, ἀνεστηλώσατο.

Ἧς τὴν πίστιν ἀποδεξάμενος ὁ Σωτὴρ, εὐδόκησε βοτάνην ἐκφύεσθαι ἐκ τῶν τοῦ ἀνδριάντος ποδῶν, πάσης ἀλγηδόνος ἀλεξητήριον. Καὶ μὲν καὶ Λουκᾶς ὁ γλαφυρὸς εὐαγγελιστὴς τὴν εἰκόνα τῆς Θεομήτορος, κηρῷ καὶ χρώμασιν ἐζωγράφησεν, ἐν ταῖς ἱεραῖς ὠλέναις ἀγκαλιζομένην τὸν Κύριον, ἥτις ἐν τῇ μεγαλοπόλει νῦν διασώζεται. Πᾶσα οὖν εἰκὼν ἐν ὀνόματι Κυρίου, ἢ ἀγγέλων, ἢ ἀποστόλων, ἤ προφητῶν, ἢ μαρτύρων, ἢ δικαίων γινομένη, ἁγία ἐστί. Τοὺς γὰρ ὑπὸ Χριστοῦ θεοπρεπῶς διαλάμψαντας παντοίαις γεραίρειν προσήκει τιμαῖς.

᾿Εν ταύτῃ τῇ ἑδραιοτάτῃ πίστει καὶ ἀψευδεῖ ἐπιμένοντες, ἀδελφοί, ἐκκαθάρωμεν ἕκαστος παντὸς πάθους τῆν ἰδίαν συνείδησιν, εἰλικρινῆ τὴν εἰς ἀλλήλους ἀγάπην φυλάττοντες. Τῆς ἐλεημοσύνης μὴ ἐπιλαθώμεθα ποιήσωμεν κοινωνὸν τὸν Κύριον, εἰς ἅπερ ἡμῖν ἐχαρίσατο. Ἐμπλήσωμεν τὰς τῶν πενήτων γαστέρας, ἵνα μὴ λιμωξώμεθα ὕστερον, ὡς ὁ πλούσιος, μηδὲ ρανίδος. φιλανθρωπίας τυγχάνοντες. Πρὸς τούτοις, ἐπειδὴ ἐν τῷ καιρῷ γεγόναμεν τῶν ἱερῶν νηστειῶν, δράμωμεν πάντες πρὸς τὴν ἐξομολόγησιν, μηδεὶς παρέλθῃ ἀνεξαγόρευτος. Τίς γάρ ὠφέλεια τὸ μὲν ἕλκος τῆς ἁμαρτίας κρύπτειν ἀπο τοῦ ἰατροῦ, ἔξωθεν δὲ τιθέναι τῆς νηστείας τὸ ἔμπλαστρον; Εἰπὲ πρῶτον τάς ἁμαρτίας σου ἵνα δικαιωθῇς, ὁ προφήτης σοι ἐγκελεύεται ἐπίδειξον τὸ τραῦμα τῷ ψυχικῷ ἰατρῷ  ἔντρεψον διὰ τῆς ἐξαγορεύσεως τὸν λῃστὴν καί κλέπτην τῶν ἡμετέρων ψυχῶν. Ὁπόταν γὰρ ἡμᾶς τὰς βδελυρὰς καὶ τὰς ἐνθυμήσεις τὰς πονηράς ἐκπομπεύοντας,  ἧττον προσβάλλει, καὶ ἀσθενέστερος γίνεται. Ὥστε ὃς τὴν ἁμαρτίαν ἐκφαυλίζει αἰδούμενος, τρέφει τὸν ὄφιν, καὶ ἰταμώτερον ποιεῖ τὸν ἐπ' ὀμφαλοῦ καθήμενον δράκοντα ὡς εἶπεν ὁ ᾽Ιώβ. Καθάπερ δὲ ἡ ἔλαφος φυσικῇ δυνάμει τούς ὄφεις ἐκ τῶν μυχῶν τῆς γῆς ἀνέλκουσα θανατοῖ, οὕτως ἡ ἐξομολόγησις τὰ κρυπτὰ τῆς καρδίας ἀνακαλύπτουσα πάθη ἀφανισμῷ παραδίδωσι. Πάθος γὰρ ἅπαν τὸ ὀξέως γινωσκόμενον εὐβοήθητον τὸ δὲ εὐλαβούμενον, ἀθεράπευτον τὸ δὲ χρόνῳ παραπεμπόμενον, ἐγγὺς ἀνίατον. Τί οὖν φεύγεις τὴν ἰατρείαν, ὥσπερ τοὺς ἰατροὺς οἱ ἐνισχημένοι φρενίτιδι; Τί φοβῇ τὴν ἐξομολόγησιν, ὥσπερ τὸ ὕδωρ δεδοίκασιν οἱ λυσσόδηκτοι ; Πρόσελθε θαρρούντως μὴ αἰσχυνθῇς τὸν ἱερέα καὶ αὐτὸς γὰρ σῶμα περίκειται. καὶ τῶν αὐτῶν σοι μετέχει παθῶν. Ἄν ἐξαγορεύσῃς τὰ ἐπταισμένα σοι, εὐθὺς ἀπαλείφεται τῶν ἁμαρτιῶν τὸ χειρόγραφον κουφίζεται τοῦ βρίθοντος βάρους ἡ ψυχὴ, καθαίρεται τοῦ ἐπιπροσθοῦντος νέφους ὁ νοῦς, ἐλευθεροῦται τῶν ἐλέγχων τὸ συνειδός, τότε καὶ ἡ νηστεία καθαρὰ, καὶ ἡ ἐλεημοσύνη εὐπρόσδεκτος. Οὕτω διέλθωμεν ἀπροσκόπτως τὸν τῆς νηστείας καιρὸν, καὶ οὕτως ἀξιωθείημεν τὴν ζωηφόρον ἀνάστασιν ἰδεῖν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καί τῷ ἐκπορευτῷ αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images