Πέμπτη, 18 Απριλίου 2024

Θεοφάνους Κεραμέως

 Ὁμιλία ΙΘ΄

 Εἰς τό «Ἐάν ἀφῆτε τοῖς ἀνθρώποις τά παραπτώματα αὐτῶν,»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 412-424C)

Οἱ ἐν τοῖς ἱππικοῖς ἄθλοις ἀγωνιζόμενοι, ἐπειδὰν αὐτοῖς δοθῇ τοῦ δρόμου τὸ σήμαντρον, διασχισθείσης τῆς ὕσπληγγος, θαμινὰ τοὺς ἵππους μαστίζοντες πρὸς τὴν νύσσαν ἐλαύνουσι, συχνοῖς φερόμενοι καὶ κούφοις τοῖς ἅλμασιν, οὐ μήν μέχρι τῆς νύσσης ὁ πόνος αὐτοῖς, ἀλλὰ τελέσαι καὶ ἐπτάκυκλον δρόμον ἐπείγονται, οὗτος γὰρ δείκνυσι τὸν νικήσαντα. Ἡμᾶς δὲ σήμερον ἡ τῆς μετανοίας βαλβὶς εἰς αὐτὴν ἤγαγε τῆν τῆς νύσσης ἀρχήν. Ἦν δὲ ἡμῖν τοῦ δρόμου τῆς μετανοίας ἡ πρώτη βαθμίς, ἡ τοῦ ἀρχιτελώνου Ζακχαίου ὑπόθεσις ὅς καλλίστῃ μάλλα σπουδῇ ἀσεβῶς ἐτελώνησεν. Εἴτα ἡ τοῦ τελώνου καὶ Φαρισαίου παραβολή, ἡ τήν ἰσχύν ἡμῖν τῆς χριστομιμητοῦ ταπεινώσεως ὑποδείξασα. Μετὰ ταῦτα ὁ νέος ἐκεῖνος, ὁ κακῶς μὲν αὐτομολήσας πρὸς τὴν χοιρώδη ζωήν καλῶς δὲ πρὸς τὴν πατρικὴν ἑστίαν ἐπανελθὼν εἴτα τὸ μέγα καὶ φρικτὸν λογοθέσιον διά τούτων οἷον προγυμνασθέντες, καὶ τὴν ἰσχύν μαθόντες τῆς ἀρετῆς πρὸς τὴν νύσσαν, τὴν πρώτην ἑβδομάδα τῶν νηστειῶν κατηντήσαμεν, τὴν ἐβδόμην ἐβδομάδα, καθάπερ δρόμον κυκλικὸν ἐντεῦθεν δραμεῖν ἐπειγόμεθα. ᾿Αλλ’ ἐν μὲν τοῖς ἱππικοῖς ἀγωνίσμασι δυσχερὲς πάντας τοὺς ἁμιλλωμένους νικᾷν, μόνου τοῦ προκαταλαβόντος τὸν στέφανον αἴροντος, ὁ δὲ ἡμέτερος ἀγωνοθέτης πᾶσι τοῖς βουλομένοις ἐπίσης μεταδίδωσι κατ’ ἐξουσίαν ἐμφορεῖσθαι τῆς νίκης. καὶ τίθησι μὲν ἑκάστῳ καθάπερ τέθριππον ἅρμα τὸ σῶμα τουτὶ τὸ τετράστοιχον, ἐφίστασθαι κελεύει τὸν λογισμὸν ὥσπερ ἡνίοχον, ἀντὶ δὲ μάστιγος τὴν συνείδησιν ἑκάστου ἐπὶ τοῖς πλημμεληθεῖσιν αἰκίζουσαν, ὡς δὲ χαλινὸν, τὴν ἐγκράτειαν, προομαλίζει δὲ καὶ τὸ στάδιον διὰ τὸ τῆς ἐντολῆς ῥᾷδιον, εὐστίβητον παρασκευάζων τοῦ διφρηλάτου τὸν δρόμον, ἀλλὰ τίς ἡ τῆς ἀρετῆς εὐκολία, κατανοήσωμεν.

Εἶπεν ὁ Κύριος, ᾽Εὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος». Τίς ἄρα τοσοῦτον ὑψηλὸς τήν διάνοιαν, ὡς ἐφικέσθαι πρὸς τὸ μέγεθος τοῦ παρόντος νοήματος; Τοῦτο γὰρ τῶν ἀρετῶν το ἀκρότατον, τοῦτο τῶν ἀγαθῶν το κεφάλαιον θειοῖ σε, τοῦτο τὸ ρῆμα ἀπαίρει τῶν γηΐνων, καὶ ὁμοιωθῆναι τήν εἰκόνα τῷ πρωτοτύπῳ ποιεῖ. ᾽Εὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα, ἀφήσει καὶ ὁ Πατήρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα» Τὸ μὲν ἀφιέναι ἁμαρτίας μόνῳ πρόσεστι Θεῷ γέγραπται γάρ. Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός. Νῦν δὲ διὰ τοῦ παρόντος ῥητοῦ μεταδίδωσι καὶ τοῖς βροτοῖς τοῦ χαρίσματος. ὡς τοιαύτην τρόπον τινά τὸν λόγον φέρειν τὴν ἔννοιαν. Σὺ τῆς ἀφέσεως τῆς ἁμαρτίας σου καθέστηκας κύριος  ἔξεστί σοι βουλομένῳ δι᾽ ὀλίγων καρπώσασθαι τὴν τῶν παραπτωμάτων συγχώρησιν. Οὐ ζητῶ, φησι, τὰ ὑπὲρ φύσιν, οὐκ ἀπαιτῶ τά ὑπὲρ ἰσχύν, οὐκ ἀναγκάζω τῆν Σκυθικὴν ὑπερθῆναι χιόνα ἢ τὰ Καυκάσια διελθεῖν ὄρη, καὶ την διακεκαυμένην ὑπερπηδ[hσαι, ἢ τὰ πέραν ὠκεανοῦ πελάγη πλοΐζεσθαι, ἅπερ τῶν ἀμηχάνων ἐστί μικρὸν τὸ ἐπίταγμα ᾽Εὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα, ἀφήσει καὶ ὑμῖν ὁ Πατήρ» Ἄφες, καὶ ἀφεθήσῃ, λῦσον τὸν πέλας τοῦ πρὸς σὲ παροινήματος καὶ λυθήσῃ τοῦ πρὸς Θεὸν παραπτώματος. Καὶ ὥσπερ ἡμεῖς κελευόμεθα μιμεῖσθαι Χριστὸν, ἀκολουθεῖν αὐτῷ διὰ τῆς εὐαγγελικῆς φωνῆς προτρεπόμενοι, οὕτω συγκαταβάσεως τρόπῳ καὶ αὐτὸς μιμεῖται τὰ ἡμέτερα, τοιοῦτος γενόμενος εἰς ἡμᾶς, οἵους ἡμεῖς εἰς τούς πέλας ἑαυτοῦς ἐνδεικνύομεν. Καὶ τοῦτο παραβολικῶς ὁ Κύριος, καὶ ἐν ἄλλοις ὑπέδειξε βασιλέα τινα παραστήσας φοβερῶς προκαθήμενον, ᾧ χρεωφειλέτης προσαχθείς, ὀφείλων μύρια τάλαντα, ἰκετεύσας δὲ τὸν βασιλέα καὶ ὁλοκλήρου τυχὼν συγχωρήσεως, ἐπειδὴ πρὸς τὸν ὁμόδουλον ἀπηνὴς ὠράθη, ἐπὶ μετρίῳ ὀφλήματι, πρὸς ὀργὴν τὴν τοῦ βασιλέως φιλανθρωπίαν ἐκίνησεν, ὡς παραδοῦναι τὸν ἀχάριστον οἰκέτην τοῖς βασανισταῖς, ἀναλόγως τοῦ χρέους τιμωρηθησόμενον. Κἀκεῖσε γὰρ αὐτὸ τοῦτο προαναφωνεῖται παραβολικῶς «᾽Εὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, μηδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.  Ἀλλ᾿ ἴδωμεν καὶ τὸ ἐφεξῆς τούτων ῥητόν.

Ὅταν δὲ νηστεύητε, μὴ ποιῆτε ὥσπερ οἱ ὑποκριταί σκυθρωποὶ,  ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. Ἐνταῦθα τῶν ἱερέων, καὶ Φαρισαίων, καὶ Γραμματέων καθάπτεται τούτους γὰρ καὶ ἀλλαχοῦ εἶπεν: ὑποκριτάς « Οὐαὶ, λέγων, ὑμῖν. Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί» Οὗτοι γὰρ τὴν κενὴν δόξαν ἐκτόπως νοήσαντες. Καὶ τὴν ἄλλην μὲν δικαιοσύνην ἐν ἤθει πεπλασμένῳ μετήρχοντο, μάλιστα δὲ ἐν τῷ νηστεύειν σκυθρωπότητα πολλὴν ἐπεδείκνυντο, φενακίζοντες τοὺς ὁρῶντας διά τοῦ ἔξωθεν σχήματος, καὶ τῆς ἐπιπλάστου τῶν προσώπων ὠχρότητος. Τοιούτους πολλοὺς εὕροι τις καὶ τοῦ Χ ριστιανικοῦ πολιτεύματος, οἱ τὸν τῆς οἰήσεως διατρέφοντες τῦφον, τὸ δοκεῖν εἶναι δίκαιοι τοῦ εἶναι προκρίνουσι καίτοι καλὴ ἔξωθεν φιλοσοφία πάντων φησὶν ἀδικώτατον τὸν μὴ ὅντα δοκεῖν. Διὸ καλῶς εἴρηται, ὡς οἱ τὸν ἐν ὑποκρίσει ἐπιτηδεύοντες βίον, ἀφανίζουσι τὰ πρόσωπα αὐτῶν. Πρόσωπον δὲ τῆς ψυχῆς, αἱ ἀρεταὶ εἰδοποιοῦσαι τὸν ἀληθῶς ἄνθρωπον, τὸν πρᾶον, τὸν ἀνεξίκακον, τὸν θεοσεβῆ, τὸν φιλάλληλον, τὸν ἀνδρεῖον, τὸν δίκαιον, καὶ τὸν ἄμεμπτον καὶ τ' ἄλλα δι᾿ ὧν ἡ τοῦ Θεοῦ εἰκών χαρακτηρίζεται. Ὁ γοῦν ἀντὶ τούτων ἐπιτηδεύων τὴν  ὑπόκρισιν, ἀφανίζει τοῦ προσώπου τὰ χαρακτηριστικά ἰδιώματα. Καλῶς δὲ προσέθηκε καὶ τό «Ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. Ἄνθρωπος γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν ὁρᾷ, κατὰ τὴν Γραφὴν.

«Ἀμήν γὰρ λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Ὁ γὰρ ἀρετὴν μετιὼν, καὶ δόξαν ἀνθρωπίνην ἐφ᾽ οἷς πράττει ζητῶν, λαβὼν ὅν ἐζήτει μισθὸν, ἐκπέπτωκε τοῦ ὄντος μισθοῦ, εἰς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων ἄτιμος γενόμενος παρὰ Θεῷ, οὐ τὴν ἀρετὴν διώκων, ἀλλὰ τὴν ὑπ' αὐτῆς δόξαν θηρώμενος , φαντασίᾳ τῶν ἐνταῦθα μισθῶν καὶ δόξης ἐπικαίρου τὸ καλὸν μετερχόμενος. Διὰ τοῦτο καὶ Ἠσαίας τῶν τοιούτων καθαπτόμενος Ἀτιμασθήσεται, εἶπεν, ἡ δόξα Μωὰβ ἐν τρισὶν ἔτεσι μισθωτοῦ.  Ὁ γὰρ ἐπὶ μισθῷ πραττόμενος ἀρετὴν, ὅσον αὐτῷ τῆς ἐνταῦθα ὑπολήψεως περιῆν, τοσοῦτον ἀπολήψεται τὸν τῆς αἰσχύνης καρπὸν, μετὰ τὸ ἀποκαλυφθῆναι ἡμῶν τὰ κρυπτὰ.

Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπον σου νίψαι. Διὰ τούτων ἐδήλωσε μὲν καὶ τό χαρωπὸν καὶ ἱλαρὸν ὁρᾶσθαι τὸν νηστεύοντα, ὡς μηδὲ νηστεύειν τοῖς ἀνθρώποις δοκεῖν. Πλὴν ὅτι καὶ διὰ τῆς κεφαλῆς καὶ τοῦ προσώπου καὶ ἄλλο ἡμῖν νοεῖν ὑποτίθεται. Ἐπειδὴ γὰρ κεφαλὴ ἡμῶν ὁ Χριστὸς ὡς τὸ Εὐαγγέλιον ἐν ἄλλοις ἠνίξατο, καὶ ὁ Ἀπόστολος  ἀπεφήνατο, νομοθετεῖ τό αἴνιγμα διὰ τοῦ τῆς εὐποιίας ἐλαίου, ἵλεων ἑαυτοῖς παρασκευάζειν τὴν πάντων ἡμῶν κεφαλὴν ἐν οὐδενὶ γὰρ ἄλλῳ ὡς ἐλέῳ Θεὸς θεραπεύεται. Ὅτι γὰρ διὰ τοῦ ἐλαίου δηλοῦται ὁ πρὸς τοῦς πένητας ἔλεος. Ἐν τῇ τῶν δέκα παρθένων παραβολῇ μεμαθήκαμεν. ἐν ᾗ τὰς ἐλαιοθρέπτους λαμπάδας αἰτίας εἶπε γενέσθαι τῆς εἰς τὸν θάλαμον εἰσελεύσεως. Διὰ δὲ τῆς τοῦ προσώπου νίψεως καθαίρειν τὰς αἰσθήσεις τοῦ ψυχικοῦ ῥύπου παρακελεύεται, αἷς ὁ νοῦς χρῆται πρὸς ὑπουργίαν τῶν πράξεων, καὶ τὴν κατὰ τὃ κρυπτὸν τῆς ψυχῆς δηλοῖ νοουμένην διάθεσιν, ἐν ᾗ τῶν ἀρετῶν οἱ χαρακτῆρες ὑπάρχουσι. Τοῦτο δὴ τὸ πρόσωπον δεῖ φαιδρύνειν τῇ τῶν καλῶν ἐργασία ἀποσμήχοντας τῷ τῆς καθαρότητος ὕδατι, καὶ τῷ ἐκ τῶν ὀφθαλμῶν ἡμῶν βλύζοντι.

Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σής καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. Ἐνδείκνυται διὰ τούτων, ὡς οὐ χρη μεριμνᾷν περὶ τῶν παρόντων, καὶ θησαυρίζειν ἐπὶ τῆς γῆς. Παροδικη γὰρ καὶ ἐφήμερος ἡμῶν ἡ ζωὴ, καὶ ἴδιον ἑκάστῳ τὸ παρὸν μόνον ἐστίν ἡ δὲ τοῦ μέλλοντος ἐλπὶς ἐν ἀδήλῳ κεῖται. Τὶ γοῦν ἐνταῦθα θησαυρίζεις , ἀδήλου σοι τοῦ τέλους ὑπάρχοντος: Τί κακοπαθεῖς περὶ ὧν ἀμφίβολος ἡ ἀπόλαυσις; Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Τί παρασκευάζεις πολλῶν χρόνων τροφὰς καὶ ἐνδύματα, καὶ τῆς γῆς κάτω ρίπτει; τὸν μαμωνᾶν, καὶ οὐ δέδοικας μὴ τὰ τοῦ ἄφρονος ἐκείνου πλουσίου διαπραττόμενος, καὶ τῆς αὐτῆς ἀκούσῃς φωνῆς Ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τήν ψυχὴν σου ἀπὸ σοῦ, ἅ δὲ ἡτοίμασας τίνι ἔσται; Τί γὰρ ἐκεῖνος ἀπώνατο ἐπευρύνας τὰς ἀποθήκας, καὶ πολλήν ἑαυτῷ ταμιουλκήσας ἀπόλαυσιν, φίδο'λος ἡ ἀπόλαυσις; Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα ἐν μιᾷ δὲ νυκτὶ ἀναρπασθεὶς, ὡς αἰχμάλωτος. Τί δὲ ὁ πλούσιος, ὁ βύσσῳ, καὶ πορφύρᾳ, καὶ τρυφῇ βρενθυόμενος, καὶ τούτων τὸ πῦρ ἀμειψάμενος. Παροικος εἶ καὶ παρεπίδημος, ἄλλη σου ἡ πατρίς πρὸς ἐκείνην τὸν πλοῦτον μετάστειλον, ὁδίτης εἶ πρός ἣν ἐπείγῃ πόλιν παρασκευασθητι, οὐδεὶς βαδίζων ὁδὸν, ἥν πάλιν νοστῆσαι ἀδύνατον, οἰκίας ἐγείρει, καὶ κάτω ρίπτει χρυσόν, πᾶν τὸ ἐνταῦθα ταμιευόμενον, αὐτό τε ὑπὸ σητῶν διαφθείρεται. καὶ τῷ ταμιεύοντι τὸν ἀτελεύτητον σκώληκα προξενεῖ. Τίς οὐκ οἶδε τῆς παλαιᾶς ἱστορίας τὸ αἴνιγμα πρὸς ταύτην ἀριδήλως φέρειν τὴν ἔννοιαν τούς μὴ παρέργως ἀναγινώσκοντας; Ὕοντος γὰρ τοῦ Θεοῦ ἐν τῇ ἐρήμῳ τὸ μάννα τοῖς υἱοῖς Ἰσραήλ, τὸ πρὸς ἡμέραν ἕκαστος κομιζόμενος, οὐδεὶς εἰς τὴν ἐφεξῆς ἀπετίθετο. Τῷ δὲ δόλῳ τινὶ πρὸς τὴν ὑστεραίαν ἐξ αὐτοῦ ταμιεύοντι, ἄχρηστον ἦν εἰς τροφὴν τὸ ἀπόθετον, εἰς γένεσιν σκωλήκων μεταποιούμενον ἐν μόνῃ δὲ τῇ παρασκευῇ διὰ τὴν τοῦ Σαββάτου ἀπραξίαν τό ταμιευθὲν ἔμεινεν ἀδιάφθορον, ὡς κατ᾽ οὐδὲν τοῦ προσφάτου δοκεῖν ἑωλότερον. Βοᾷ τοῖνυν διὰ τοιούτων τοῖς πλεονέκταις ἡ ἱστορία, ὅτι πᾶν τὰ ἔξω τῆς χρείας ὑπὸ πλεονεξίας περιεχόμενον, ἐν τῇ ἐφεξῆς ἡμέρα, τουτέστιν ἐν τῇ προσδοκωμἐνῃ ζωῇ, σκώληξ τῷ ταμιεύοντι γίνεται. Νοεῖς δι’ πάντως διὰ τούτου τοῦ σκώληκος τὸν ἀκοίμητον σκώληκα τὸν διὰ τῆς πλεονεξίας ζωογονούμενον. Τὸ δὲ ἐν μόνῳ τῷ Σαββάτῳ διαρκεῖν τὸ ἀπόθετον μηδεμίαν παρασχὸν φθοράν ἔοικε συμβουλεύειν σοι, ὅτι τότε χρηστέον τῇ πλεονεκτικῇ προαιρέσει, ὅταν τὸ συναγόμενον διαφθορὰν οὐ προσίεται, τότε καθιστάμενον χρῆσιμον, ὅταν δηλονότι παρελθόντες τὴν τοῦ βίου τούτου παρασκευήν, ἐν τῇ τοῦ μέλλοντος βίου ἀπραξία γενώμεθα. Ὅ γάρ βίος οὗτος παρασκευὴ ἐστι πρὸς τὸν ἐκεῖθεν σαββατισμόν, ἐν ᾧ τά τῆς ζωῆς ἐκείνης ἐφόδια ἑαυτοῖς εὐτρεπίζομεν. Ἐκεῖσε γὰρ γενόμενοι, ἐν ἀπραξίᾳ πάσῃ τῶν κατά τὸν τῇδε βίον σπουδαζομένων -διάγοντες, τῶν νῦν, ἡμῖν καταβεβλημένων σπερμάτων τοὺς καρποὺς κομιζόμεθα ἀφθάρτους μὲν, εἰ δι’ ἐλεημοσύνης ἐκεῖ θησαυρίσομεν διὰ τῆς τῶν πενήτων χειρὸς τὸν πλοῦτον εἰς τὰς αἰωνίους μονάς παραπέμποντες, ὅπου σής καὶ βρῶσις οὐκ ἔσται, καὶ λωποδύτης, ἢ τοιχωρύκτη οὐ παρεισδύεται, φθαρτικούς δέ ὅταν τῆς ἀγαθῆς ταύτης ἐμπορίας μείνωμεν μὲν οὖν τῇ παλαιᾷ ἱστορίᾳ συνῳδὰ τὸ Εὐαγγέλιον φθέγγεται, ἐπειδὴ οὐ μόνον τὸν διὰ χρημάτων πλοῦτον, ἀλλὰ καὶ τὸν δι᾽ ἀρετῆς ἢ κακίας ἐαυτοῖς θησαυρίζομεν. Καὶ κατ’ ἄλλον τρόπον ἐκληπτέον τὸ ὄνομα πρότερον οὖν τὴν λέξιν ἐπαναλάβωμεν.

Μὴ θησαυρίζετε ἐπί τῆς γῆς ὅπου σῆς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσν, θησαυρίζετε δὲ ὑμῖν θησαυρούς ἐν οὐρανοῖς. Γῆ μὲν ἡ σὰρξ τοῦ ἀνθρώπου ἐστιν, ὡς ὁ σοφὸς εἶπε Μάξιμος, ἡ τὰς τῆς κατάρας ἀκάνθας ὑλομανήσατο, πλοῦτος δὲ θησαυριζόμενος, τά ἑκάστου ἔργα, ἅπερ εἰ μὲν εἶεν θεοφιλῆ καὶ ἀνδάνοντα τῷ Θεῷ, ἐν οὐρανοῖς θησαυρίζονται. Εἰ δὲ κατεστιγμένα καὶ βδελυρά, ἐν τῇ γῇ τῆς σαρκὸς κατορύττεται. Ὁ γὰρ σπείρων εἰς τὸ πνεῦμα, φησὶν ὁ Ἀπόστολος ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον ὁ δὲ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Σὴς δὲ, καὶ βρῶσις, καὶ κλέπτης ἐστίν, ὁ ἐπὶ λύμῃ τῶν ἡμετέρων ψυχῶν πολυειδῶς τὴν ἑαυτοῦ κακίαν κατά τῆς ζωῆς ἡμῶν ἐνεργῶν, ὅς ταῖς τῶν ἀνθρώπων διανοίαις σητὸς τρόπον τικτόμενος, ἀχρειοῖ τὸ μέρος, εἰς ὅπερ ἂν ἐμφυῇ διὰ τῆς βρωτικῆς καὶ ἀφανιστικῆς δυνάμεως μεθέρπων, διαφθείρει τὰ παρακείμενα. Εἰ δὲ τά ἐντὸς ἀσφαλῶς ἔχει, τότε τὴν κλεπτικὴν πανουργίαν ἐνδείκνυται, ἐπιβουλεύων διὰ τῶν ἔξωθεν περιστάσεων. Ἤ γὰρ δι᾿ ἡδονῆς τὸν θησαυρὸν τῆς καρδίας ἐτοιχωρήχησεν, ἤ, δι᾿ ἑτέρου πάθους κενὸν τῆς ἀρετῆς τὸ τῆς ψυχῆς δοχεῖον ἐποίησεν, θυμῷ, ἢ λύπῃ. ἢ ἄλλῳ τινὶ τοιούτῳ πάθει τὸν λογισμὸν ὑποκλέψας. ᾿Εν μέντοι τῇ ἄνω ζωῇ, οὔτε σῆτά φησιν ὁ Κύριος οὔτε βρῶσιν ἐγγίνεσθαι. Καὶ τοῦ κλέπτου δὲ τὴν ἐπιβουλὴν ἀπρακτεῖν. Διὸ μᾶλλον ἐκεῖ μεταστρεπτέον τήν ἐμπορίαν, ἐν ᾗ καὶτὸ θησαυρισθέν ἄσυλόν τε καὶ ἀμείωτον ἐς ἀεὶ παραμένει, καὶ σπερμάτων δίκην πολλαπλάσιον, ὡς οὔτε μόνην τὴν παραθήκην τοῖς προδεδωκόσιν ἀντιχαρίζεσθαι. ἀλλὰ κατὰ πολὺ μεγαλύνεσθαι τὴν ἀντίδοσιν. Δῶμεν οὖν, ἀγαπητοὶ κατὰ τὴν αὐτοῦ δύναμιν ἕκαστος τοῖς ἄνωθεν θησαυροῖς συνεισφέροντες, καὶ ἀναμένοντες κατὰ τὴν Δεσποτικήν ἐπαγγελίαν, μεγάλα τῶν μικρῶν ἀνταλάξασθαι, οὐράνια τῶν γηΐνων, καὶ ἀΐδια τῶν ὠκυμόρων ἀμείβοντες περὶ ὧν ἡ θεόπνευστος διδάσκει Γραφὴ, ὅτι « Οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν ἐν ἀπολαύσει πάντες γενοίμεθα χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾽Αμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images