Παρασκευή, 13 Δεκεμβρίου 2024

Θεοφάνους Κεραμέως

       Ὁμιλία Ξ΄

«Εἰς τό Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά.

Ἐλέχθη ἐν τῇ ἑορτῇ τῆς Κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 1048Β-1060Α)

            Ὡς λίαν μοι λαμπροτέρα τὴν σήμερον ἡ τῆς διδασκαλίας ἀκρόασις, καί μοι φαιδρότερον νῦν τοῦ λαοῦ τὸ συνάθροισμα, παντὸς γένους καὶ ἡλικίς δεδραμηκότος εἰς τὴν πανήγυριν, καὶ καθάπερ ἐν ἴριδος αὐγαῖς ἀποστίλβειν ποιούντων τὴν σύναξιν. καὶ λειμὼν ἑαρινὸς ἀτεχνῶς ἡμῖν ἡ Ἐκκλησία σήμερον δείκνυται, λογικῶν ἀνθέων ἐπιπνέουσα χάριτας. Ἐγὼ δὲ ταυτὸν ἐπεπόνθειν ἀπείρῳ τινὶ μουσικῷ ἐν πολυπληθεῖ πανηγύρει προτρεπομένῳ κινῆσαι πολύχορδον ὄργανον, καὶ μέλος ᾆσαι λιγυρόν τε καὶ ἐναρμόνιον. Ἀλλὰ τί πάθω; Ἐγὼ μὴν κινήσω τὴν γλῶτταν ταύτην, τὴν ἀγλευκῆ τε καὶ ἄμουσον, ἡ δὲ τοῦ Λόγου μήτηρ ῥυθμίσει τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν,

Τῷ καιρῷ ἐκείνῳ « Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δὲ τις ὀνόματι Κάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. » Ἡνίκα τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρου ὁ διʼ ἡμᾶς ὑποδὺς τὸ ἡμέτερον, ἴετο καὶ εἰς Βηθανίαν, τῆς ἑαυτοῦ δόξης πληρώσων αὐτήν· αὕτη γὰρ ἡ κώμη ἐστὶν, ἧς τὴν κλῆσιν παρέδραμεν ὁ εὐαγγελιστὴς ἀμνημόνευτον, ἐξεταστικωτέρους ἡμᾶς ποιῆσαι βουλόμενος. Ἐπειδὴ γὰρ Βηθανία οἶκος δόξης ἑρμηνεύεται, ἔδει καὶ αὐτὴν οὐκ ἄμοιρον γενέσθαι τῆς θείας δόξης. Τῆς δὲ τῶν ἀνθρώπων φύσεως εἰς δύο γένη διηρημένης, εἰς ἄῤῥεν λέγω καὶ θῆλυ, ἐπειδὴ ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστιν ἄῤῥεν καὶ θῆλυ, κατὰ τὸν Ἀπόστολον, διά τοῦτο οὐδὲ τὸ γυναικεῖον φῦλον ἔξω τῆς σωτηρίας καταλιμπάνεται. Ἄμφω γὰρ, καὶ γυνὴ καὶ ἀνὴρ, τῆς ἐντολῆς ἐκπεπτώκασι. Ξεναγεῖται τοιγαροῦν ὑπὸ Μάρθα, ὁ Κύριος, ἥτις τοῦ Λαζάρου γνωρίζεται σύναιμος. Ἀλλʼ αὕτη μὲν σωματικῶς ἐπειγομένη θεραπεῦσαι τὸν Κύριον,                  « Περιεσπᾶτο, φησὶ, περὶ πολλὴν διακονίαν· » ἡ σύναιμος δὲ, ἅτε τῷ τῆς διδασκαλίας ἀγκίστρῳ ἐξηρτημένη, καὶ τοῦ θείου λόγου κατάκρας ἁλοῦσα, καὶ τὸ γλυκὺ βέλος τῆς ἐκείνου ἀγάπης δεδεγμένη ἐγκάρδιον, καὶ τοῦ ὑπὲρ ἡμῶν ἐκκενωθέντος μύρου τῆς θείας αἰσθομένη ὀσμῆς, ὅλη τῆς ἀκροάσεως γίνεται, μονονουχὶ τὰ τοῦ ᾌσματος λέγουσα· «Εἰς ὀσμὴν μύρου σου ἔδραμον, ὅτι τετρωμένη τῆς σῆς ἀγάπης εἰμί. » Ἔμελλε δὲ καὶ αὕτη μικρὸν ὕστερον μύρον αὐτῷ προσάγειν, πρότερον μὲν τυπικώτερον, ὕστερον δὲ καὶ ἑαυτὴν ὅλην ἀναθῆναι Θεῷ. Βουλόμενος δὲ ὁ λόγος τὸ περὶ τῆς διδασκαλίας αὐτῆς ἀδίστακτον ὑποδεῖξαι, παρακαθημένην αὐτὴν τῷ Κυρίῳ παρέστησε· φησὶ γάρ·

« Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἥτις παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἥκουε τὸν λόγον αὐτοῦ. » Τὸ πάγιον οἱονεὶ σημαίνων καὶ ἄσειστον· λαμβάνεται γὰρ ἐν τῇ θείᾳ Γραφῇ τὸ τῆς καθέδρας ὄνομα παραστατικὸν τῆς ἐν τῷ πραγματιμονιμότητος. Τὸ γὰρ καὶ αὐτὸν τὸν Κύριον καθίσαιεν δεξιᾷ τοῦ Πατρὸς τὴν ἐν τῇ θεία δόξῃ σημαίνει σταθερὰν μονιμότητα. Ἴδοι δέ τις καθέδραν καὶ τὴν ἐν τῷ κακῷ ἐμμονήν. Τὸ γὰρ, « Ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν,» εἰρημένον πρὸς τοῦ Δαβὶδ, οὐ ταύτην σημαίνει ἐφʼ ἧς τὸ σῶμα διαναπαύεται, ἀλλὰ τὴν ἐπίμονον ἐν τῇ κρίσει τῆς κακίας διατριβὴν, ἥν τοὺς φυγόντας ὁ ψαλμὸς ἐμακάρισεν. Καὶ ὁ βα σιλεὺς Νινευΐ, διδαχθεὶς παρὰ τοῦ προφήτου τῆς πόλεως ὄλεθρον, ἐξαναστῆναι λέγεται τοῦ θρόνου, τουτέστι τῆς ἐν τῷ κακῷ καθέδρας καὶ ἕξεως. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις ἡμῖν πλατύτερον εἴρηται, νῦν δὲ πρὸς τὸ ἐνδότερον, εἰ δοκεῖ, τῶν νοημάτων χωρήσωμεν, καὶ τὸν ὑψηλότερον νοῦν τῆς ἱστορίας φιλοπονώτερον κατοπτεύσωμεν.

Κώμη τοιγαροῦν ὁ σύμπας κόσμος ὅδε ἐστὶν ἡ Βηθανία, καὶ οἶκος δόξης εἰκότως καλούμενος. Ἐκ γὰρ τῆς κτίσεως ἡ τοῦ Θεοῦ δόξα γνωρίζεται· καὶ «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ» καὶ « Τὰ ἀόρατα τοῦ Θεοῦ, ὥς φησιν ὁ Ἀπόστολος, τοῖς ποιήμασι καθορᾶται.» Ἐν ταύτῃ γοῦν τῇ κώμῃ, τῷ ὑπὸ τὸν ἥλιον κόσμῳ, εἰσῆλθεν ὁ Κύριος μετὰ σώματος. Μάρθα δὲ δεξαμένη τὸν Ἰησοῦν εἰς τὸν οἶκον αὐτῆς, ἡ τῶν Ἰουδαίων Συναγωγή· ἐν γὰρ τοῖς Ἰουδαίων ὁρίοις κατὰ σάρκα γεγένηται. Αὕτη οὖν ἀπησχόλητο περὶ τὴν τοῦ νόμου λατρείαν· ἥτις εἰκότως ὠνομάσθη τύρβη καὶ μέριμνα, ἔχουσα τὴν ἀσχολίαν περὶ τὰ πολλὰ τοῦ νόμου παρατηρήματα, ἥν κατορθῶσαι πᾶσαν ἀμήχανον. Μαρία δὲ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἡ κατὰ τὴν κλῆσιν, ὡς εἰκὸς, κυριεύουσα, ἡ τὴν νομικὴν παραδραμοῦσα λατρείαν, πρὸς δὲ τὴν εὐαγγελικὴν χάριν αὐτομολήσασα, ἡ τὴν ἀγαθὴν, ὡς ἀληθῶς, ἐκλεξαμένη μερίδα, τὴν θεοποιοῦσαν τὸν ἄνθρωπιν. Αὕτη παρὰ τοὺς Δεσποτικοὺς πόδας παρακαθίζεσθαι λέγεται· περὶ γὰρ τὰ τέλη τῶν αἰώνων, τὸ θεῖον ἔγνω μυστήριον, « Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου». Οἱ πόδες γὰρ τὸ τέλος τοῦ αἰῶνος αἰνίττονται. Τάχα δὲ καὶ πόδες νοοῖντο τὰ τέλη τοῦ νόμου τοῦ παλαιοῦ, οὗ παυσαμένου ἡ χάρις ἀνέτειλεν. Ἐπειδὴ δὲ τὰ τοῦ νόμου ὁ μὲν Ἰουδαῖος σωματικῶς ἐκλαμβανέται, ὁ δὲ πιστὸς διὰ τῶν τυπικῶν συμβόλων χειραγωγούμενος, πρὸς τὸ πνευματικώτερον μέτεισιν, εἰκότως τὴν μὲν Μάρθαν περισπᾶσθαι περὶ διακονίας φησὶ, τὴν δὲ Μαρίαν τοῦ λόγου ἐξέχεσθαι.

Ὁ μέντοι πολὺς τὰ θεῖα, καὶ μέγας Βασίλειος ἐν τοῖς ὑπʼ αὐτοῦ γρα φεῖσιν ἀσκητικοῖς, κάλλιστά τε καὶ ὑψηλότατα εἰς ἠθικωτέραν ἔννοιαν ἀνάγει τὴν ἱστορίαν, οὕτως εἰπών· Ὅρα μοι τὰς δύο μερίδας διὰ τῶν γυναικῶν εἰσαγομένας· τὴν μὲν ἐλάττω, τὴν δὲ κρείττω καὶ πνευματικωτέραν. Τὸ γὰρ διακονεῖν τῷ σώματι τοῦ Χριστοῦ, τουτέστι τοῖς πένησιν, εἰς Χριστὸν ἀναφέρεται· κρεῖττον δἑ ἐστι τὶ καταλιπόντα τὰς διακονίας τοῦ σώματος εἰς θεωρίαν ἐπαίρεσθαι· ἐκ τούτων οὖν δῆλον, ὡς Μάρθα μὲν πρακτικῆς ἀμετῆς ἐστι σύμβολον, Μαρία δὲ τῆς θεωρίας. Ἄμφω μὲν οὖν ἐπαινεταὶ, καὶ μακάριαι, καὶ ἀλλήλλων ἐξέχονται, καὶ δεξιαὶ, καὶ φίλαι, καὶ πρὸς τὴν μακαρίαν τελειότητα φέρουσαι. Καὶ γὰρ, φησιν ὁ σοφώτατος Μάξιμος, καθάπερ ψυχὴ καὶ σῶμα ποιεῖ κατὰ σύνθεσιν ἄνθρωπον, οὕτω πρᾶξις καὶ θεωρία μίαν ἐν τῷ ἀνθρώπῳ τελείαν ἀρετὴν ἀπεργάζεται. Πρᾶξις μὲν γὰρ ἐστερημένη λόγου, ἀψύχῳ ταυτὸ εἰδώλῳ καθέστηκε ψυχὴν ταύτην τὸν λόγον οὐκ ἔχουσα. Θεωρία δὲ ἄπρακτος κατʼ οὐδὲν σκιᾶς διενήνοχε· δεῖται οὖν θατέρα θατέρας. Ὅθεν οἶμαι τὸν εὐαγγελιστὴν παρεισάγειν τὴν Μάρθαν τῆς ἐπικουρίας δεομένην τῆς ἀδελφῆς· φησὶ γὰρ πρὸς τὸν Κύριον· « Ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν· εἰπὲ οὖν αὐτῇ ἵνα μου συναντιλάβηται· μονονουχὶ κεκραγυῖα, Χρῂζω τῆς ἀντιλήψεως τῆς ἀδελφῆς. Διὰ γὰρ μόνης τῆς διακονίας οὐ δυνατὸν ὡς δεῖ θεραπεῦσαί σε. Διὰ τί δὲ παρὰ τοὺς κυριακοὺς πόδας ἡ θεωρία καθῆσθαι λέγεται; Εἴρη-ται μὲν οὖν καὶ πρότερον, ὡς ἡ καθέδρα τὸ ἑδραῖον σημαίνει καὶ ἀμετάπτωτον. Καὶ δεῖ πάντως τὸν κατὰ θεωρίαν προκόπτοντα μένειν ἐν οἷς κατορθοῖ βεβηκότα καὶ πάγιον· καὶ μὴ παντὶ ἀνέμῳ περιτρεπόμενον, ἢ φερόμενον. Θεωρία γὰρ ἀχαλίνωτος τάχα ἄν, κατὰ τὴν Θεολόγου φωνὴν, κατὰ κρημνὸν ὤσειεν. Ἀλλὰ τοῦτο μὲν περὶ τοῦ παρακαθίσαι.Τῷ δὲ Παρὰ τοὺς πόδας, ἐνδείκνυται μὲν καὶ τὸ ταπεινὸν τοῦ ἤθους τοῦ κατʼ ἀρετὴν προκόπτοντος, καὶ τὴν ἐκφυγὴν τῆς οἰήσεως, ἧς παρούσης πάνυ ὀλισθηρὰ ἡ θεωρία, καὶ πλανομένη, καὶ δύσβατος. Αἰνίττεται δὲ καὶ τὸ τῆς Θεολογίας ἄπειρον καὶ ἀόριστον. Ὅσον γὰρ ἄν τις διὰ θεωρίας ἀνέλθῃ, καὶ ὑπόπτερος γένηται, τοῖς νοεροῖς πτεροῖς ἐπαιρόμενος, ἔτι περὶ τοὺς πρόποδας τῆς τελείας καταλήψεως ἔστηκε. Καὶ ὅσον τὰς ὑπερκειμένας βαθμίδας ἀνέρχεται τῆς μυστικῆς τῆς Θεολογίας κλίμακος, τοσοῦτον ὑπερκειμένην ὁρᾷ τὴν κατάληψιν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὅσα τῇ αἰσθήσει μετρεῖται, δυνατὸν εἰς τέλος ἐλθεῖν, ἐπὶ δὲ τῆς θεωρίας, καὶ τῆς κατʼ ἀρετὴν προκοπῆς, τέλος οὐκ ἔστιν εὐρεῖν. εἰδὼς ὁ μέγας Δαβίδ,   «Ὑψοῦτε, λέγει, Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τὸ ὑποπόδιον ποδῶν αὐτοῦ, ὅτι ἅγιόν ἐστιν,» δεικνὺς διὰ τούτων, ὅτι ὅσον ἄν ὑπερεκταθῇ τῶν ἀνθρώπων ἡ διάνοια, καὶ πᾶσαν παρέλθῃ ὑψηλὴν φαντασίαν ἐν ταῖς  περί Θεοῦ ὑπολήψεσι, τότε τὸ παρ’ αὐτῶν εὐρισκόμενον καὶ προσκυνούμενον, οὐκ αὐτὴ ἡ μεγαλειότης τοῦ ζητουμένου ἐστὶν, ἀλλὰ τὸ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, τὸ ὑποβεβηκὸς διὰ τούτου καὶ κάτω κείμενον τῆς διανοίας ἡμῶν, συγκρίσει τῆς ἀνεφίκτου καταλήψεως διερμηνεύων. Τούτου χάριν παρὰ τοὺς σω-τηρίους πόδας ἡ Μαρία παρακαθίζεσθαι λέγεται. Σημειωτέον δὲ, ὅτι Μάρθα μὲν ἐδεῖτο τῆς ἐπικουρίας τῆς ἀδελφῆς, Μαρία δὲ δεῖσθαι αὐτῆς ἱστόρηται. Ἀλλʼ ἴδωμεν τί φησι πρὸς αὐτὴν ὁ διδάσκαλος.

Μάρθα, Μάρθα, μεριμνᾶς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξάτο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπʼ αὐτῆς. » Οὐκ εἰς ἅπαξ εἰπὼν, Μάρθα, τὸ λοιπὸν τοῦ λόγου ἐπήγαγεν, ἀλλὰ τῇ δισσῇ τῆς φωνῆς ἀναλήψει διεγείρει αὐτῆς τὴν διάνοιαν εἰς τὴν τῶν ὑψηλοτέρων λόγων ἀκρόασιν. Εἴωθε γὰρ διπλασιάζειν τὴν λέξιν, ὅταν βεβαιῶσαί τι βούλεται, ἢ διττοῖς ἰσοδυναμοῦσι χρῆσθαι ὀνόμασιν, ὡς τό· « Ἀμὴν, Ἀμὴν-λέγω ὑμῖν» καὶ, « Σίμων, Σίμων, ἔχω σοί τι εἰπεῖν,» καὶ, Σίμων Ἰωνᾶ, ἀγαπᾶς με;» καὶ, «Ἰερουσαλὴ, Ἰερουσαλὴμ, ἡ ἀποκτενοῦσα τοὺς προφήτας. » Οὕτως οὖν κἀνταῦθά φησι· « Μάρθα, Μάρθα, σὺ μὲν μεριμνᾶς καὶ τυρβάζῃ περὶ πολλὰ, » τὰ ὑλικὰ ταῦτα καὶ γήϊνα, ἃ καὶ ὡς ἐναντίας ποιότητας ἔχοντα, πολλὰ ὀνομάζονται· μακάριος δὲ ὅς ἐξέχεται τοῦ ἑνὸς αὐτοῦ τοῦ Θεοῦ, καὶ τὰ πολλὰ καὶ μαχόμενα διαδρὰς τῆς κακίας εἴδη {πολυσχεδὴς γάρ αὐτη} παραλαβεῖν ἐπείγεται τὸ κάλλος τὸ ὄν καὶ μακάριον. Αὕτη τῷ ὄντι μερὶς ἀγαθὴ, ἥτις οὐκ ἀφαιρεθήσεται τοῦ κτησαμένου αὐτήν. Μερίδα δὲ ἀγαθὴν εἶπεν, ἥν ἡ Μαρία ἐξελέξατο, ὡς τῆς καθόλου ἀρετῆς εἰς πρᾶξιν καὶ θεωρίαν διαι-ρουμένης· οὐχ ὡς ἀποστερῶν δὲ τὴν πρᾶξιν, θατέρᾳ τὴν ἀγαθότητα δίδωσιν, ἀλλʼ ὡς ἐπιπονωτέρας οὔσης αὐτῆς. Ἀγαθὸν οὖν τοῦτο ὡς ῥᾳδιώτερον. Ὅτι δὲ ταυτὶ ἀληθῆ, σκόπει μοι τὴν λατρείαν τοῦ νόμου, καὶ τοῦ Σωτῆρος Χριστοῦ Εὐαγγέλιον. Κἄν οὖν τὴν νομικὴν λατρείαν διὰ τῆς Μάρθας νοήσωμεν, ἐκείνῃ ἀφῃρέθη ἡ ἐκ Θεοῦ δωρεὰ, ἡ τῆς Ἐκκλησίας δὲ χάρις οὐκ ἀφαιρεθήσεται. Κἄν τὴν πρᾶξιν ἐρῇς, καὶ ταύτης πολλάκις ἀφαίρεσις γίνεται, ἢ διʼ ἀσθένειαν σώματος, ἢ διὰ λογισμῶν ἴσως χαυνότητα· ἅπαξ δὲ πρὸς ἀληθὴ θεωρίαν ἀναχθεῖσα ψυχὴ ἔχει τὸ κατορθωθὲν ἀναφαίρετον. Οὐδέποτε γὰρ ἀφεῖσα τὴν ἐν τῷ βάθει κεκρυμμένην ἀλήθειαν, πρὸς τὰ χείρω ἐπανακάμψει.

« Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπε· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ, οὕς ἐθήλασας. » Μακαρία μὲν ἡ γυνὴ ἡ τὴν τοιαύτην ἀφεῖσα φωνὴν, ἥτις αὐτῆς καὶ τὸν νοῦν, καὶ τὰ χείλη, καὶ τὴν γλῶτταν ἡγίασεν· ἀληθῶς γὰρ μακαρία ἡ ἄχραντος ἐκείνη καὶ ἱερὰ τῆς παρθένου νηδὺς, ὡς βαστάσασα τὸν ἐν τοῖς πυρίνοις θρόνοις τῶν Σεραφὶμ ἐποχούμενον. Κακάριοι δὲ καὶ οἱ θεοτρόφοι μαστοὶ, οἱ θρέψαντες τὸν πᾶσαν τὴν κτίσιν παραγαγόντα, καὶ τρέφοντα. Τὶ οὖν πρὸς ταῦτα ὁ Κύριος; « Μενοῦν γε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν. » Ἐπιμαρτυρεῖ καὶ τῷ λόγῳ τῆς γυναικὸς, καὶ οὕτω φησίν· Μακαρία μὲν καὶ ἡ βαστάσασά με γαστὴρ, μακάριοι δὲ καὶ οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ. Ἵνα δὲ μή τις νομίσῃ ἀξιοῦσθαι τοῦ μακαρισμοῦ, ἀπὸ τοῦ μόνον ἀκούειν τῆς θείας Γραφῆς, διὰ τοῦτο προσέθηκε τὸ, « Καὶ φυλάσσοντες αὐτόν. »- « Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλʼ οἱ ποιηταὶ τοῦ νόμου, » ὡς φησιν ὁ Ἀπόστολος. Ἀλλὰ καὶ σπουδάσωμεν καὶ ἡμῶν ἕκαστος ὑποδέξασθαι τὸν Δεσπότην ἐν ἑαυτῷ διὰ θεωρίας καὶ πράξεως. Καὶ ὡς μὲν Μάρθα τῷ σώματι τούτου ὑπερετήσωμεν, περὶ τὴν τῶν πενήτων θεραπείαν ἐνασχολούμενοι, ὡς δὲ Μαρία παρὰ τοὺς ἀχράντους πόδας αὐτοῦ παρακαθίσωμεν· νοοῖντο δʼ ἄν πόδες αἱ θεόπνευστοι βίβλοι, αἱ τὸ γάλα τῆς εὐσεβείας δαψιλῶς ἐπιβλύζουσαι. Ἐκλεξώμεθα τὴν ἀγαθὴν μερίδα τῆς ψυχῆς, λέγω τὴν σωτηρίαν, ἥτις ἀφαιρεθήσεται ἀφʼ ἡμῶν κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἵνα τῆς μελλούσης μακαριότητος τύχωμεν, πρεσβείαις τῆς ὑπεράγνου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῆς τοῦ Θεοῦ Λόγου Μητρὸς, ᾗ πρέπει πᾶσα τιμὴ, καὶ μακαρισμὸς, καὶ δόξα· Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images