Πέμπτη, 21 Νοεμβρίου 2024

Κυρίλλου Ἀλεξανδρείας

 ΟΜΙΛΙΑ Θʹ.

«Εἰς τήν Μεταμόρφωσιν τοῦ Κυρίου, καί Θεοῦ,

καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ»

 

(J.P. Migne, Patrologia Graeca, t. 77, 1000Β-1016Β)

 

 Οἱ μὲν εὖ εἰδότες ἀθλεῖν, τῶν θεωμένων ἐφήδονται κρότοις, καὶ ταῖς τῶν βραβείων ἐλπίσιν ἀκονῶνται πρὸς τὴν αὐτοῖς πρέπουσαν νίκην. Οἱ δέ γε τῶν θείων χαρισμάτων ἐπιτυχεῖν γλιχόμενοι, καὶ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος διψῶντες τὴν μέθεξιν, τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας προσίενται μὲν ἀσμένως. Τὴν εὐδόκιμον δὲ κατορθοῦσι ζωὴν, οὐ τὸν ἄμισθον προτιμῶντες ὄκνον, οὔτε μὴν τὴν ἄνανδρον ἀγαπῶντες δειλίαν· κατανδριζό-μενοι δὲ μᾶλλον παντὸς πειρασμοῦ, καὶ τὰς τῶν διωγμῶν ἐφόδους ὀλίγου παντὸς ἀξιοῦντες λόγου, καὶ πλοῦτον ἡγούμενοι τὸ παθεῖν ὑπὲρ αὐτοῦ. Ἀνα-μέμνηνται γὰρ τοῦ μακαρίου γράφοντος Παύλου, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἄθρει τοιγαροῦν οἰκονομίᾳ παγκάλῃ κεχρημένον καὶ νῦν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, εἰς ὄνησιν, καὶ οἰκο-δομὴν τῶν ἁγίων ἀποστόλων. Ἔφη μὲν γὰρ πρὸς

αὐτούς· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν ἑαυτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ θέλει τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δὲ ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.» Καὶ σωτήριον μὲν τὸ παράγγελμα, καὶ πρέπον ἁγίοις, καὶ τῆς ἀνωτάτω πρόξενον δόξης, καὶ τῆς εἰς λῆξιν θυμηδίας ἐμποιητικόν. Τὸ γὰρ παθεῖν ἑλέσθαι διὰ Χρ-στὸν, οὐκ ἄμισθον· μᾶλλον δὲ τῆς αἰωνίου ζωῆς, καὶ δόξης περιποιεῖ τὴν μέθεξιν. Πλὴν οὔπω τὴν ἐξ ὕψος δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις, καὶ τοιοῦτόν τι καθ' ἑαυτοὺς ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυτόν; Ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει πάλιν αὐτήν; Τί δὲ τοῖς τοῦτο πα-  θοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας; ἢ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; Ἵνα τοίνυν τῶν τοιούτων αὐ-τοὺς ἀποστήσῃ καὶ λογισμῶν, καὶ ῥημάτων, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς δοθησομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκών· «Λέγω ὑμῖν, φησὶ, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν του Θεοῦ.» Ἆρά γε εἰς τοσοῦτον αὐτοῖς ἐκταθήσεται, φησὶ, τὸ τῆς ζωῆς μέτρον, ὥστε καὶ εἰς ἐκείνους φθάσαι τοὺς χρόνους, μεθ' οὒς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐξ οὐρανῶν κατελθὼν ἀποκαταστήσει τοῖς ἁγίοις τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν; Ἀλλ' ἦν μὲν καὶ τοῦτο ἐφικτὸν αὐτῷ. Πάντα γὰρ δύναται, καὶ οὐδὲν ἀμήχανον, ἢ ἀνήνυτον τοῖς αὐτοῦ πανσθενεστάτοις νεύμασι. Βασιλείαν δέ φησιν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται κατ' ἐκεῖνο και-ροῦ, καθ' ὃν ἂν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ' ἡμᾶς. Πῶς οὖν ἅρα θεωροὺς ἐποίει τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; Ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς ἀπ' αὐτῶν τοὺς ἐπιλέκτους ἔχων· εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι δοκεῖν. Εἶτα Μωσῆς καὶ Ἡλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἢν ἔμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, τοῦτ' ἔστι, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ σωτήριον πάθος, τὸ ἐπὶ τῷ τιμίῳ, φημὶ, σταυρῷ. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωσέως νόμος, καὶ ὁ τῶν ἁγίων προφητῶν λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν· ὁ μὲν ἐν τύποις καὶ σκιαῖς μονονουχὶ, καθάπερ ἐν πίνακι. καταγράφων αὐτὸ, οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας, καὶ ζωῆς, οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. Οὐκοῦν ἡ Μωσέως καὶ Ἠλία παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον ὑπὸ νόμου καὶ προφητῶν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην προκαταδειχθέντα παρ' αὐτῶν, δι' ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου τὰ τῶν προφητῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ ἀλλήλοις προσλαλεῖν Μωσέα τὸν ἱερώτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον· Ἠλίας δὲ οὗτος ἦν. Ἔστι δὲ καὶ ἄλλο τι ἐννοῆσαι. Ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα κἀντεῦθεν τὸ μέσον ἴδωσι τοῦ δούλου, καὶ τοῦ δεσπότου. Μετὰ ταύτην δὲ καὶ ἑτέραν ἔννοιαν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· «Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάβ-βατον οὐ τηρεῖ·» καὶ πάλιν· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι, ἄν-  θρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν·» ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασίς ἐστι τὸ γινόμενον, οὔτε δόξης σφετερισμὸς τῆς οὐ προσηκούσης, τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας τούτων εἰς μέσον ἄγει. Καὶ γὰρ Μωσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἂν περιεῖδε τὸν νόμον πατούμενον, ὡς ἐνόμιζον· οὐδ' ἂν τὸν παραβαίνοντα αὐτὸν, καὶ τῷ τεθεικότι πολέμιον, ἐθεράπευσεν ἄν. Καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε. Καὶ οὐκ ἂν, εἰ ἀντίθεος ἦν, καὶ Θεὸν ἑαυτὸν ἔλεγεν ἴσον τῷ Πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν εἰπεῖν μετὰ τῶν εἰρημένων. Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν ὅτι καὶ ζωῆς, καὶ θανάτου ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω, καὶ τῶν κάτω κρατεῖ. Διὰ τοῦτο καὶ τὸν ζῶντα, καὶ τὸν τετελευτηκότα, εἰς μέσον ἄγει. Καὶ γὰρ φαινόμενοι οὐκ ἐσί-γων, ἀλλ' ἐλάλουν τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· τοῦτ' ἔστι, καὶ τὸ πάθος, καὶ τὸν σταυρὸν, ἐν τούτοις δὲ καὶ τὴν ἀνάστασιν. Ἀλλ' οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν, ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ. Ἐπληροῦτο γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα. Εἶτα διαγρηγορήσαν-τες θεωροὶ γίνονται τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. Οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος, ὅτι τάχα καὶ ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ Θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβάς·σκηνὰς δὲ τρεῖς γενέσθαι φησὶν, οὐκ εἰδὼς ὃ λέγει. Οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦ αἰῶνος, οὔτε μὴν τὸ παρόντος χρόνου τοῦ λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. Ὁ γὰρ Παῦλός φησιν, «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ-σεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ,» Χριστοῦ δηλονότι. Οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας, καὶ οὔ ποτε πεπερασμένης, πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης ἕνεκα ἀποφοιτήσαντα τὸ παθεῖν ἐθέλειν ὑπὲρ αὐτοῦ; Σέσωκε γὰρ τὴν ὑπουράνιον, καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. Οὐκ ᾔδει τοιγαροῦν ὁ Πέτρος, ὅπερ ἔφη· πλὴν πρὸς τῇ παραδόξῳ καὶ ἀποῤῥήτῳ θέᾳ τῆς δόξης Χριστοῦ πέπρακταί τι καὶ ἕτερον χρήσιμόν τε καὶ ἀναγκαῖον, εἰς βεβαίωσιν τῆς ἐπ' αὐτῷ πίστεως, καὶ οὐχὶ μόνοις τοῖς μαθηταῖς, ἀλλὰ γὰρ καὶ ἡμῖν αὐτοῖς. Ἐκ νεφέλης γὰρ ἄνωθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς κατεδόθη φωνὴ λέγοντος· «Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.» Καὶ ἐν τῷ γενέσθαι, φησὶ, τὴν φωνὴν, εὑρέθη μόνος ὁ Ἰησοῦς. Τί πρὸς ταῦτά φησι σκληροτράχηλος Ἰου-δαῖος, ὁ δυσάγωγος, καὶ ἀπειθὴς, καὶ ἀνουθέτητον ἔχων τὴν καρδίαν; Ἰδοὺ παρόντος Μωσέως ὁ Πατὴρ ἐντέλλεται τοῖς ἁγίοις ἀποστόλοις, ἀκούειν αὐτοῦ. Ἀλλ' εἴπερ θέλῃ ταῖς Μωσέως ἀκολουθεῖν αὐτοὺς ἐντολαῖς, ἔφη ἂν, ὅτι Πείθεσθε τῷ Μωσῇ, τηρεῖτε τὸν  νόμον. Νυνὶ δὲ οὐδὲ τοῦτό φησιν ὁ Θεὸς, καὶ Πατήρ· ἀλλ' ἑστῶτος Μωσέως, καὶ τοῦ προφήτου αὐτοῦ Ἠλία, αὐτοῦ μᾶλλον αὐτοὺς ἐπιτάττει ἀκούειν. Ἵνα δὲ μὴ συκοφαντῆται παρά τινων ἡ ἀλήθεια λεγόντων, ὅτι Μωσέως μᾶλλον ἀκούειν αὐτοὺς προστέταχεν ὁ Πατὴρ, καὶ οὐ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ἀναγκαίως γοῦν ὁ εὐαγγελιστὴς ἐπεσημήνατο λέγων, ὅτι ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος. Οὐκοῦν ὅτε τοῖς ἁγίοις ἀποστόλοις ὁ Θεὸς καὶ Πατὴρ, ὡς ἐκ νεφελῶν ἄνωθεν ἐνετέλλετο λέγων· «Ἀκούετε αὐτοῦ·» Μωσῆς μὲν ἀπῆν, Ἠλίας δὲ οὐ παρῆν, μόνος δὲ ἦν ὁ Χριστός. Αὐτοῦ τοιγαροῦν ἀκούειν προστέταχε. Καὶ γάρ ἐστιν αὐτὸς τέλος νόμου, καὶ προφητῶν. Διὰ τοῦτο καὶ τοῖς τῶν Ἰουδαίων δήμοις προσεφώνησε λέγων· «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἐπειδὴ δὲ τὴν διὰ τοῦ πανσόφου Μωσέως ἀτιμάζοντες ἐντολὴν, καὶ τὸν διὰ τῶν ἁγίων προφητῶν ἀθετοῦντες λόγον μέχρι παντὸς μεμενήκασι, δικαίως ἀπηλλοτριώθησαν, καὶ τῶν τοῖς πατράσιν αὐτοῖς ἐπηγγελμένων ἐξώσθησαν ἀγαθῶν. «Ὑπακοὴ γὰρ ὑπὲρ θυσίαν ἀγαθὴ, καὶ ἡ ἐπακρόασις, ὑπὲρ στέαρ ἀρνῶν,» καθὼς γέγραπται. Καὶ τὰ μὲν τῶν Ἰουδαίων ἐν τούτοις· ἡμῖν δὲ τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, πάντα πάντως ὑπάρξει ἀγαθὰ δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ τοῦ Χριστοῦ· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα καὶ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images