Τετάρτη, 13 Νοεμβρίου 2024

Συμεών Λογοθέτου καί Μεταφραστοῦ

 Ἄθλησις, τοῦ ἁγίου μάρτυρος Καλλινίκου

 (J.P. Migne, Patrologia Graeca, t. 115, 477Α-488C)

 

Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου

            Τῆς εἰδωλικῆς μανίας ἐπικρατούσης καὶ πάντα ἐπινεμομένης καὶ διαφθειρούσης, δαίμοσι μὲν πονηροῖς τὸ θεῖον σέβας ἐπεφημίζετο, Θεῷ δὲ τῷ κτίστῃ τῶν ὅλων καὶ δημιουργῷ οὔτε προσέχειν οἱ τῇ δυσσεβείᾳ προστετηκότες ἐβούλοντο, οὔτʼ ἀπονέμειν τιμὴν τὴν προσήκουσαν· τὰς γὰρ ψυχὰς πηρωθέντες οἱ τὸ κατʼ εἰκόνα λαχόντες παρὰ Θεοῦ, τὸ μὲν τῆς ἀληθείας ἀπεστράφησαν φῶς μύσαντες τὰς αἰσθήσεις πρὸς τὴν τοῦ πεποιηκότος ἐπίγνωσιν, τῷ δέ γε τῆς πλάνης προσέδραμον σκότει, μητʼ αὐγασθῆναι τῇ τῆς χάριτος αἴγλῃ θελήσαντες, μήθʼ ὅλως ἐντωπῆσαι καὶ κατιδεῖν πανταχοῦ ἡπλωμένην τὴν ἀκτῖνα τῆς γνώσεως· πολλὴν γάρ τινα καὶ ζοφώθη καταχέας τῶν ἀνθρώπων ὁ πονηρὸς ἄγνοιαν καὶ τούτους παντοίως ὑποποιησάμενος, τοῦ μὲν ἀληθινοῦ καὶ μόνου διέστησε Θεοῦ καὶ ἀπήγαγεν, εἰδώλοις δὲ κωφοῖς καὶ ἄλλοις αἰσχίστοις ἀφομοιώμασι λατρεύειν ἀνέπεισε καὶ τιμᾶν, ὡς ἄν ἐντεῦθεν ὁλοσχερῶς ἕλῃ καὶ παραστήσεται. Ἀλλʼ οὐκ ἔδωκεν αὐτῷ ὁ φυλάσσων ἡμᾶς καὶ φρουρῶν Κύριος τὴν ὅλην αὐτοῦ καὶ καθʼ ἡμῶν ἐμπλῆσαι δυσμένειαν, οὐδὲ τοσοῦτον καταναιδεύσασθαι, ὡς πάτημα πάντας ποιῆσαι αὐτῷ. Πολλοὶ γὰρ οἱ τοῦτον καὶ νικήσαντες καὶ τὴν πᾶσαν αὐτοῦ ὀλέσαντες δύναμιν. Τῷ γὰρ τοῦ Δε-σπότου φίλτρῳ τὰς ψυχὰς πυρωθέντες, οἷς ὁ θεῖος ἔρως ἐνέσκηψε καὶ ὅλους αὐτοὺς τῇ ἀγάππῃ τοῦ δυνατοῦ ἐπιῤῥώσαντες, εὐθαρσῶς καὶ γενναίως πρὸς τὸν κατὰ τοῦ ἐχθροῦ ἐχώρησαν πόλεμον· πάντα μὲν τὰ μέλλη κοπτόμενοι καὶ τὰς τῆς σαρκὸς ἀρμονίας παραλυόμενοι, ἄνεσιν δὲ μᾶλλον ἢ τρυφὴν τὰς πα-λυωδύνους βασάνους ἡγούμενοι, οὕς ἔτι καὶ τὰ τῶν ἀγώνων περιστάζοντας αἵματα ὁ ἀγωνοθέτης Χριστὸς προσελάβετο, θύματα ἄμωμα προσενεχθέντες αὐτῷ καὶ σφάγια ἐθελούσια, ἐφʼ οἷς ὁ κοινὸς ἡττηθεὶς δυσμενὴς πτῶμα πέπτωκε τοῖς ὁρῶσιν ἐξαίσιον. Τούτῳ συμπλακεὶς καὶ ὁ μέγας ἀθλητὴς καὶ στεφανίτης Καλλίνικος, οὗ τοὺς ἄθλους καὶ τὰ παλαίσματα ὁ νῦν λόγος διέξεισιν, ἐπὶ τοσοῦτον αὐτοῦ τῶν φοβερῶν κατεγέλασεν, ὡς οἷα παῖδα νήπιον ἐκ πρώτης εὐθὺς πάλης καταβαλεῖν καὶ εἰς γῆν καταῤῥάξασθαι. Ἀλλὰ πάντα μὲν τὰ τοῦ γενναίου λέγειν τε ἀνὰ μέρος καὶ διηγεῖσθαι, οὔτε λόγος ἐστὶν ὁ πᾶσιν ἐναργῶς ἐπιέναι δυνάμενος, οὕτʼ ἐν πολλῶν ἀκοαῖς τὰ τούτῳ ἐνηχήθη πεπραγμένα, ὡς ἄν καὶ πᾶσι πάντα γένοιτο ἔκφορα. Ὀλίγα δέ τινα καὶ ὅσα τὴν μνήμην τῶν ἀκουσάντων οὐ διαπέφευγεν ἐπεὶ καὶ παρῆσάν τινες ἀγωνιζομένῳ τῷ μάρτυρι, ἔνια τῶν γινομένων θεώμενοι διὰ τοῦ παρόντος λόγου ὑπομνήματι στήσεται. Οὕτω γὰρ τόν τε ἡμέτερον πόθον ἀφοσιωσόμεθα, καὶ τῷ ἀθλητῇ βραχὺν τὸν τοῦ μαρτυρίου εἰσοίσομεν ἔπαινον. Οὗτος τοίνυν ὁ θεῖος καὶ μέγας Καλλίνικος ἐν τῇ Κιλίκων καὶ φὺς καὶ τραφεὶς, χώρας εὐφόρου καὶ τὰ πάντα χρηστῆς, ἀγωγῆς ἔλαχεν ἀστείας καὶ ὑπερφυοῦς, Θεὸν μὲν τὸν πάντων Σωτῆρα καὶ ποιητὴν ἐκ πρώτης ἅμα τριχὸς ὁμολογῶν καὶ τιμῶν, εἴδωλα δὲ τὰ ἀναίσθητα καὶ κωφὰ βδελυττόμενος καὶ μισῶν, ὅς καὶ τὴν εὐσέβειαν ὑποσπείρειν βουλόμενος πανταχοῦ, ὁδοιπορίαις ἐκέχρητο συχναῖς καὶ μα-κραῖς, βίον μὲν ἐπάξιον ἀσκούμενος τοῦ σεβάσματος, τὴν δέ γε πολιτείαν ἐπικοσμῶν τῷ σεβάσματι· τὴν γὰρ εἰς Χριστὸν πίστιν οὐκ ἐγκόλπιον μόνον φέρειν, ἀλλὰ καὶ δημοσία κηρύττειν ἡγούμενος εὐσεβὲς, πολλοῖς τῆς ἀληθείας διδάσκαλος ἐγνωρίζετο, οὕς δὴ καὶ ὡς εἵ τις μαγνῆτις εἷλκέ τε πρὸς ἑαυτὸν καὶ τῆς πλάνης ἀπέστρεφε. Τούτου γὰρ τῆς ἡδίστης τῶν λόγων ἠχοῦς οἷα Σειρῆνος ἀψευδοῦς ἁλόντες, οἱ ἀκροώμενοι πρὸς τὴν τῆς πίστεως, εὐθὺς ἐζωγροῦντο ἐπίγνωσιν, καλὸν αὐτῷ γενόμενοι θήραμα,

Γ΄. Ὡς δὲ πολλὰς κώμας καὶ πόλεις περιϊδὼν καὶ τὴν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας κατείληφε πόλιν οὕτω μεγάλην καὶ πολυάνθρωπον ζῆν δὲ τὸν θεῖον λόγον ὑφαπλῶν κἄν ταύτῃ καὶ διαμένων πολλοί τε τῶν ἐκεῖσε τῶν αὐτοῦ διδασκαλιῶν μετειλήφεσαν, φθόνος ἀνήφθη πρός τινων καὶ μίσος ἀλόγιστον κατʼ αὐτοῦ. Οἱ γὰρ ἀπειροκάλως τῶν θείων ἔχοντες παραινέσεων καὶ ἀπεστραμμένοι μὲν τὴν ἀλήθειαν, ὡς γῇ δὲ πετρώδης τὸν τοῦ λόγου σπόρον μὴ δεχόμενοι, ἐνδιαβάλλουσι τὸν τῆς πίστεως κήρυκα τῷ τηνικαῦτα τῆς πόλεως προστατεύοντι, ἀνδρὶ πλήρει μὲν ἀσεβείας ὄντι, πλήρει δὲ θυμοῦ καὶ ὡμότητος.

Σακερδὼς τούτῳ ὄνομα, ῷ καὶ θᾶττον ὁ ἀθλητὴς. προσαχθεὶς, εἰς ὄψιν τε αὐτῷ παραστὰς· Τί, φησίν ὁ θρασὺς ἄρχων καὶ ἀλαζὼν πρὸς τὸν ἅγιον, κατὰ τοσούτου κράτους μόνος τῶν ἄλλων τολμᾶς αὐθαδάζεσθαι, καὶ ταῦτα ἔπηλυς ὥν καὶ οὐχ ἡμεδαπὸς, πάντων ὑποκυπτόντων καὶ θυσίας τοῖς θεοῖς προσαγόντων -καὶ αὐτοὺς εὐμενεῖς ἔχειν σπευδόντων, δʼ ὧν ἡμῖν, πάντα δωρεῖται τὰ κάλλιστα; Ἀλλὰ σύ γε οὐ μόνον οὐ, προσέρχῃ θύσων αὐτοῖς καὶ ἐξιλεωσόμενος, ἀλλὰ καὶ τοὺς προσιέναι βουλομένους ἀφιστᾶς καὶ λόγοις φενακίζῃ ἐπαγωγοῖς, μήτε σώματος μεγέθει θαῤῥῶν,: μήτε περ βολῇ ἀξιώματος. Πρὸς ὅν ὁ μάρτυς τοῦ Χριστοῦ πράως οὕτω καὶ προσηνῶς ἀπεκρίνατο. Ἐγὼ μὲν ἄνθρωπος εἶναι ὁμολογῶ εὐτελὴς τὸ φαινόμενον καὶ μικρός· περιφέρω δὲ ἐν τῷ ὀστρακίνῳμου τούτῳ σκεύει τὸν ἐμὸν πολύτιμον θησαυρὸν καὶ μαργαρίτην Χριστὸν, τὸν Κύριόν μου καὶ Σωτῆρα Ἰησοῦν, οὗ δοῦλός εἰμι, ὧπερ ῥίφην ἀπὸ γαστρὸς, ὅς πλοῦτος ἐμοὶ καὶ καύχημα καὶ ἰσχὺς διʼ ὧν ἥδιστα ἐμοὶ καὶ τερπνὰ τὰ τοῦ βίου παντα ἀλγεινά. Οὐδὲν οὖν θαυμαστὸν, ἡγεμὼν, εἰ τοιούτου Δεσπότπυ ὤν, σπεύδω καὶ ἀγωνίζομαι, ὅπως τε αὐτὸς τοῦ ἰοῦ τῆς κακίας ἐμαυτὸν ἀποξέσαιμι, καθʼ ὅσον οἶόντε συντηρήσας ἀλλώβητον, καὶ ὅπως τῆς τῶν εἰδώλων πλάνης τοὺς ἠπατημένους ἐκσπάσαιμι καὶ τῇ ἀληθείᾳ προσάξαιμι. Ὁ γὰρ ἐξάγων ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ αὐτοῦ (ἧ φησι τὰ θεόπνευστα λόγια) σώσει μέν ψυχήν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. Εἴθε οὖν ἐπείθου μοι καὶ αὐτὸς τὴν μὲν παροῦσαν ἀπάτην καταλιπεῖν, τῷ δέ γε τῆς ἀληθείας φωτὶ προσδραμεῖν. Ἔγνως γὰρ ἂν τότε ὡς ἀληθῶς, τί μὲν ὁ τῶν ὅλων Θεὸς καὶ Δεσπότης, τί δὲ τὰ παρʼ ὑμῶν εἴδωλα καὶ κωφὰ, ἃ ψυχῆς ἀτεχνῶς ὀλεθρος καὶ ἀπώλεια.

Ε΄. Τούτων ἀκούσασα τῶν λόγων ἡ φαύλη ψυχὴ καὶ μισόκαλος, ἀκατασχέτου λίαν ὑπεπλήσθη θυμοῦ, καὶ τῷ ἁγίῳ βλοσυρὸν ἐνιδὼν καὶ δριμύ· Ἑοικάς μοι, φησὶ, τὸν θάνατον τῆς ἡδίστης ζωῆς προτιμᾷν καὶ διὰ τοῦτο ῥήμασιν ἀπονενοημένοις κέχρησαι κατὰ τῶν Θεῶν, συνείρων ἀπνευστὶ τὰ παιδαριώδη ταῦτα καὶ μάταια· ἀλλʼ ἴσθι ὡς οὐδέν σε τούτων ὀνήσει οὐδέ τίς σε τῶν ἐμῶν ἐξελεῖται χειρῶν οὐδʼ ὅν ἐπαγγέλλῃ Σωτῆρα σὸν καὶ Θεόν. Πάντα γάρ σου διαψηλαφήσω τά μέλη, καὶ πᾶν εἴ τι πικρὸν ἐπάξω σοι κολαστήριον, ὡς ἄν αὐτῇ πείρᾳ γνῷς, ὅσον τὸ ἀπειθεῖν τοῖς κρατοῦσι κακὸν, καὶ ὅσαις ὑπεύθυνοι τιμωρίαις οἱ τοὺς θεοὺς μυκτηρίζοντες καὶ τὴν αὐτῶν λατρείαν ἀπαναινόμενοι. Πρὸς ὅν ὁ μάρτυς θαρσαλεώτερον ἀτενίσαις· Μὴ μέλλε, εἶπε, μηδʼ ἀναδύου, ἀλλʼ ἐτοίμαζε ταχέως, πάντα σου τὰ τῶν βασανιστηρίων ὄργανα ἡκέτωσαν αἱ μάστιγες, τὸ ξίφος, τὸ πῦρ, ὁ τροχὸς, καὶ ὅσα σοι ἄλλα πρὸς τιμωρίαν ἐπινενόηται· ἐμοὶ γὰρ ἕν μόνον φοβερὸν καὶ φρίκης ἄξιον, τὸ φοβηθῆ-

ναι τι πρὸ Θεοῦ καὶ τῆς ἐκεἴθεν χωρισθῆναι μακαριότητος. Τὰ δʼ ἄλλα πάντα, ὅσα ἄν τῷ ἐμῷ ἐπάξαις σώματι, ἡδονή μοι μᾶλλον ἢ τιμωρία διὰ τὸν πρὸς Θεὸν λελόγισται ἔρωτα.

ΣΤ. Τότε ὁ ἡγεμὼν τὴν μεταβολὴν ἀπελπίσας προστάσσει νεύροις ὡμοτάτοις κατὰ παντὸς τοῦ σώματος τύπτεσθαι, ὧ καὶ τυπτομένῳ ἐπεβόα ὁ κήρυξ· Ἐπίγνωθι, Καλλίνικε, τοὺς θεοὺς καὶ αὐτὸς ἐπικάλεσαι, ὅπως σε ταύτης τῆς βασάνου ἐξέλωνται. Ὁ δὲ οὕτως ἀτρέμας ἐδέχετο τὰς πληγὰς, ὡς μηδὲ πάσχειν ὅλως δοκεῖν, πολλοῦ γε δεῖ καταπίπτειν ἢ ἐπικάμπτεσθαι, Θεῷ μόνῳ τὴν ὅλην τείνων διάνοιαν καὶ αὐτῷ ἐπιμόνως εὐχαριστῶν, ἀνθʼ οὗ ταῦτα παθεῖν εἵλετο, καὶ ὅσῳ μἄλλον ἑώρα τοῖς αἵμασι τὸ σῶμα κατάῤῥυτον, τοσούτῳ τοὺς τύπτυντας ἐμυκτήριζεν. Ὅτι μὴ πλείους αὐτῷ καὶ σφοδροτέρας τὰς πληγὰς ἐπιφέροιντo. Ἐλάττους γὰρ αὐταὶ, φησι, καὶ ἀδρανεῖς κατὰ πολὺ ἐν προσεδόκησα καὶ πρὸς ἃ παρεσκεύασμαι. Ἐφʼ ὧ καὶ πλέον ὁ Σακερδὼς ἐκμανεὶς, ἀναρτᾶσθαι αὐτὸν ἐπὶ ξύλου κελεύει καὶ σιδηροῖς τοῖς ὄνυξι ξαίνεσθαι, ὅν καὶ δήμιοι περιστάντες ἄγριοι καὶ ὡμοὶ τὴν ὅλην ἀρμονίαν τοῦ σώματος διηρεύνησαν, μηδενὸς τῶν τῆς σαρκὸς μορίων φεισάμενοι. Εἶπες ἄν αὐτὸν λίθου φύσιν ἢ τινα ἄλλην ἔχειν τῶν ἀντιτύπων τε καὶ στεῤῥῶν τὸ ἀνάλγητον αὐτοῦ τεθεαμένος καὶ ἀτέραμνον, οὕτως αὐτὸν ὁ πρὸς Χριστὸν ἔρως ἠλλοίωσεν, ὡς καὶ αὐτῆς ἐπιλαθέσθαι ἧς εἴληχε φύσεως. Τοσοῦτον γὰρ ἀπεῖχε τῇ ὑπερβαλλούσῃ ταύτῃ ὑποκατακλίνεσθαι βασάνῳ, ὡς καὶ πεπαῤῥησιασμένῃ ἥδη φωνῇ ἐπιτωθάζειν τὸν τύραννον καὶ αὐτῷ ἐπιγελᾷν· ἐφʼ ὧν οὗτος μὲν ὡρᾶτο ἀκαταγώνιστος, ἐκεῖνος δ’ ἡσχυμμένος καὶ μόνῳ τῷ διακένῳ φρυάγματι βρενθυόμενος.

Ε. Ὡς δὲ τοῖς ὅλοις ἀπεγνώκει ὁ μάταιος, ἐπὶ τὴν ἐσχάτην ταύτην τιμωρίαν ἐτράπετο, ἢ μόνος ἢ κομιδῇ σὺν ὀλίγοις καὶ διενοήσατο καὶ ἐξεῦρε σύμβολον οὔσαν τῆς ἐμπλήκτου αὐτοῦ καὶ παραφόρου ψυχῆς. Κρηπῖδας γὰρ ἥλοις ὀξέσι διαπερνήσας ὑποδεσθῆναι- προστάσσει τὸν μάρτυρα καὶ τοῦτον συρόμενον τὴν  μέχρι Γαγγρῶν βαδίζειν ὁδὸν τοῖς ἐπάγουσιν αὐτὸν δημίοις παρήγγειλεν. Ὡς ἄν δὲ μείζους αὐτῷ ὁδύναι - καὶ δριμύτεραι ἐκ τῶν τῆς ἥλων γένοιτο διατρήσεως, ἑτέρους δημίους ἵπποις ἐπιβιβάσας ὠκυτάτοις καὶ ταχινοῖς, θέειν ἔμπροσθεν αὐτῶν τὸν τοῖς ἡλοις διαπεπαρμένον ἀθλητὴν κατηνάγκαζε, Πάντως καὶ πρὸς μόνην τὴν θέαν ἐκλάσθη ἂν πᾶσα ψυχὴ μηδ’ ἀνεῳγόσιν ὀφθαλμοῖς τοιαῦτα φέρουσα καθορᾷν· ἀλλʼ οὐχ - ὁ λιθοκάρδιος καὶ ἀπηνὴς ἢ τι πρὸς τὴν φύσιν ἔπαθεν ἢ τὸ τῆς ὁδύνης ἐλογίσατο ἀνυπέρβλητον, ἀλλʼ ὡσ- ανεὶ τοῖς δρωμένοις ἐπεντρυφῶν, προυκάθητο σοβαρὸς, τὴν ἀνοσιουργὸν αὐτοῦ ψυχὴν τοιούτων θεαμάτων κατεμπιπλῶν· ὅς γε καὶ τοῖς δημίοις παρεκε- λεύσατο ἅμα τῷ ἐπιβῆναι τῆς εἰρημένης πόλεως, κάμινον σφοδροτάτην ἐκκαῦσαι καὶ ταύτῃ τὸν ἅγιον ἐμβαλεῖν, ὡς ἄν καὶ οἱ ἐκεῖ, φησὶ, τὸ ἀπειθὲς αὐτοῦ θεάσοιντο καὶ ἀπόσκληρον, ἐπεὶ κὰν ταύτῃ τῇ πόλει πολλοὺς, ὡς ἀνέγνωμεν, τῆς τῶν θεῶν λατρείας ἀπέστησεν. Ὁ οὖν μεγίστου Ἐριστοῦ ἀθλητὴς τὴν κατάκοπον ταύτην ἀγόμενος ὁδὸν, εἶχε τὴν ἄνωθεν χάριν ἐπι ῤῥωννύουσαν αὐτὸν καὶ ὑποστηρίζουσαν, ὧ καὶ θᾶττον ὁ δρόμος ἠνύετο καὶ τῆς τῶν ἵππων ταχυτῆτος ὀξύτερον. Οἷα γὰρ κοῦφος καὶ εὔδρομος μετὰ τῶν σιδηροδέτων ἐκείνων κρηπίδων διέθεεν, ὑποψάλλων ἐκεῖνα τὰ τοῦ Δαβίδ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχεν μοι. Καἱ ἀνήγαγέ με ἐκ λάκκου  ταλαιπωρίας καὶ ἀπό τοῦ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου, καὶ τό· Κύριος φωτισμός μου καὶ σωτὴρ μου, τίνα φοβηθήσομαι, Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Ὡς δὲ μίλια ἑξήκοντα τρέχων διήνυσε καί τινα τόπον Ματρίκα οὕτω λεγόμενον κατείληφε, θαυματουργεῖ τι ἐν ἐκείνῳ παράδοξον καὶ ἐξαίσιον. Τῶν γὰρ ἀπα γόντων αὐτὸν δημίων δίψει τὰς γλώσσας καταφρυσσομένων καὶ τῇ τε ὑπερβολῇ τοῦ πνίγους (ἦν γὰρ τῶν μηνῶν ὁ Ἰούλιο). Ὁ τῇ τε ταλαιπωρίᾳ τῆς ὁδοῦ ἐκλείψειν μόνον οὐ μελλόντων καὶ μήτε ὕδατός ποθεν ἐπιφαινομένου, ὅθεν τὸ δίψος ἰάσαιντο καὶ ἑαυτοὺς λειποθυμοῦντας ἐπανακτήσαιντο, μήτʼ ἄλλης μηχανῆς εἰς θεραπείαν τοῦ παθους εὑρισκομένης, πάντων ἀπογνόντες πρὸς μόνον τὸν ἅγιον ἐπεστράφησαν, τοῖς αὐτοῦ ποσὶ προσπίπτοντες καὶ αὐτῷ τοιαῦτα σὺν δάκρυσι λέγοντες· Μὴ μνησθῆς τῶν ἡμετέρων κακῶν, ἅγιε, μηδὲ ἐνθυμηθῇ, ὅσα ἐν σοὶ πεπαρῳνήκαμεν, ἀλλὰ τούτων πάντων ἀμνηστίαν λαβὼν, βοήθησον ἡμῖν κινδυνεύουσι καὶ δὸς ὕδωρ διψώσαι, ψυχαῖς καὶ τῇ βίᾳ ἐκτετηγμέναις τοῦ καύσωνος· ἀνάλωται γὰρ ἡμῖν ἡ φυσικὴ νοτὶς, ἐξέλιπεν, ὡς ὁρᾶς, ἡ ἰσχὺς, ὁ καύσων ὑπὲρ κεφαλῆς. Πάντα ὁμοῦ συνέσχεν ἡμᾶς τὰ δεινὰ, ἃ σοῦ μόνου ἐστὶ μεταβαλεῖν καὶ ἰάσασθαι.

Θ΄. Ταῦτα τῶν δημίων λεπτῷ καὶ ἀτόνῳ λεγόντων τῷ φθέγματι, ἔλεον τούτων λαμβάνει ὁ συμπαθέστατος, καὶ ἑαυτὸν εἰς ἱκεσίαν τρέψας, ἐπεκαλεῖτο τὸν ἀμνησίκακον Θεὸν καὶ ἐδέετο μὴ παριδεῖν τοὺς τοσαύτῃ πιεζομένους ἀνάγκη, ἀλλʼ οἰκτειρῆσαι καὶ ὗδωρ πιεῖν παρασχεῖν, ὥσπερ πάλαι τὸν ἐν ἐρήμῳ λαὸν, καὶ τῇ δίψῃ κεκαυμένους παραμυθήσασθαι· καὶ, ὤ τοῦ θαύματος ! ἅμα τῇ ἐπικλήσει τοῦ ἁγίου καὶ προσευχῇ. ὕδωρ ἀπό τινος πέτρας ῥυὲν καὶ τοῦτο ἀφθόνως βλύσαν, ὥσπερ ἀπὸ πηγῆς, τῶν τε δημίων τὰ καταφρυγέντα ἀνέψυξε στόματα τοῦ καινοῦ ἐκείνου καὶ ποτίμου νάματος ἐμπλησθέντα, καὶ τοῖς ἑξῆς πᾶσι πλήσμιον ἐτηρήθη τὸ πόμα καὶ ἀέναον. Οὐ γὰρ ἐπέλιπεν ἐκ τότε ῥέον καὶ μηδέποτε δαπανώμενον. Τοιαύτη τοῦ μάρτυρος ἡ πρὸς τὸν Θεὸν παῤῥησία καὶ δύναμις· οὕτω τοὺς δοξάζοντας αὐτὸν δοξάζει ὁ Κύριος. Ὁ γὰρ ἀνατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ τρέφων ἅπαντας τῇ τροφῇ πονηροὺς τε καὶ ἀγαθοὺς, τί θαυμαστὸν εἰ καὶ ἐν τοῖς ἀνδράσι τούτοις καίπερ οὐσι τὸν τρόπον φονικοῖς, τὸν αὐτοῦ ἐπεδαψιλεύσατο ἔλεον; Οἱ καὶ ἐκ τοῦ καταῤῥεύσαντος ἐκείνου ὕδατος πεπωκότες, ὡς ἔφαμεν, καὶ τὰς ἑαυτῶν ψυχὰς ἀναζωπυρήσαντες, εἴχοντο τῆς ὁδοῦ, ἐπομένου αὐτοῖς καὶ τοῦ μάρτυρος, ἦν καὶ ἑβδομήκοντα ὅλοις σταδίοις συμπεράναντες τὴν Γάγγραν ἤδη κατέλαβον, καθὰ τούτοις προσέτακτο. Ἀλλʼ οἱ δήμιοι ἐλαβούμενοι (εἶχον γὰρ ἤδη πρὸ ὀμμάτων τὴν εὐεργεσίαν τοῦ μάρτυρος), φόβου δὲ ὅμως τοῦ παρὰ τῶν κρατούντων ἡττώμενοι ἄλλως τε καὶ ψυχὰς ἔχοντες ἐκλύτους καὶ μαλακὰς καὶ πρὸς μόνα κεχηνυίας τὰ ὁρώμενα) τὸν κελευσθὲν ποιῆσαι ἠπείγοντο, μάλιστα καὶ τοῦ μάρτυρος, παρορμῶντος αὐτοὺς ὡς ἄν θᾶττον ἀπίῃ πρὸς τὸν ποθούμενον. Ὅθεν καὶ κάμινον ὑπανάψαντες καὶ πλησίον τὸν ἅγιον περιστήσαντες, χαίροντα ἥδη καὶ ἀγαλλιώμενον, ταύτῃ ἐνέβαλλον, ὅς καὶ ῥήμασι τελευταῖοις τὸν θεὸν ὑμνήσας, καὶ αὐτῷ ἐπὶ τῇ τοῦ ἀγῶνος τελειώσει εὐχαριστήσας ταῖς τοῦ Δεσπότου χερσὶ τὸ πνεῦμα παρέδωκε καὶ πρὸς τὴν ἐκεῖθεν ἀπέβη μακαριότητα, εἰκάδα ἐνάτην τοῦ Ἰουλίου ἄγοντες. Ἀλλὰ σὺ μὲν, ὦ μαρτύρων ἐντρύφημα καὶ καλλώπισμα, οὕτω καὶ βιοὺς καὶ μεταστὰς καὶ τοῖς στίγμασι τῶν ἄθλων ὡρασθεὶς, νῦν καθαρὸς τῷ καθαρωτάτῳ νυμφίῳ παρίστασαι Χριττῷ, ἐνηδόμενος τούτῳ καὶ ἐπευφραινόμενος καὶ τῷ τῆς δόξης στεφάνῳ παρʼ αὐτοῦ ταινούμενος, μέμνησο δὲ καὶ ἡμῶν λοιπὸν τῶν τιμώντων σε καὶ τὴν ἱεράν σου ταύτην ἑορταζόντων πανήγυριν, καὶ δίδου ἡμῖν ὁμαλῶς καὶ ἀπροσκόπως τὴν τοῦ βίου διανῦσαι τραχύτητα, ὡς ἄν ἄκλυστοι τὴν τῶν πειρασμῶν διανηξάμενοι θάλασσαν τοῖς τῆς ἀναπαύσεως λιμέσι καθορμισθείημεν, αὐτὸν ἔχοντες κυβερνήτην διὰ τῶν σῶν πρεσβειῶν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Χριστὸν, ὧ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images