Σωκράτους Σχολαστικοῦ
(Ἐκκλησιαστική Ἱστορία)
«Περί Σπυρίδωνος τοῦ Κυπρίων ἐπισκόπου»
(J.-P. Migne, Patrologia Graeca, t. 67, 104Β-105Β)
Περὶ δὲ Σπυρίδωνος τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης ὡς καὶ ἀξιωθῆναι αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι· ὃς μιᾶς τῶν ἐν Κύπρῳ πόλεων ὀνόματι Τριμιθοῦντος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο διὰ δὲ ἀτυφίαν πολλὴν ἐχόμενος τῆς ἐπισκοπῆς ἐποίμαινε καὶ τὰ πρόβατα. Πολλὰ μὲν οὖν τὰ περὶ αὐτοῦ λεγόμενα· ἑνὸς δὲ ἢ δύο ἐπιμνησθήσομαι ἵνα μὴ ἔξω τοῦ προκειμένου δόξω πλανᾶσθαι. Μεσούσης ποτὲ τῆς νυκτὸς κλέπται ταῖς ἐπαύλεσι τῶν προβάτων λαθραίως ἐπελθόντες ἀφαιρεῖσθαι τῶν προβάτων ἐσπούδαζον. Ὁ Θεὸς δὲ ἄρα ὁ τὸν ποιμένα σώζων ἔσωζε καὶ τὰ πρόβατα. Οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει παρὰ ταῖς ἐπαύλεσιν ἐδέδεντο. Ὄρθρος τε ἦν καὶ ἧκε παρὰ τὰ ποίμνια· ὡς δὲ εὗρεν ὀπίσω τὰς χεῖρας ἔχοντας ἔγνω τὸ γεγονός· καὶ εὐχόμενος λύει τοὺς κλέπτας πολλά τε νουθετήσας καὶ παραινέσας ἐκ δικαίων πόνων σπουδάζειν μὴ μὴν ἐξ ἀδικίας λαμβάνειν κριόν τε αὐτοῖς χαρισάμενος ἀπέλυσε καὶ χαριέντως ἐπιφθεγξάμενος ἵνα μὴ φησὶ μάτην ἠγρυπνηκότες φανείητε. Ἓν μὲν δὴ τοῦτο τῶν περὶ Σπυρίδωνος θαυμάτων. Ἕτερον δὲ τοιοῦτο· ἦν αὐτῷ θυγάτηρ παρθένος τῆς τοῦ πατρὸς εὐλαβείας μετέχουσα τοὔνομα Εἰρήνη. Ταύτῃ γνώριμός τις πολύτιμον παρέθετο κόσμιον· ἡ δὲ ἀσφαλέστερον ποιοῦσα γῇ τὴν παρακαταθήκην ἔκρυψε· μετ΄ οὐ πολὺ δὲ τὸν βίον ἀπέλιπεν. ῞Ηκει μετὰ χρόνον ὁ παραθέμενος· μὴ εὑρών τε τὴν παρθένον ἐμπλέκεται τῷ πατρὶ νῦν μὲν ἐγκαλῶν ἔστιν δὲ ὅτε καὶ παρακαλῶν. Ἐπεὶ δὲ συμφορὰν ἐποιεῖτο τὴν τοῦ παραθεμένου ζημίαν ὁ γέρων ἐλθὼν ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς ἐπεκαλεῖτο τὸν Θεὸν πρὸ καιροῦ δεῖξαι αὐτῷ τὴν ἐπαγγελλομένην ἀνάστασιν· καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτε. Ζῶσα γὰρ αὖθις ἡ παρθένος φαίνεται τῷ πατρὶ καὶ τὸν τόπον σημάνασα ἔνθα τὸ κόσμιον ἀπεκέκρυπτο αὖθις ἀπεχώρει. Τοιοῦτοι ἄνδρες ἐν τοῖς χρόνοις τοῦ βασιλέως Κωνσταντίνου κατὰ τὰς ἐκκλησίας ἐξέλαμπον. Ταῦτα δὲ ἐγὼ καὶ ἀκοῇ παρὰ πολλῶν Κυπρίων παρέλαβον καὶ συντάγματι Ρουφίνου τινος πρεσβυτέρου ἐνέτυχον Ρωμαϊκῇ λέξει συγγεγραμμένῳ ἀφ΄ ὧν ταῦτα καὶ ἕτερα τινὰ τῶν μετ΄ οὐ πολὺ ῥηθησομένων συνήγαγον.