Πέμπτη, 21 Νοεμβρίου 2024

 Μεγάλου Βασιλείου

(Κυριακή Θ΄Λουκᾶ)

Εἰς τό ρητόν τοῦ κατά Λουκᾶν Εὐαγγελίου «Καθελῶ μου τάς ἀποθήκας., καί μείζονας οἰκοδομήσω» καί περί πλεονεξίας »

(J.-P. Migne, Patrologia Graeca, t. 31, 261Α-277C)

 

Διπλοῦν τὸ εἶδος τῶν πειρασμῶν. Ἤ γὰρ αἱ θλίψεις βασανίζουσι τὰς καρδίας, ὥσπερ χρυσὸν ἐν καταμένῳ, διὰ τῆς ὑπομονῆς τὸ δοκίμιον αὐτῶν ἀπελέγχουσαι· ἤ καὶ πολλάκις αὐταὶ αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίου γίνονται τοῖ πολλοῖς. Ὁμοίως γὰρ ἐστι χαλεπὸν ἔν τε δυσκολίαις πραγμάτων ἀταπείνωτον τὴν ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περιφανείαις μὴ ἐπαρθῆναι πρὸς ὕβριν.   Παράδειγμα δὲ τοῦτο μὲν προτέρου εἴδους τῶν πειρασμῶν ὁ Ἰώβ, ὁ ἀκαταγώνιστος ἀθλητής· ὅς, πᾶσαν τοῦ διαβόλου τὴν βίαν, ὥσπερ χειρμάρρου φοράν, ἀσείστῳ καρδίᾳ καὶ λογισμοῖς ἀτρέπτοις ὑποδεξάμενος, τοσούτῳ μείζων τῶν πειρασμῶν ἀνεφάνη, ὅσῳ μεγάλα αὐτῷ καὶ δυσέκλυτα ἐδόκει παρὰ τοῦ ἐχθροῦ προβεβλῆσθαι τὰ παλαίσματα.   Τῶν δὲ κατὰ τὴν εἠμερίαν τοῦ βίου πειρασμῶν ὑποδείγματα ἄλλα τε τινά, καὶ οὗτος ὁ νῦν ἡμῖν ἀναγνωσθεὶς πλούσιος ὅς τὸν μὲν εἶχε πλοῦτον, τὸν δὲ ἤλπιζε· τοῦ φιλανθρώπου Θεοῦ ἐξ ἀρχῆς αὐτὸν ἐπὶ τῇ ἀγνωμοσύνῃ τῶν τρόπων μὴ κατακρίναντος, ἀλλ’ ἀεὶ τῷ προϋπάρχοντι πλούτῳ πλοῦτον ἕτερον προστιθέντος, εἴ πως αὐτῷ κόρον ἐμποιήσας ποτέ,  πρὸς τὸ κοινωνικὸν καὶ ἤμερον τὴν ψυχὴν αὐτοῦ ἐκκαλέσαιτο·   Ἀνθρώπου, γάρ φησι, πλουσίου ηὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ’ ἑαυτὸν·  Τί ποιήσῳ; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζοντας οἰκοδομήσω.  Διὰ τί οὖν ηὐφόρησεν ἡ χώρα ἀνθρώπου μηδὲν ἀγαθὸνν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλοντος; Ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ μακροθυμίᾳ φανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος· Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἡ δὲ τοιαύτη τοῦ Θεοῦ ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομένοις τὴν κόλασιν. Ἤνεγκε τοὺς ὄμβρους ἐπὶ τὴν ὑπὸ τῶν πλεονεκτικῶν χειρῶν γεωργουμένην γῆν· ἔδωκεν τὸν ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπλασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα, γῆς ἐπιτηδειότης, ἀέρων εὔκρατοι καταστάσεις σπερμάτων ἀφθονίαι, βοῶν συνεργίαι, τὰ ἄλλα, οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι· τὰ δὲ παρὰ τοῦ ἀνθρώπου οἷα; Τὸ πικρὸν τοῦ ἤθους, ἡ μισανθρωπία, τὸ δυσμετάδοτον.  Ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο.  Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως· οὐχ ἠγήσατο χρῆναι τὸ περιττεῦον τοῖς ἐνδέεσι καταμερίσαι·  οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς·   Μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ· καί, Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσὰν σε· καί, Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου.   Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι ἐμβοῶντες, οὐκ εἰσηκούοντο· ἀλλ’ αἱ μὲν ἀποθῆκαι διερρήγνυντο τῷ πλήθει τῶν ἀποκειμένων στενοχωρούμεναι, ἡ δὲ φειδωλὸς καρδία οὐκ ἐνεπίμπλατο. 

Ἀεὶ γὰρ τὰ νεά τοῖς παλαιοῖς προστιθείς, καὶ ταῖς κατ’ ἔτος προσθήκαις τὴν εὐπορίαν προσαύξων, εἰς τὴν ἀδιέξοδον ταύτην ἀμηχανίαν ἐνέπεσε, ὑποχωρεῖν μὲ τοῖς παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεθαι δὲ τὰ νέα διὰ τὸ πλῆθος μὴ ἐξαρκῶν.  Διὰ τοῦτο ἀνήνυτα μὲν αὐτῷ  τὰ βουλεύματα, ἄποροι δὲ αἱ φροντίδες. Τί ποιήσῳ; Τίς οὐκ ἄν ἐλεήσειε τὸν οὕτω πολιορκούμενον; 

Δεί­­λαι­ος τῆς εὐφορίας, ἐλεεινὸς τῶν παρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμένων.  Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ, στεναγμοὺς, αὐτῷ φύει· μὴ γὰρ καρπῶν αὐτῷ εὐφορίαν συνάγει; Φροντίδας καὶ λύπας καὶ ἀμηχα­νίαν δεινήν. Ὅμοια τοῖς πενο­μέ­νοις ὀδύρεται. Ἤ οὐχὶ ταύ­την ἀφήσει τὴν φωνὴν καὶ ὁ διὰ πτωχείαν στενοχωρούμε­νος; Τί ποιήσῳ; Πόθεν τρο­φαί; πόθεν ἐνδύματα;  Ταῦ­τα καὶ ὁ πλούσιος φθέγ­γεται. Ὀδυνᾶται τὴν καρδίαν ὑπο τῆς μερίμνης διεσθιόμε­νος. Ὅ γὰρ τοὺς ἄλλους εὐφραί­νει, τοῦτο τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρω­μένων τῶν ἔνδον, ἀλλὰ νύσσει τὴν ψυχὴν αὐτοῦ περιρρέων ὁ πλοῦτος, καὶ τῶν ταμείων ὑπε­ρχεόμενος, μή που, καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας, ἀγαθοῦ τινος ἀφορμὴ τοῖς ἐνδεέσι γένηται.

  1. Καὶ μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι·  οἵ διαρραγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἤ τῶν λειψάνων ματαδοῦναι τοῖς ἐνδεέσι.  Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος.  Μνήσθητι σεαυτοῦ, τίς εἷ, τί οἰκονομεῖς, παρὰ τίνος ἔλαβες, διὰ τὶ τῶν πολλῶν προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰκονόμος τῶν ὁμοδούλων·  μὴ πάντα οἴου τῇ γαστρί τῇ  σῇ παρεσκευάσθαι. Ὡς περὶ ἀλλοτρίων βουλεύων, τῶν ἐν χερσί·  μικρὸν εὐφραίνει σε χρόνον, εἷτα διαρρυέντα οἰχήσεται, τὸν δὲ ἐπ’ αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας.  Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις·  καὶ καταδήσας σφαγῖσιν, ἐπαγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτόν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος.  Τί ποιήσω; Ἕτοιμον ἦν εἰπεῖν, ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς.  Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς φιλα­νθρω­πίας κηρύγματι· φθέγξο­μαι φωνὴν μεγαλόψυχον·  Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρὸς με· τῆς παρὰ Θεοῦ δεδομένης, χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἶον ἐκ κοινῶν πηγῶν συμμε­θέξοντες. Ἀλλ’ οὐ ποιοῦντος σύ·  πόθεν; Ὅς  γε βασκαίνεις μὲς τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονη­ρὸν δὲ βου­λευ­τήριον ἐν τῇ ψυχῇ συγκρο­τήσας, φροντί­ζεις, οὐχ ὅπως διαδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν ἀλλ’ ὅπως, πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ’ αὐτῶν ὠφελείας ἀπο­στερήσῃς.  Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβά­νετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντά­ζετο.  Συνεχω­ρήθη πάντα βουλεύσασθαι, καὶ φανερὰν ἑαυ­τοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν.  

3.Ὅ μὴ πάθῃς σύ.  Διὰ τοῦτο γὰρ γέγραπται, ἵνα φύγωμεν τὴν ὁμοίωσιν.  Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ’ εἰς τὴν σὴν ὑπηρεσίαν, ἐξέθρεψε· σὺ δὲ ὅν ἄν ἐπιδείξῃ τῆς εὐποιΐας καρπόν, σευατῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σίτος, εἰς τὴν γῆν πεσών, κέρδος τῷ προκειμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς τὸν πεινῶντα καταβληθείς, πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς·  Σπείρατε γὰρ φησίν, ἑαυτοῖς εἰς δικαιοσύνην. Τί οὖν ἀδημονεῖς; τί κόπτεις σεαυτόν, πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἀναποκλεῖσαι φιλονεικῶν; Κρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν. Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ τὴν ἀπ’ αὐτῶν τιμή, σκόπει πόσῳ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἤ μυρίους ἔχεις στατῆρας ἐν βαλαντίῳ.  Τὰ μέν γε χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος, τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔτοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος, ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες, σὲ, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις, παγκρατιασταῖς. καὶ μίμοις, καὶ θηριομάχοις τισὶν ἀνθρώποις, οὕς κἄν βδελύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν λόγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ δήμου θορύβων  κρότων τὸν πλοῦτον προεμένους; Καὶ σὺ μικροπρεπὴς εἷ περὶ τὰς δαπάνας τηλικαύτης μέλλων ἐπιβήσεσθαι δόξης; Θεὸς ἔσται ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρίζοντες· δόξα αἰωνίος, στέφανος δικαιοσύνης βασιλεία τῶν οὐρανῶν, ἆθλά σοι ἔσται τῆς τῶν φθαρτῶν τούτων οἰκονομίας· ὧν οὐδενὸς φροντίζῆς, τῇ περὶ τὰ παρόντα σπουδῆ τῶν ἐλπιζομένων ὑπερορῶν.  Δεῦρο δὴ οὖν ποικίλως διάθου τὸν πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ τὰς δαπάνας τῶν δεομένων γενόμενος.  Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος.   Μὴ λιμὸν ἐκδέχου διὰ χρυσόν, μὴ κοινὴν ἔνδειαν δι’ εὐπορίαν ἰδίαν.  Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. 

Μὴ ἐπινάξης τραύματα κεκακωμένων ταῖς μάστιξι. 

Σὺ δὲ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφὸν οὐ προσβλέπεις, καὶ τοῦ μὲν νομίσματος ἐπιγνώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς.

4.Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήσει· ὅσος δὲ σοι ἀκολουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμός, οὐ λογίζῃ. 

Πῶς σοι ὑπ’ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; 

Ἐκεῖνος, περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστίν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ καὶ ἐσθής, τοιαῦτα, οἷα ἄν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τι οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ἄγει τὸ ὀφθαλμόν, ὥστε αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὑρέσθαι τοῦ θανάτου παραμυθίαν.  

Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ, καὶ διαθέσεως πατρικῆς. 

Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπείς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπαραιτήτου χρείας ἐκβιασθείς.  

 Καὶ οἵα βουλεύεται ὁ πατήρ;Τϊνα πρῶτο ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νεώτατον; Ἀλλ’ ἐλεῶ αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν.  Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα.  Φεῦ τῆς ἀμηχανίας; Τίς γένωμαι; Τίνι τούτων προσκρούσω; Ποίαν θηρίου ψυχὴν ἀναλάβω; Πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους προσδίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἐπεμπολήσων ἔρχεται·  σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ’ ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν.  Καὶ ὁ μὲν τὰ σπλάχνα, προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χείρ ἐκ τοιούτων συμφορῶν ὑποδεχο­μένη τιμήματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος, καὶ ὅπως ἄν πολὺ λαβὼν ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ. Οὐ δάκρυόν σοι ἐλεεινόν, οὐ στεναγμὸς καρδίαν μαλάσσει· ἀλλ’ἄκαμπτος εἶ καὶ ἀμείλικτος.  Πάντα χρυσὸν βλέπεις, χ ρυσὸν φαντάζῃ. τοῦτό σοι καὶ καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτω σοι ἡ ψυχή, τῇ φυλοχρηματίᾳ κατασχεθεῖσα, πάντα χρυσόν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἄν ἴδοις τὸν χρυσὸν ἤ τὸν ἥλιον. Εὔχῃ τὰ πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖς μέντοι καθ’ ὅσον οἷόν τε.

5.Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖς;  Ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι ἀποχρυσοῦται, πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πολυπλασιαζόμενος ἐν δανείσματι·  καὶ κόρος οὐ ἔστι, καὶ τέλος, τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται.  Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐκδίδομεν τῶν περισπουδάστων ὑπερεμπίπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴνν ἐμποιῆσαι·  ὁ δὲ πλεονέκτης οὐχ οὕτως·  ἀλλ’ ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται.  Πλοῦτος, ἐὰν ρέῃ, μὴ προστίθεσθε καρδίαν.  Σὺ δὲ κατέχεις τὸν παραρρέοντα, καὶ περιφράσσεις τὰς διεξόξους. Εἶτα κατεχόμενος καὶ ἐλλιμνάζων, οἷα ποιεῖ σοι; Ρήγνυσι τὰ κωλύματα, ἀμέλει, καὶ νῦν βιαίως ἐναποληφθεὶς καὶ πλημμυρῶν, καθαιρεῖ τοῦ πλουσίου τὰς ἀποθήκας, ἐδαφίζει αὐτοῦ τὰ ταμεῖα, ὥσπερ παλέμιός τις ἐπεισελθών.  Ἀλλὰ μείζονας οἰκοδομήσει;  Ἄδηλον εἰ μὴ καθηρημένος παραδώει τῷ μετ’ αὐτόν. Ὀξύτερον γὰρ ἄν αὐτὸς, ἀπέλθει ἀνασπασθείς, ἤ ἐκεῖνα κατὰ τὴν πλεονεκτικὴν ἐπίνοιαν ἐγερθείη. 

Ἀλλ ’ὁ μὲν ἔχει τὼν κακῶν βουλευμάτων τὸ τέλος ἀκόλουθον· ὑμεῖς δὲ, ἄν ἐμοὶ πείθησθε, πάσας θύρας ταμείων ἀναπετάσαντες, ἀφθόνους παρέξετε τὰς διεξόδους τῷ πλούτῳ·  ὥσπερ ποταμῷ μεγάλῳ πολύκαρπον γῆν δι’ ὀχετῶν μυρίων ἐπερχομένῳ, οὕτως αὐτοί, τῷ πλούτῳ διδόντες διὰ ποικίλων ὁδῶν εἰς τὰς τῶν πενήτων οἰκίας κατεσχίζεσθαι.   

Τὰ φρέατα ἐξαντλούμενα εὐροώτερα γίνεται, ἐναφιέμενα δέ, κατασήπεται· καὶ πλούτον τὸ μὲν στάσιμον ἄχρηστον, τὸ δὲ κινούμενον καὶ μεταβαῖνον κοινωφλές τε καὶ ἔγκαρπον. Ὤ πόσος μὲν ὁ παρὰ τῶν εὐεργετουμένων ἔπαινος, οὖ σὺ μὴ καταφρονήσῃς·   πηλίκος δὲ ὁ παρὰ τοῦ δικαίου κριτοῦ μισθός, ᾧ σὺ μὴ ἀπιστήσης.  Πανταχοῦ σοι τὸ ὑπόδειγμα τοῦ κατηγορουμένου πλουσίου προσαπαντάτω· ὅς, τὰ μὲν ἤδη παρόντα φυλάσσων, περὶ δὲ τῶν ἐλπιζομένων ἀγωνιῶν, καὶ ἄδηλον ἔχων εἰ βιώσεται τὴν αὔριον, τὸ αὔριον, σήμερον προημάρτανεν.

 Οὔπω ἦλθεν ὁ ἱκέτης, καὶ προλαβὼν ἐδείκνυε τὴν ἀγριότητα·  οὐ συνήγαγε τοὺς καρπούς, καὶ τῆς πλεονεξίας ἤδη εἶχε τὸ κρῖμα. Ἡ μὲν γῆ ἐξεδιοῦτο τοῖς ἐκφορίοις αὐτῆς· βαθὺ μὲν ἐν ταὶς ἀρούραις προδεικνῦσαι τὸν λήϊον·  πολὺν δὲ τὸν βότρυν ὑπὲρ κλημάτων ἐμφαίνουσα·  βρύουσαν δὲ τῷ καρπῷ τὴν ἐλαίαν παρεχομένῃ καὶ πᾶσαν ἐπαγελλομένη τὴν ἐξ ἀκροδρύων τρυφήν· ὁ δὲ ἀδέξιος ἦν καὶ ἄκαρπος, οὔπω ἔχων, καὶ ἤδη βασκαίνων τοῖς ἐσομένοις. Καίτοι πόσοι κίνδυνοι πρὸ τῆς συγκομιδῆς τῶν καρπῶν:  Καὶ γὰρ καὶ χάλαζα κατέκλασε, καὶ καύσων ἥρπασεν ἐκ μέσων τῶν χειρῶν, καὶ ὕδωρ, παρὰ καιρὸν ἐν νεφῶν ἐπιρρυέν, ἠχρείωσε τοὺς καρπούς. 

Οὐ προσεύχῃ οὖν τῷ Κυρίῳ τελειωθῆναι τῆν χάριν; Ἀλλὰ προλαμβάνων, σεαυτὸν ἀνάξιον ποιεῖς τῆς ὑποδοχῆς τῶν δειχθέντων.

6.Καὶ σὺ μὲν ἐν τῷ κρυπτῷ λαλεῖς σεαυτῷ τὰ δὲ ρήματά σου ἐν οὐρανῷ δοκιμάζεται. Διὰ τοὺτό σοι ἐκεῖθεν αἱ ἀποκρίσεις ἔρχονται·Τίνα δὲ ἐστι καὶ ἅ λέγει; Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ ἀποκείμενα· φάγε, πίε, εὐφραίνου· καθ’ ἡμέραν. Ὤ τῆς ἀλογίας! Εἴ δὲ χοιρείαν εἶχες ψυχὴν, τί ἄν ἄλλο ἤ τοῦτο αὐτῇ  εὐηγγελίσῳ; Οὕτω κτηνώδης εἷ οὕτως ἀσύνετος τῶν τῆς ψυχῆς ἀγαθῶν, τοῖς τῆς σαρκὸς αὐτὴν βρώμασι δεξιούμενος· καὶ ὅσα ὁ ἀφεδρὼν ὑποδέ­χεται, ταῦτα τῇ ψυχῇ παρα­πέμπεις; Εἰ μὲν ἀρετὴν ἔχει εἰ πλήρης ἐστὶν ἔργων ἀγαθῶν, εἰ Θεῷ προσῳκείωται, ἔχει πολλὰ ἀγαθά, καὶ εὐφραινέ­σθω τὴν καλὴν τῆς ψυχῆς εὐφροσύνην. Ἐπεὶ δὲ τὰ ἐπίγεια  φρονεῖς, καὶ θεὸν ἔχεις τὴν κοιλίαν, καὶ ὅλος σάρκινος εἷ, δεδουλωμένος τοῖς πάθεσιν, ἄκουε τῆς σοὶ πρεπούσης προσηγορίας ἤν οὐδεὶς ἀνθρώπων ἔθετό σοι, ἀλλ’ αὐτὸς ὁ Κύριος·  Ἄφρων, ταύτῃ τῇ νυκτί τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἅ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ’ ὀλίγον μέλλων ἀνάρπαστος ἄγεσθαι, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω.  Καλὼς σὺ γε ποιῶν, φαίην ἄν ἔγωγε  πρὸς αὐτόν. Ἄξια γὰρ καθαιρέσεως τὰ ταμεῖα τῆς ἀδικίας.  Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσίν, ἅ κακῶς ᾠκοδομησας. Λῦε τὰ σιτοδοχεῖα, ὅθεν πάντως οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοί­χους, δεῖξον ἡλίῳ τὸν εὐρωτι­ῶντα σῖτον, ἐξάγαγε ἐκ φυλα­κῆς τὸν δέσμιον πλοῦ­τον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμμωνᾶ καταγώγια.  Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονος οἰκοδομήσω. Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἆρα διανοηθήση; Ἤ που πάλιν καθαιρέσεις, καὶ πάλιν οἰκοδομήσεις;  Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν, οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν; Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς, τὰς οἰκίας τῶν πενήτων.  Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ.  Τὰ ἐκεῖ ἀποτιθέ­μενα οὐ σῆτες καταβόσκονται, οὐ σηπεδὼν ἐπινέμε­ται, οὐ λησταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις ὅταν τὰς δευτέρας ἀποθήκας πληρώσω. Μερικοὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας. Σκόπει μὴ σε προλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων.  Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητός ἐστιν, ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγ­γέλλῃ γάρ, οὐχ ἵνα δῷης μετὰ ταῦτα, ἀλλ’ ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τι τὸ κωλύον πρὸς τὴν μετάδ­οσιν; Οὐ πάρεστιν ὁ ἐνδεής;  οὐχὶ πλήρεις αἰ ἀποθῆκαι; ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυ­ρής; Ὁ πεινῶν τήκεται· ὁ γυμνητεύτων πήγνυται· ὁ ἀπαιτούμενας ἄγχεται· καὶ σὺ τὴν ἐλεημοσύ­νην εἰς τὴν αὔριον ἀναβάλλῃ; Ἄκου Σολομῶντος· Μὴ εἴπης· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.  Οἵων παραγγε­λμάτων ὑπερρορᾷς, τῇ φιλα­ργυρίᾳ τὰ ᾡτα προαπο­βύσας: Πόσην ἔδει σε χάριν ἔχειν τῷ εὐργέτῃ, καὶ φαιδρὸν εἶναι, καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι καταλαμβάνουσι: Νῦν δὲ κατηφὴς εἷ καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μὴ πού τι καὶ μικρὸν ἀναγκασθῆς τῶν χειρῶν ἐκβαλεῖν. Μίαν οἶδας φωνήν·  Οὐκ ἔχω·  οὐδὲ δώσω·  πένης γὰρ εἰμι.  Πένης εἷ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης φιλα­νθρωπίας, πένης πίστεως  εἰς Θεόν, πένης ἐλπίδος αἰωνίου.  Συμμεριστὰς ποίησον τῶν σίτων τοὺς ἀδελφούς· τὸ αὔρι­ον σηπόμενον σήμερον μετά­δος τῷ δεομένῳ. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθειρομένων μεταδιδόναι τοῖς ἐνδεέσιν.

7.Τίνα, φησίν, ἀδικῶ συνέχων τὰ ἑμαυτοῦ; Ποῖα, εἰπὲ μοι, σαυτοῦ; Πόθεν λαβὼν εἰς τὸν βίον εἰσηνέγκας; Ὥσπερ ἄν εἴ τις, ἐὰν θεάτρῳ θέαν καταλαβών, εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι: Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν. Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κοιμιζόμενος, τὸ περιττὸν τῷ δεομένῳ, οὐδεὶς μὲν ἄν ἦν πλούσιος, οὐδεὶς δὲ ἐνδεὴς. Οὐχί γυμνὸς ἐξέπεσες τῆς γαστρὸς; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέψεις; Τὰ δὲ παρόντα σο πόθεν; Εἰ μὲν ἀπὸ ταὐτομάτον λέγεις, ἄθεος εἷ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι’ ὅν ἔλαβες; Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τὶ σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἤ πάντως, ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν ὑποδείξῃ κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ δέ, πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαβών, οὐδένα οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ. Τίς γέ ἐστιν ὁ ἀποστερητής; Ὁ ἀφαιρούμενος τὰ ἑκάστου.  Σὺ δὲ οὐ πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἅ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος. Ἤ ὁ μὲν ἐνδεδυμένων ἀπογυμνῶν λωποδύτης ὀνομασθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων, δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ ἄρτος, ὅν σὺ κατέχεις·  τοῦ γυμνηνεύοντος τὸ ἱμάτιον, ὅ σὺ φυλάσσεις ἐν ἀποθήκαις·  τοῦ ἀνυποδήτου τὸ ὑπόδημα, ὅ παρὰ σοὶ κατασήπεται·  τοῦ χρήζοντος τὸ ἀργύριον, ὅ κατορύξας ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις παρέχεις ἐδύνασο.

8.Καλοὶ μὲν φησίν, οἱ λόγοι, ἀλλὰ καλλίων ὁ χρυσός. Ὥσπερ οἱ τοῖς ἀκολάστοις περὶ σωφροσύνης διαλεγόμενοι.  Καὶ γὰρ ἐκεῖνοι, διαβαλλομένης τῆς ἑταίρας, ἀπὸ τῆς ὑπομνήσεως πρὸς τὰς ἐπιθυμίας ἐκκαίονται.   

Πῶς σοι ὑπ’ ὄψιν τὰ πάθη τοῦ πένητος ἀγάγω, ἵνα γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ θησαυρίζεις; 

Ὤ πόσον ἄξιόν σοι φανεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ρῆμα ἐκεῖνο·  Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.  Ἐπείνασα γάρ, καὶ ἐδωκατέ μοι φαγεῖν, ἐδίψασα, καὶ ἐποτίσατέ με·  γυμνὸς ἤμην, καὶ περιεβάλετέ με.   

Ποταπὴ δὲ φρίκη, καὶ ἱδρὼς, καὶ σκότος περιχυθήσεται· ἀκούοντι τῆς καταδίκης·  Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.  Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν·  ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ οὐ περιεβαλετέ με.  Οὐδὲ γὰρ ἐκεῖ ὁ ἅρπαξ ἐγκαλεῖται, ἀλλ’ ὁ ἀκοινώνητος κατακρίνεται. Ἐγὼ μὲν εἶπον, ἅ συμφέρειν ἐνόμιζον, σοὶ δὲ πεισθέντι μὲν πρόδηλα τὰ ἐν ἐπαγγελίαις ἀποκείμενα ἀγαθά·  παρακούσαντι δὲ γεγραμμένη ἐστὶν ἡ ἀπειλή, ἦς εὐχομαί σε τὴν πεῖραν διαφυγεῖν, βελτίονα γνώμην μεταβάλοντα, ἵνα λύτρον σοι γένηται ὁ ἴδιος πλοῦτος, καὶ ἐφ’ ἕτοιμα βαδίσῃς τὰ οὐράνια ἀγαθὰ χάριτι τοῦ πάντας ἡμᾶς καλέσαντος εἰς τὴν ἑαυτοῦ βασιλειαν ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν.  

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images