Ὁ Χ ρ ι σ τ ι α ν ό ς
Τοῦ Μητροπολίτου Καισαριανῆς, Βύρωνος καί Ὑμηττοῦ
Δ α ν ι ή λ
1.Τό περπάτημά του
- Περιπατεῖ ἐν τῷ φωτί
«Ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων, καὶ τὸ αἷμα ᾿Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας» (Α΄ Ἰωάννου α΄, 7)
- Περιπατεῖ ἐν ἀγάπῃ
«Καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας» (Πρός Ἐφεσίους ε΄, 2)
- Περιπατεῖ ἐν Πνεύματι
«Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. » (Πρός Γαλάτας ε΄, 16)
- Περιπατεῖ ἐν ἀληθείᾳ
«Μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα» (Γ΄ Ἰωάννου 4)
- Περιπατεῖ εἰς ἔργα καλά
«Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν» (Πρός Ἐφεσίους β΄, 10)
- Περιπατεῖ ἐν σοφίᾳ
«Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι» (Πρός Κολοσσαεῖς δ΄, 5)
- Περιπατεῖ ἐξαγοραζόμενος τόν καιρόν
«Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι» (Πρός Ἐφεσίους ε΄, 16)
- Ἡ Ταυτότητά του.
- Νέον κτῖσμα, διά τῆς ἀναγεννήσεως
«Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα » (Β΄ Πρός Κορινθίους ε΄, 17)
- Τέκνον Θεοῦ, διά τῆς υἱοθεσίας
« Σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν» (Πρός Ρωμαίους γ΄, 16)
- Υἱός τοῦ Θεοῦ, διά τοῦ χωρισμοῦ ἀπό τόν κόσμο
«Καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ» (Β΄ Πρός Κορινθίους στ΄, 18)
- Κληρονόμος τοῦ Θεοῦ, διά τοῦ Χριστοῦ
« Εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν» (Πρός Ρωμαίους η΄, 17)
- Ἅγιος, διά τῆς συμπεριφορᾶς του
«Πᾶσι τοῖς οὖσιν ἐν Ρώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.» (Πρός Ρωμαίους α΄, 7)
- Πιστός, διά τῆς πίστεώς του
«Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν» (Πράξεων ε΄, 14)
- Ἀδελφός, διά τῆς ἀγάπης του
«Οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ» (Πρός Φιλήμονα 16)
- Ὑπηρέτης, διά τῆς ὑπηρεσίας του
«Ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν» (Ἰωάννου ιε΄, 14)
- Μάρτυς, διά τῆς μαρτυρίας του
«Ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ῾Αγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς» (Πράξεων α΄, 8)
- Κλάδος, διά τῆς καρποφορίας του
«Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν» (Ἰωάννου ιε΄, 5)
- Ναός, διά τοῦ ἐνοικοῦντος Πνεύματος
« Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός» (Β΄ Πρός Κορινθίους στ΄, 16)
- Ἀποδημητής, μή ἀνήκων σ’ αὐτόν τόν κόσμο
«Ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ᾿ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν» (Α΄ Πέτρου β΄, 11)
- Οἰκονόμος, διά τῆς πιστότητός του
«Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ·» (Α΄ Πέτρου δ΄, 10)
- Ζωντανός Λίθος, ἐπί τοῦ θεμελίου
«Καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ ᾿Ιησοῦ Χριστοῦ» (Α΄ Πέτρου β΄, 5)
- Ἱερεύς, διά τῆς λατρείας του
«Καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ ᾿Ιησοῦ Χριστοῦ· ...ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς» (Α΄ Πέτρου β΄, 5,9)
- Χριστιανός, διά τῆς ὁμολογίας του
«Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι» (Α΄ Πέτρου δ΄, 6)
- Τά γνωρίσματά του
- Στήν Πίστη, Πιστός τοῦ Χριστοῦ
«Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται» (Μάρκου ιστ΄, 16 )
- Στήν γνώση, Μαθητής
«῎Ελεγεν οὖν ὁ ᾿Ιησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ ᾿Ιουδαίους· ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε» (Ἰωάννου η΄, 31)
- Στόν χαρακτῆρα, Ἅγιος
«Πᾶσι τοῖς οὖσιν ἐν Ρώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ» (Πρός Ρωμαίους α΄, 7)
- Στήν Ἐπιρροή, Φῶς
«῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· » (Ματθαίου ε΄, 14)
- Στή Μάχη, Στρατιώτης
«Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ. » (Β΄Πρός Τιμόθεον β΄, 3)
- Στίς Σχέσεις, Φίλος
«Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν» (Ἰωάννου ιε΄, 5)
- Στήν πορεία, Ἀποδημητής
«Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς» (Πρός Ἑβραίους ια΄, 13)
- Στήν Συγγένεια, Υἱός
«Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ» (Πρός Ρωμαίους η΄, 16)
- Στήν προσδοκία, Κληρονόμος
«εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν.» (Πρός Ρωμαίους η΄, 17)
- Ὁ Χαρακτῆρας του
- Ὁ Χριστιανός εἶναι ἕνας ἄνθρωπος, πού ἔχει ἀναγεννηθῆ
«Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· » (Α΄ Πέτρου α΄, 23)
- Ὁ Χριστιανός εἶναι ἕνας ἄνθρωπος, πού δέν ἐπιζητεῖ τήν σωτηρία διά τῶν ἔργων
«Οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. » (Πρός Ἐφεσίους β΄, 9)
Καί «Καθάπερ καὶ Δαυῒδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ Θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων» (Πρός Ρωμαίους δ΄, 6)
- Ὁ Χριστιανός εἶναι ἕνας ἄνθρωπος, πού δείχνει διά τῶν ἔργων του ὅτι ἔχει λάβει σωτηρία
«Ὅς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων» (Πρός Τίτον β΄, 14)
- Ὁ Χριστιανός εἶναι ἕνας ἄνθρωπος, πού χτίζει σέ βέβαιο θεμέλιο
«Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ᾿Ιησοῦς Χριστός» (Α΄ Πρός Κορινθίους γ΄, 11)
- Ὁ Χριστιανός εἶναι ἕνας ἄνθρωπος, πού ὁμολογεῖ τόν Χριστό στό περιβάλλον του
«Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν» (Πρός Ρωμαίους ι΄, 10)
- Ὁ Χριστιανός εἶναι ἕνας ἄνθρωπος, πού ὑπηρετεῖ τόν Κύριο Ἰησοῦ Χριστό καί προσδοκᾶ τήν ἔλευσή Του
«Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, ᾿Ιησοῦν τὸν ρυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης» (Α΄Πρός Θεσσαλονικεῖς α΄, 9-10)
- Ὁ Χριστιανός εἶναι ἕνας ἄνθρωπος, πού φέρνει τό ἄγγελμα τῆς σωτηρίας στούς ἄλλους καί τούς παρακαλεῖ, λέγοντας
«Ὑπὲρ τοῦ Χριστοῦ εἶμαι πρέσβυς, ὡς ὁ Θεός νά σᾶς παρακαλοῦσε δι’ ἐμοῦ»
«῾Υπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ» (Β΄ Πρός Κορινθίους ε΄, 20)
- Οἱ ἰδιότητές του
- Υἱοί, γιά νά ἀγαποῦμε
«Ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν» (Α΄ Ἰωάννου ε΄, 2)
«Ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,» (Πρός Κολοσσαεῖς α΄, 4)
- Ὑπηρέτες, γιά νά ὑπακοῦμε
«Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον» (Β΄Πρός Τιμόθεον β΄, 24)
«Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον» (Πρός Ρωμαίους στ΄, 22)
- Στρατιῶτες, γιά νά μαχώμεθα
«Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ» (Β΄ Πρός Τιμόθεον β΄, 3)
«Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν καὶ ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων» (Α΄ Πρός Τιμόθεον στ΄, 12)
- Οἰκονόμοι, γιά νά διαχειριζώμαστε
«Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ» (Πρός Τίτον α΄, 7)
«Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπε πρὸς αὐτούς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι» (Λουκᾶ ιθ΄, 13)