Πέμπτη, 21 Νοεμβρίου 2024

Θεοφάνους Κεραμέως

(ΟΜΙΛΙΑ ΙΒ-Κυριακή Ι΄ Λουκᾶ)

Πε­ρ τς ­χου­σης πνε­μα ­σθε­νεί­ας

( J.P.Migne – Patrologia Graeca , t. 132, 303C-332B)

 

Oἱ κη­φῆ­νες εἶδός ἐ­στι μελ­λισ­σῶν ἀρ­γόν τε καὶ ἄ­χρη­στον. Οὗ­τοι γο­ῦν ὁπη­νί­κα τάς με­λίσ­σας θε­άσαιν­το τῶν­ σίμ­βλων ἀ­φι­πτα­μένας, καί πρός λει­μῶ­νας χω­ρού­σας, καὶ δρε­πο­μέ­νας τῶν ἀν­θέ­ων τό λε­πτῶν, καὶ χνο­ῶ­δες τῆς ἐν τῷ μέσῳ κό­μης ἐ­κτι­να­χθέν, ἐξ οὗ κη­ρο­πλα­στο­ῦ­σι τοῦ μέ­λι­τος τὴν γλυ­κύ­τη­τα, τη­νικαῦ­τα οἱ κη­φῆ­νες οὗτοι λη­στρι­κῶς, μᾶλ­λον δὲ δί­κην κλεπτῶν εἰ­σπη­δή­σαν­τες, καὶ πρός τὰ σίμ­βλα χωρή­σαν­τες τῶν με­λιτ­τῶν τὴν γε­ωρ­γί­αν ἁρ­πα­λεέως κα­τέ­δου­σιν· ὅτε  δὲ τάς με­λίσ­σας ὑ­πο­νο­στού­σας αἴ­σθοιν­το, φεύ­γου­σιν ἀ­με­τα­στρε­πτῖ, εἰς ἄ­μυ­ναν ἐλ­θε­ῖν οὐ δυ­νά­με­νοι. Τοι­οῦ­τοι τῆς Ἐκ­κλη­σί­ας οἱ λυ­μαν­τῆ­ρες, καὶ τῶν αὐ­τῆς πραγ­μά­των οἱ ἅρ­πα­γες ἐ­πι­τη­ρο­ῦ­σι τὴν ἡ­μῶν ὑ­πο­χώ­ρη­σιν, εἶ­τα εἰ­σπη­δῶν­τες, τοῖς μὲν ἐκ­κλη­σι­α­στι­κοὺς λυ­μαί­νον­ται πράγ­μα­σιν. Ἡ­μῶν δὲ τὴν κα­τὰ στό­μα πα­ρά­τα­ξιν δε­διτ­τό­με­νοι, λό­χοις καί ἐνέ­δραις κα­τα­στρα­τη­γε­ῖν ἡ­μᾶς δο­κι­μὰ-ζοὖυσι, πο­τὲ μὲν τὴν αὐλήν Κα­ϊ­ά­φα ποι­οῦν­τες συ­νὲδρι­ον, πο­τὲ δὲ εἰς τό τοῦ Προ­δρό­μου εὐ­κτή­ρι­ου  συ­νι­στάν­τες δειν­όν βου­λευ­τή­ρι­ον, καί ποιοῦντες τό βα­πτι­στή­ρι­ον ἐ­πι­βου­λευ­τή­ρι­ον. Ἵ­να τὶ γέ­νη­ται; Ἵνα ἐξω­θῇ μὲν ὁ Ἰ­σα­άκ, ἀν­τει­σα­χθῇ δὲ ὁ Ἰ­σμα­ήλ. Ἀλλ’ ἐ­κεῖ­νοι μὲν φεύ­γου­σιν, ὡς ὁρᾶ­τε, τάς ἀ­κρωρεί­ας ἐ­πι­τη­ρο­ῦν­τες, καὶ τὰ τῶν προ­βά­των ἐφέλκον­τες ἀσθε­νέ­στε­ρα, βύ­ον­τες ὡ­σεί ἀσπίς τὰ ὦ­τα, πρός τὴν πα­ραί­νε­σιν. Ἡ­μεῖς δέ, ὢ κλῆ­ρος ἐμ­ός, τάς αὐ­τῶν ὁρμάς ἐκ­κλί­νον­τες φέ­ρε πά­λιν τῶν Ἱ­ε­ρῶν τοῦ Εὐ­αγ­γε­λί­ου λό­γων ἀ­κού­σω­μεν·

Τῷ καιρῶ ἐκείνῳ ἦν δι­δά­σκων ὁ Ἰ­η­σοῦς ἐν μίᾳ τῶν συ­να­γω­γῶν, ἐν το­ῖς Σάβ­βα­σι, καὶ ἰδού γυ­νὴ πνεῦ­μα ἔ­χου­σα ἀ­σθε­νεί­ας ἔ­τη δέ­κα καὶ ὀ­κτώ, καί ἦν συγ­κύ­πτου­σα. Εἴ­θι­στο τῷ Σω­τή­ρι ἐν τοῖς Σάββα­σι μά­λι­στα τὰ πολ­λὰ τῶν θε­ο­ση­μεί­ων ἐ­πι­τε­λε­ῖν, καὶ τό με­λι­χρόν τῆς δι­δα­σκα­λί­ας νά­μα προ­χέειν ἐν ταῖς συ­να­γω­γαῖς · ἐν ταύ­ταις γὰρ μᾶλ­λον ὁ λαός συ­να­γει­ρό­με­νος ἦν. Ἀμεέλει, καὶ τόν ἔ­χον­τα τὴν ξηράν χεῖ­ρα, καὶ τόν ἐν τῇ στοᾷ τοῦ Σο­λο­μῶν­τος πα­ράλυ­τον, καί τόν ἐκ γε­νε­τῆς τυ­φλόν, καί ταυ­τηνί τὴν συγ­κύ­πτου­σαν ἐν τῷ Σαβ­βά­τῳ ἰ­ά­σα­το · ἔργῳ μὲν ἑρ­μη­νεύ­ων τοῦ Σαβ­βά­του τὴν κλῆ­σιν, πα­ρεῖ­χε ταῖς νό­σοις σαβ­βα­τι­σμ­όν, καί κα­τά­παυ­σιν τοῖς ὑπ' αὐ­τῶν ὀ­χλού­με­νοις διδούς, καὶ τάς μὲν ψυ­χὰς τῇ ἀ­ρι­πρε­πεῖ δι­δα­σκα­λί­α ῥων­νύς, τὰ δὲ σώ­μα­τα τῶν ἐ­νο­χλούν­των ἀ­παλ­λάτ­των πα­θῶν. Δεί­κνυ­σί γε μὴν καί τοὺς τὸν νό­μου ἐ­ξη­γη­τὰς Φα­ρι­σαί­ους καὶ Γραμ­μα­τεῖς ἀ­σύ­νε­τους τη­ρο­ῦν­τας τὴν τοῦ Σαβ­βά­του ἀ­κρί­βει­αν. Εἴση δὲ το­ῦ­το σα­φέ­στε­ρον, ἐρεί­σας τόν νοῦν εἰς τό τῆς ἀ­ναγνώ­σε­ως ταύ­της ἀ­κρο­τε­λεύ­τι­ον, ἐν ὧ πρός τόν ἀρ­χισυ­νά­γω­γον ὁ Σω­τὴρ δι­ε­λέ­ξα­το. Νῦν δὲ τόν λό­γον ἀ­να­λά­βω­μεν ἄ­νω­θεν. Καί ἰδοῦ γυ­νὴ ἦν πνεῦ­μα ἔ­χου­σα ἀ­σθε­νεί­ας. » Ἰδο­ῦ εἶ­σιν οἱ τῆς ἐκ δαι­μό­νων πα­ρά­φο­ρος πε­ρι­ό­δους σε­λή­νης, καί ζέ­σιν, καί ὑ­περό­πτη­σιν αἵ­μα­τος, καί ὕ­λης πλε­ο­να­σμόν αἰ­τι­ώ­με­νοι. Καὶ δι­ὰ τοῦ­το τόν τῆς ἀ­λη­θεί­ας λό­γον κα­τα­σπα­ράσσον­τες; Ἰδού γὰρ καί τό κε­κυ­φέ­ναι τό γύ­ναι­ον, καί νε­νευ­κέ­ναι πρός γῆν, ὡς ἐκ δαι­μο­νι­κῆς ἐ­νερ­γεί­ας συμ­βάν, πνεῦ­μα ἀ­σθε­νεί­ας ὀ­νο­μά­ζει τό Εὐ­αγ­γέ­λι­ον. Ὁ γὰρ μέ­γας εὐ­αγ­γε­λι­στὴς οὗ­τος Λου­κᾶς, ἅ­τε ταῖς ἰα­τρι­καῖς βί­βλοις ὡ­μι­λη­κώς, καί τὴν τῶν φυ­σι­κῶν δό­ξαν οὐκ ἀγνο­ῶν, ἐ­πα­νορ­θο­ῦ­ται τὴν ἐ­κεί­νων ὑπόληψιν ὡς ἂν μὴ ἔ­χοι­εν αἰ­τι­ᾶ­σθαι νευ­ρῶν νάρ­κω­σιν. Καί σπον­δύ­λων δι­ά­λυ­σῃ, καί ὅσα φυ­σι­ο­λο­γεῖν εἴθι-σται τοῖς μὴ πλέ­ον τῶν ἐν αἰσθήσει προσέ­χου­σι· Τα­ῦ­τα δὲ λέ­γω οὐκ ἀναι­ρῶν τὴν αἰ­τί­αν τῆς φύ­σε­ως. Καί γὰρ ἡ φύ­σις ἁ­μαρ­τά­νει ὡς τὰ πολ­λὰ · ἤ πό­θεν οἱ πε­ριτ­τοὶ τί­νες ἐ­πι­γί­νον­ται δά­κτυ­λοι, ἡ με­λῶν ἔλ­λει­ψις, ἡ πή­ρω­σις ὀ­φθαλ­μῶν ἐξ αὐ­τῆς τῆς γεν­νή­σε­ως; Διό καί πα­τέ­ρας τῆς τι­κτο­μέ­νων ἀ­σθε­νεί­ας πολ­λά­κις αἰ­τι­α­τέον, μέ­θη καί ἀ­κο­λα­σί­α ποι­οῦν­τες ἐ­ξί­τη­λα τὰ σπει­ρό­με­να. Ἐν­τεῦ­θεν καὶ Μω­ϋ­σῆς τόν τοῦ λε­λω­βη­μέ­νου πα­τέ­ρα κα­τέ­λευ­σεν, ὅτι δι' ἀκρασί­αν τῆς γυ­ναικ­ός τόν κα­θα­ρι­σμόν οὐκ ἀ­νέ­μει­νε. Ὅλην ὅτι καί τα­ῦ­τα οὐκ ἔ­ξω τῆς πάν­τα εὐ­θυ­νού­σης προ­νοί­ας ἐκ­πέ­πτω­κε, μέλ­λου­σαν ἔ­σε­σθαι κα­κί­αν κωλυ­ού­σης πολ­λά­κις δι­ὰ πη­ρώ­σε­ως. Οὐ γὰρ μό­νον ἐν τοῖς σω­μα­τι­κο­ῖς, ἀλ­λὰ κἄν ταῖς ψυ­χα­ῖς τὰ ἐ­ναν­τί­α τῶν ἐ­ναν­τί­ων ἰ­ά­μα­τα. Οἷς δὲ μὴ μέλ­λου­σα κα­κί­α προ­σα­να­στέλ­λε­ται, ἄλ­λοι καυ­τῆ­ρες ἐ­πά­γον­ται, ἤ ἐ­πα­χθή­σον­ται. Καί ἰ­δού γυ­νὴ ἔ­χου­σα πνεῦ­μα ἀ­σθενεί­ας ἔ­τη δέ­κα καί ὀχ­τώ. Ὅ­ρᾳ τοῦ κά­κου τὴν ἐ­πί­τα­σιν, ἐν­νό­η­σον δὲ καί τῆς ἀ­σθε­νεί­ας τό μέ­γε­θος, ἐν πό­σοις ἐ­τῶν πε­ρι­ό­δοις εἰς γῆν ἡ ἀ­θλί­α κέκυ­φε κτη­νηδόν, μή­τε πρός τὰ οὐ­ρά­νι­α κάλ­λη ἐνα­τενί­ζειν ἰσχύ­ου­σα, μή­τε τάς ὄψεις τῶν συ­ναν­τών­των πε­ρι­α­θρεῖν δυ­να­μέ­νη, ἀλ­λὰ μη­νο­ει­δῶς καμ­πομέ­νῃ δί­κην στο­άς, τοῦ δαί­μο­νος οἷα τί­νος μο­λύ­βδι­νου βά­ρους βρί­θον­τος, καί τόν νῶ­τον συγ­κύ­πτον­τος. Ἵ­ε­ται τοί­νυν ἐπί τὴν ἴα­σιν αὐ­τό­μο­λος ὁ Σω­τήρ, ἐκ τῆς ἐνούσης αὐτῷ ἐμ­φύ­του πρός τόν ἄν­θρω­πον γα­λη­νὸ-

τη­τος, ἐ­λε­ή­σας τὴν φύ­σιν παι­ζο­μέ­νην οὕ­τως ὑπό τοῦ δαί­μο­νος, καί φω­νὴν ἐ­πα­φί­η­σι τῆς νό­σου λυ­τή­ρι­ον. Γύ­ναι, ἀ­πο­λέ­λυ­σαι τῆς ἀ­σθε­νεί­ας σου. · Καὶ τῷ λό­γῳ προ­στί­θη­σι τὴν ἁφήν · Ἐ­πέ­θη­κε γάρ, φησίν, ἐπ’ αὐ­τὴ τάς χεῖ­ρας, καί πα­ρα­χρῆ­μα ἀ­νωρ­θώ­θη. Ἄ­θρει δὴ τῆς ψυ­χῆς καί τοῦ σώ­μα­τος τό κα­τάλ­λη­λον φάρ­μα­κον. Ἐ­πει­δὴ γάρ, τῆς ψυ­χῆς ἁ­μαρ­τη­σά­σης, ἐ­δό­θη τῷ Σα­τα­νᾶ τό σῶ­μα πρός κό­λα­σιν, δι­ὰ μὲν τοῦ λό­γου ἀ­πο­λύ­ει τὴν ψυ­χὴν τῆς τῶν ἁ­μαρ­τι­ῶν, δι­ὰ δὲ τῆς θεί­ας ἁ­φῆς ἀ­νορ­θοῖ τό σῶ­μα τῆς εἰς γῆν κα­τα­νεύ­σε­ως. Ἀ­πο­κρι­θεὶς δὲ ὁ ἀρ­χι­συ­νά­γω­γος, ἀ­γα­να­κτῶν ὅτι τῷ Σαβ­βά­τῳ ἐ­θε­ρά­πευ­σεν ὁ Ἰ­η­σοῦς, ἔ­λε­γε τῷ ὄχλῳ· Ἓξ ἡμέ­ραι εἰσίν, ἐν αἷς δεῖ ἐρ­γά­ζε­σθαι · ἐν ταύ­ταις οὖν ἐρ­χό­με­νοι θε­ρα­πεύ­ε­σθε, καὶ μὴ τῇ ἡμέ­ρα τοῦ Σαβ­βά­του, ὡς χα­λεπ­όν πά­θος ὁ φθό­νος, τὴν ψυ­χὴν ὑ­πο­τή­κων τοῦ τρέ­φον­τος, καὶ λα­θεῖν μὴ δυ­νά­με­νος, κἄν πρός ὁλί­γον ὑ­πο­κρι­τικῷ προ­σω­πείῳ κα­λύ­πτοι­το, ὡς πύ­ρ ἐν ἀ­χυύροις κα­λυ­πτό­με­νον δρι­μὺν μὲν τέ­ως κα­πνόν ἀ­να­δί­δω­σιν, εἰ δὲ τί­νος τύ­χοι δι­ὰ πνο­ῆς, τό­τε ἀναρριπίζει τὴν φλό­γα εἰς τοὐμ­φα­νές * τοι­οῦ­τον τὶ συ­νέ­βη καί περί τόν ἀ­πό­πλη­κτον τοῦ­τον ἄρ­χι­συνά­γω­γον ὅς, τοῦ Κυ­ρί­ου δι­δά­σκον­τος, ὤ­δι­νε μὲν ἐν ἀ­πο­ρρή­τοις τόν φθ­ό­νον, κα­τεῖ­χε δὲ μό­λις μη­δε­μί­αν εὑρί­σκων λα­βήν. Τό δὲ πα­ρά­δο­ξου θαῦ­μα τε­θε­α­κώς, διαρρήσ­σει τὴν ἐν­δο­μύ­χουσαν κα­κί­αν, καὶ εἰς φῶς προ­σά­γει τοῦ φθό­νου τό ἀμ­βλω­θρί­δι­ον. Ἀφείς γὰρ θαυ­μά­ζειν, τήν τοῦ νό­μου πα­ρά­βα­σιν δῆ­θεν προ­βάλ­λε­ται, οὐ τό Σάβ­βα­τον μᾶλ­λον τι­μῶν, ἤ τοῖς θε­ραπευ­ο­μέ­νοις ἐ­πι­φθο­νῶν. Ἀλλ’ ἀ­νε­πι­κού­ρη­τον ἀεί τό ψεῦ­δος ἀφ' ἑ­αυ­τοῦ, ῥᾶστᾳ πα­ρὰ τῶν σω­φρό­νων διε­λεγ­χό­με­νον. Ὁ μὲν γὰρ δὲ δυ­σφο­ρη­κὼς ἀναι­σχυν­τεῖ προ­φα­νῶς, καί τῷ θαύ­μα­τι ἀν­τε­ξά­γει τῆς ἑ­αυ­τοῦ βα­σκα­νί­ας τὴν ἔν­δει­ξιν, δι­α­λέ­λη­θε δὲ καθ’ ἑ­αυ­τοῦ κινή­σας τόν ἔ­λεγ­χον. Τὶ γὰρ πρός αὐτόν ὁ Σω­τὴρ ; Ὑ­πο­κρι­τά, ἕ­κα­στος ὑ­μῶν ἐν τῷ Σαβ­βὰτῷ οὐ λύ­ει τόν βοῦν αὐ­τοῦ καὶ τόν ὄνον ἀπό τῆς φάτ­νης, καί ἀ­πα­γα­γὼν πο­τί­ζει; Δεί­κνυ­σι μὲν οὖν αὐτόν οἷ­ον λε­λυτ­τηκ­ότα τῷ φθόνῳ · ἀ­να­κα­λύ­πτει δὲ δι­α­λευ­καίνων τοῦ νόμου τό βού­λη­μα, καὶ πεί­θων πρός τό πνεῦ­μα χει­ρα­γω­γεί­σθαι ὑπό τοῦ γράμ­μα­τος. Ἀ­πεί­πα­το μὲν γὰρ ὁ νόμος τῷ Σαβ­βάτῳ χει­ρο­νε­κτεῖν, ἥ­κι­στα δέ κω­λύ­ει εὐ­ερ­γε­τεῖν, ἀλ­λὰ δὴ καί αὐ­τὴ τῶν πρά­ξε­ων ἡ σχο­λὴ νο­ου­μέ­νων ἦν φυ­λα­κή. Ὅτι ­δὲ ταυτί ἀ­λη­θῆ, ὁ λόγος δεί­ξει ἀ­μο­γη­τί. Ἐ­πι­τάτ­τει ὁ νόμος ἐν Σαβ­βάτῳ μὴ αἴρειν βά­σταγ­μα, καὶ πῦρ μὴ καί­ειν, καὶ ἀπό τοῦ τό­που αὐ­τοῦ μὴ ἐ­ξέρ­χε­σθαι. Ὁ τοί­νυν ἐκλαμ­βά­νων τα­ῦ­τα σω­μα­τι­κῶς τῇ τοῦ νό­μου κα­τά­ρᾳ ὑ­πόδι­κος γί­νε­ται. Τό γὰρ μὴ κι­νεῖ­σθαι ἀπό τοῦ τό­που, ἀ­μή­χα­νον καί πᾶν τό ἐ­παι­ρό­με­νον βά­σταγ­μα ἐστι, κἄν ἄρ­τος ἦ, κἄν ἱ­μά­τι­ον. Ἀλλ’ ὁ νό­μος δι­ὰ τοῦ σαβ­βα­τι­σμοῦ τὴν ἐν τῷ κακῷ ἀ­πρα­ξί­αν νο­μο­θε­τεῖ. Καὶ μή­τε τῷ βά­ρει τῆς ἁ­μαρ­τί­ας κα­τα­φορ­τιίζε­σθ­αι, το­ῦ­το γάρ ἐ­στι τό μὴ αἴρειν βά­σταγ­μα · μή­τε τῆς ἐν θεῷ μο­νῆς ἀ­φί­στα­σθαι, ὅπερ ἐ­στι τό μὴ ἀ­πό τοῦ τό­που αὐτο­ῦ ἐ­ξέρ­χε­σθαι,  μή­τε τοῦ θυ­μοῦ καὶ τῆς φαύ­λης ἐ­πι­θυ­μί­ας ἀ­να­φλέ­γειν τό πῦρ. Ἀλ­λὰ καί τόκ κα­τα­λευ­σθῆναι τόν κα­τὰ τό Σάβ­βα­τον φρυ­γα­νι­ζό­μενον, οὕ­τω προ­σή­κει νο­εῖν, ὡς δεῖ τούς Ἀ­ναι­ρε­τι­κούς τῆς κα­κί­ας λο­γι­σμοὺς σφεν­δο­νῶν κα­τὰ τοῦ συλ­λέ­γοντος τῆς ἁ­μαρ­τί­ας τὰ φρύ­γα­να, ἅ­περ ὁ Ἀ­πό­στο­λος ξύ­λα, καί χόρ­τον, καὶ κα­λά­μην ὠ­νό­μα­σεν. Οἱ δὲ Ἰ­ου­δαῖ­οι οὐκ ὀρ­θῶς, οὐ­δὲ πε­φρον­τι­σμέ­νως, ἀλ­λὰ σωμα­τικχῶς σαββ­ατί­ζον­τες, καὶ δι­ὰ τῆς ἀ­πρα­ξί­ας τιμῶν­τες τό Σάβ­βα­τον, τῇ κτί­σει λα­τρεύ­ου­σιν, ὡς τούς γέ σω­μα­τι­κῶς σαβ­βα­τί­ζον­τας προ­φη­τι­κῇ τα­λα­νίζει φω­ν «Οὐαί λέ­γου­σα, οἱ ἐ­φα­πτό­με­νοι Σαβ­βά­των ψευ­δῶν ! » Ὁ γὰρ τοί­νυν νό­μος καί τοῖς Σαββά­σι δι­δά­σκει μη­δὲ τόν βο­ῦν, ἤ τόν ὄνον πα­ρι­δεῖν ἀ­τη­μέ­λη­τον, ἀλ­λὰ καί ψυ­χὰς οἰκτεί­ρειν κτη­νῶν» ὡς τό λό­γι­ον πλὴν ἀλλ' ἐ­πει­δὴ πε­ρὶ βο­ῶν οὐ μέ­λει τῷ θεῷ, ὡς Παῦ­λος δο­κεῖ τῷ ἀ­κρι­βεῖ τοῦ νό­μου ἐ­ξη­γη­τή, βοῦν καί ὄνον λυ­όμε­νον προ­σή­κει τούς ἐξ Ἑ­βραί­ων. καὶ τούς ἐξ ἐ­θνῶν ἐκ­δουλ­εύ­ον­τας, οὗς κα­τὰ τι­νὰ χρό­νων ἑ­βδο­μα­δι­κήν πε­ρί­ο­δον ἐκέ­λευ­σεν ἡ νο­μο­θε­σί­α ἐ­λευ­θε­ρο­ῦν, ὡς ἡ τοῦ Δευ­τε­ρο­νο­μί­ου βί­βλος δι­έ­ξει­σι. Τόν μὲν οὖν Ἑ­βραῖ­ον, βοῦν ὀ­νο­μά­ζει, ὡς κα­θαρόν ὄνῳ δὲ ἀ­φο­μοι­οῖ τόν ἐθνικ­όν, ὡς ἀ­κά­θαρτον, οὗς προσ­ή­κει ἐν τοῖς ὁ­ρι­σμέ­νοις σαβ­βα­τι­σμοῖς λύ­ειν ἀπό τοῦ δε­σμοῦ τῆς δου­λι­κῆς φάτ­νης, καί τό πό­μα τῆς ἐ­λευ­θε­ρί­ας χα­ρί­ζε­σθαι. Αἰ­τί­αν δὲ τῆς νό­σου τῆς γυν­αικ­ός λέ­γει τόν Σατα­νᾶν· Ταύ­την γάρ, φη­σί, θυ­γα­τέ­ρα οὖ­σαν Ἀ­βρα­άμ, οὐκ ἔ­δει λυ­θῆ­ναι ἀπό τοῦ δε­σμοῦ τού­του τῇ ἡμέ­ρα τοῦ Σαβ­βά­του». Ἐν τῷ δει­κτι­κῶς εἰ­πεῖν τού­του, δα­κτύ­λῳ δεί­κνυ­σι τρό­πον τι­νὰ τόν πε­δή­σαν­τα δαί­μο­να, ὥ­σπερ τοῖς μαθη­ταῖς ἐδεί­κνυ τό σε­λη­ναῖ­ον ἐ­κεῖ­νο δαι­μό­νι­ον. λέ­γων «Ἐ­ρεῖ­τε τῷ ὄρει τούτῳ· Ἄρ­θη­τι καί βλή­θη­τι εἰς τὴν θά­λασ­σαν. Τό δέ, τῇ ἡ­μέ­ρα τοῦ Σαβ­βά­του, ἐν τῇ ἐ­μῇ ἐ­ναν­θρω­πήσει, φησί, καθ’ ἥν ἥ­κω σαβ­βα­τι-σμόν τῶν πα­θῶν ἐρ­γα­σό­με­νος. Ταῦ­τα λέ­γον­τος αὐ­το­ῦ, κα­τη­σχύ­νον­το πάν­τες οἱ ἀντικεί­με­νοι, φα­νε­ρῶς οἱ Φα­ρι­σαῖ­οι, καὶ Γραμ­ματεῖς κα­τη­σχύ­νον­το ἐ­λεγ­χό­με­νοι, κα­τη­σχύ­νον­το δὲ μᾶλ­λον οἱ ἀν­τι­κεί­με­νοι δαί­μο­νες δε­δι­ό­τες τὴν μι­κρόν ὅσον ἐ­σο­μέ­νην σφί­σιν ἀπώ­λει­αν. Ἀλλ’ αὕτη μὲν ἡ σω­ματι­κω­τέ­ρα τοῦ λό­γου δι­ή­γη­σις · χρῇ δὲ πάν­τως καί τό ὠ­φέ­λι­μον αὕτης ἐ­πι­γνῶ­ναι δι­ὰ τῆς ἐν πνεύ­μα­τι θε­ω­ρί­ας. Ἡ μὲν οὖν Συ­να­γω­γὴ τύ­πος ἦν, ὡς ἀ­λη­θῶς, τῆς ὅλης συ­να­γω­γῆς, εἰς ἥν ἐ­πε­δή­μη­σε ὁ κα­τὰ σάρ­κα Χρι­στός.

Τό δὲ Σάβ­βα­τον τοῦ τῆς κα­κί­ας σαβ­βα­τι­σμο­ῦ, ὅν ἐ­ναν­θρω­πηήσας εἰρ­γά­σατο. Ὁ δὲ ἀρ­χι­συ­νά­γω­γος τοὺς Ἱ­ε­ρεῖς καί Γραμ­μα­τεῖς καί Φα­ρι­σαί­ους ὑ­πέ­γρα­ψε, τοὺς κα­τὰ Χρίιστοῦ, καὶ τῶν ἐ­κεί­νου θαυ­μά­των λυτ­τήσαν­τας, καὶ ὡς βε­βη­λοῦν­τος τό σάβ­βα­τον, καί κα­τα­λύσαντος τόν νόμον τοῦ­τον κα­τη­γο­ρή­σαν­τας. Ἡ δὲ κα­τὰ πά­ρο­δ­ον γε­νο­μέ­νη τῆς συγ­κυ­πτού­σης θε­ρα­πεί­α τῆς ἐξ ἐ­θνῶν Ἐκ­κλη­σί­ας τὴν σω­τη­ρί­αν εἰ­κό­νι­ζεν ἀ­νορ­θω­θείση­ς ἐκ τῆς πρός τὰ εἴ­δω­λα κα­τα­πτω­α­ε­ως. Ἀλ­λά καὶ ὁ τῆς ἀ­σθε­νεί­ας χρό­νος ἀ­ρι­δή­λως δεί­κνυ­σι, περί ἅ ἠ­σθενεῖ τὰ ἔ­θνη πρό τῆς πα­ρου­σί­ας Χρι­στοῦ. Ὁ γὰρ ὀκτώ καί δέ­κα­τος ἀριθμός, πρά­ξε­ως καί Θε­ω­ρί­ας ἐστί σύμ­βο­λον ἡ μὲν γὰρ δε­κὰς τάς ἔν­το­λας ση­μαί­νει τάς πρα­κτι­κάς · ἡ δὲ ὀγδο­ας τῆς παν­σό­φου Θε­ο­λο­γί­ας ἐ­στὶν εἰκών. Ἀμ­φο­τέ­ρω­θεν οὖν τὰ ἔ­θνη ἐ­χώ­λευ­ε ·κα­τὰ μὲν τό σέ­βας, ἀ­θε­ΐαν καί πο­λυ­θε­ΐαν νο­σή­σαν­τα· «κατὰ δὲ τὴν πρά­ξιν, τἀ­ναν­τία­ της ἐ­παι­νου­μέ­νης δεκά­δος δι­α­πρατ­τό­με­να. Kαί οὕ­τω κε­κυ­φό­τα ἦ­σαν ἐν τῇ γῆ χοι­ρηδ­όν ὕ­λη ἐμ­πε­παρ­μένα χα­μαι­ζή­λων κα­κῶν, καί πρός τό κτη­νῶ­δες καὶ τα­πειν­όν ἐ­πι­κύ­πτον­τα. Ἀλλ’ ἦλ­θε θεός οἰκεί­οις σπλάγ­χνοις ἐ­πι­καμ­φθείς, καί γε­νό­με­νος ἄν­θρω­πος, καί μεί­νας θεός, λύ­ει τὰ ἔ­θνη τῶν τῆς ἀ­σε­βεί­ας δε­σμῶν, καί ἀ­νορ­θοῖ πρός τὴν θεί­αν ἐ­πί­γνω­σιν. Καί τοῦ­το ἡ πνευ­μα­το­κι­θά­ρα ­προ­ΰψαλ­λεν  Κύ­ρι­ος ἀνορ­θοῖ κα­τερραγ­μέ­νους, Κύ­ρι­ος λύ­ει πε­πε­δη­μέ­νους.  Τῷδε λόγῳ καί ἀφῇ θε­ρα­πευθῆ­ναι τὴν πά­σχου­σαν, δη­λω­τικ­όν ἦν τῶν ἐ­πὶ Χρι­στοῦ δύ­ο φύ­σε­ων. Εἰ δὲ καὶ βα­σκαί­νει τῇ θε­ρα­πευ­θεί­σῃ ὁ ἀρ­χι­συ­νά­γω­γος, καί τοῦ­το τῇ θε­ω­ρί­ᾳ ἀ­κό­λου­θον. Οἱ γὰρ Ἰ­ου­δαῖ­οι τῶν ἐκ θε­οῦ δο­θέν­των τοῖς ἔ­θνε­σιν τὴν ἀ­φθο­νί­αν τῶν ἀ­γα­θῶν ὁ­ρῶν­τες βα­σκαί­νου­σι, καί τοῦ­το προ­λέ­γει δι­ὰ Μω­σέ­ως ὁ Οε­ός· Αὐτοί πα­ρε­ζήλω­σαν μὲ ἐπ’ οὐ θεῷ, κἀ­γω πα­ρα­ζη­λώ­σω αὐ­τοὺς ἐ­πὶ ἔθνει ἀ­συ­νέ­τῳ» Ἀ­να­νή­ψω­μεν οὖν, καὶ ἡ­μεῖς τῆς πρός τὰ γή­ι­να κα­τα­πτώ­σε­ως. Ἐ­πά­ρω­μεν εἰς οὐ­ρα­νοὺς τόν τῆς ψυ­χῆς ὀ­φθαλ­μόν, γε­νώ­με­θα ἐν αἰσθή­σει τοῦ πρέ­πον­τος, ἀ­πο­σει­σώ­με­θα τὴν ἀ­χλύν­ τήν ἐ­πι­σκο­τοῦ­σαν ἡ­μῶν τό ἡ­γε­μο­νι­κὸν ἕ­ως πό­τε πρός ἔ­ρεις, καὶ μά­χας, καί ψευ­δορ­κί­ας σχο­λά­σο­μεν; Ἐ­μέ γο­ῦν φρί­κη καί δέ­ος αἴρει δι­ὰ τοὺς συ­νε­χεῖς ὅρκους τοὺς γε­νο­μέ­νους εἰς τὰ κρι­τή­ρι­α · καί ὅπως πρό­κει­ται τό πά­σης αἰ­δοῦς ἄ­ξι­ον Εὐ­αγ­γέ­λι­ον ἐν τῇ τῶν λοι­μῶν κα­θέ­δρα πε­ρι­φρο­νού­με­νον· τό μὲν γὰρ πα­ραι­νεῖ μὴ ὄ­μνυ­ε ἐν ὅλως, οἱ δὲ ἅρ­πα­γες σύ­νερ­γον αὐτό τῆς πλε­ο­νε­ξί­ας λαμ­βά­νου­σιν "οὕ­τω καί τῶν ἀ­πί­στων ἐ­θνῶν εἰσίν ἀ­θλι­ώ­τε­ροι. Κλει­νί­ας τίς Ἕλ­λην ἀνήρ προ­έ­κρι­νε ζη­μί­αν ὑ­πο­στῆ­ναι τα­λάν­των τρι­ῶν, ἤ ὄ­μο­σαι. Καὶ δέ­δω­κε τῷ κα­τη­γό­ρῳ τά­λαν­τα. Καί οὐχ ὅμο­σε · καὶ τα­ῦ­τα μὴ μέλλων ἐ­πι­ορ­κεῖν. Ἆρα οὖν οὐχ ἐσμὲν καὶ τῶν Ἑλ­λή­νων αὐ­τῶν ἀ­θλι­ώ­τε­ροι; Ὁπη­νίκα τις ἀν­τί­δι­κος ὦν ἐ­νορ­κώ­σαι σε βού­λε­ται, καὶ ἀ­εί τί­θη­σιν ἔμ­προ­σθεν τὴν σε­βα­σμί­αν τῶν Εὐ­αγ­γε­λί­ων πυ­κτίδα, ἀ­φείς ὀ­μνύειν, ἀ­νάπτυ­ξον ταύ­την, ἀ­νά­γνω­θι τὶ ὁ Δε­σπό­της δι­α­κε­λεύ­ε­ται. Ἐγώ δὲ λέ­γω ὑ­μῖν, μὴ ὄ­μο­σαι ὅλως, μή­τε ἐν τῷ οὐ­ρα­νῷ, ὅτι θρό­νος ἐστι τοῦ θε­οῦ, μή­τε ἐν Ἱ­ε­ρο­σο­λύ­μοις, ὅτι πό­λις ἐ­στι τοῦ με­γά­λου βα­σι­λέ­ως, μή­τε ἐν τῇ κε­φα­λῇ σου ὁμό­σης, ὅτι οὐ δύ­να­σαι μί­αν τρί­χα λευ­κήν, ἤ μέ­λαι­ναν ποι­ῆ­σαι» φρί­ξον τό ρῆ­μα, φο­βή­θη­τι τό πα­ράγ­γελ­μα. Εἴ­σι­θι πρός τόν ἀ­κρι­βῆ τοῦ Εὐ­αγ­γε­λί­ου σκο­πόν. Οὐ γὰρ ἁ­πλῶς ποι­εῖ­ται τόν οὐραν­όν ἀπόμω­τον · οὐ­δὲ ταύ­την λέ­γει τὴν Ἱ­ε­ρου­σα­λήμ, ἥν πολ­λὰ πολ­λά­κις στρα­τό­πε­δα Περ­σῶν, καὶ Μή­δων, καί Ρω­μαί­ων ἐ­δῄ­ω­σαν, ἀλλ’ οὐ­ραν­όν μὲν τόν νο­ερ­όν αὐτο­ῦ τόν Χε­ρου­βικ­όν θρό­νον κα­λεῖ, Ἱ­ε­ρου­σα­λὴμ δὲ τὴν ἄ­νω τοῦ θε­οῦ μη­τρό­πο­λιν, περί ἧς δε­δ­ο­ξα­σμέ­να ἐ­λα­λή­θη, ὡς ὁ Προ­φή­της φη­σί. Κε­φα­λὴν δέ, ἥν ὀμνύ­ειν ἀ­πεί­πα­το, οὐκ ἄλλην πάν­τως προσὴκει νο­εῖν, ἤ τὴν πάν­των ἡ­μῶν κε­φα­λὴν τόν ταῦ­τα νο­μο­θε­τοῦν­τα Χρι­στόν. Ταύ­της γὰρ τῆς κε­φα­λῆς αἱ τρί­χες οὔ­τε με­λαί­νον­ται οὔ­τε λευ­καί­νον­ται. Ἀ­ναλ­λοί­ω­τος γὰρ ἡ θεί­α φύ­σις, μή­τε με­λαι­νο­μέ­νη μή­τε γη­ρά­σκου­σα. « Ἔ­στω δὲ ὑ­μῖν λό­γος, φη­σί, τό, Ναί, ναί, καὶ τό Οὐ, οὔ. ». Ἀλλ' οὐ πι­στεύ­ει μοι, φησίν, ὁ ἀν­τι­μα­χό­με­νος μοί, βεβαι­ουμέ­νω τοῦ­τον δι­ὰ μό­νου τοῦ Ναί· ἀλλ’ ἐν­νό­η­σον ὅσον τό πα­ρα­βῆ­ναι τὴν ἐν­τολήν, κἄν πάν­τα προ­ῇς τὰ χρή­μα­τα, ἑ­κα­τον­τα­πλα­σι­όνα ἀ­πολαύσης. Ἀλ­λὰ μη­δὲ τοῦ­το ἐν­νο­ή­σῃς ἁ­πλῶς, ἀλ­λὰ ἴσ­θι, ὡς δι­ὰ τοῦ δι­πλοῦ τού­του να­ί, ἡ ὀρθή πί­στις ἡ­μῶν, καὶ ὁ βί­ος ἐν­δεί­κνυ­ται. Ἂν γὰρ ἡ πί­στις τοῖς δόγ­μα­σιν ἐν εἰ­λι­κρί­νει­ᾳ φυ­λάτ­τοι­το, πά­σης δὲ ἀδικίας καί βδε­λυ­ρί­ας κα­θα­ρεύ­ει ὁ βί­ος ἡ­μῶν, τό­τε κατο­ρθοῦ­ται ἡ­μῖν τό εὐ­αγ­γε­λικ­όν, Ναί, ναί, καὶ οὐ­τως ἐ­παι­νε­θή­σε­ται ὁ ὀ­μνύ­ων ἐν αὐτῷ. Ἂν οὕ­τω παιδαγω­γή­σωμεν ἑ­αυ­τοὺς τῷ τῆς ἀ­λη­θεί­ας ἅ­λα­τι τόν λό­γον ἀρ­τύ­ον­τες, οὐ δε­η­σώ­με­θα ὅρκου πρός τό πι­στεύεσθαι, ἀλ­λὰ καί ὁ βί­ος ἡ­μῶν τοῖς λό­γοις συμ­φθέγγοι­το, καί ὁ Δε­σπό­της ἡ­μῶν καὶ Κύ­ρι­ος δι' ἡ­μᾶς δο­ξα­σθή­σε­ται, ὅτι αὐτῷ πρέ­πει πᾶ­σα τι­μή, καὶ δό­ξα εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰώ­νων. Ἀ­μήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images