Τρίτη, 03 Δεκεμβρίου 2024

Θεοφάνους Κεραμέως

       Ὁμιλία ΜΑ΄

«Εἰς τήν Κυριακὴν τῶν ἁγίων πάντων»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 784C-804Α)

Ὁ μὲν καιρὸς πρὸς αὐτὸ τὸ τοῦ ἔαρος ἡμᾶς, ἄγει,  ἀκροτελεύτιον. Ὅτε γὰρ ὁ ἥλιος θερμοτέρας ἡμῖν τὰς τῶν ἀκτίνων βολὰς ὑπαφίησι, καὶ τῶν ἀνθέων τὰ κάλλη τὸν μαρασμὸν ὑπεμφαίνουσιν, ἤδη δὲ καὶ τὰ ἡδύπνοα ἄνθη παρέρχεται· ἀλλὰ διαδέχεται τὸ τούτων κάλλος ἡ τῶν κρίνων εὐπρέπεια· δοκεῖ δὲ μοι τῶν εὐαγγελικῶν ἀναγνωσμάτων ἡ τάξις τῷ καιρῷ συναρμόζεσθαι εἰρμῷ τινι, καὶ ἀκολουθίᾳ τοῖς καιροῖς τὴν διδασκαλίαν συνείρουσα· ἀμέλει τὰς θεολογικὰς τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου φωνὰς, τινα πνευματικὰ ῥόδα τρυγήσαντες, ἐπὶ τὰς κρινωνιὰς τοῦ μεγάλου Ματθαίου σήμερον μεταβαίνομεν τὰ καθαρώτατα κρίνα τῶν χριστολέκτων ῥημάτων, δρεψόμενοι εἰς τὴν ὁμολογίαν αὐτοῦ τοὺς ἀθλητὰς διεγείροντα.

«Εἶπεν ὁ Κύριος· ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ βασιλεὺς πρὸς βάρβαρον ἔθνος καὶ παλαμναῖον παραταττόμενος, καὶ στρατιωτικὸν ἀθροίζει κατάλογον, καὶ ὅπως χρὴ πολεμεῖν ὑποτίθεται, καὶ τὰς δωρεὰς ἐπαγγέλλεται· οὕτω καὶ ὁ Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ὁ βασιλεὺς ἁπάσης τῆς κτίσεως, καταβαλεῖν ἐπειγόμενος τὴν καθʼ ἡμῶν τυραννίδα τοῦ δαίμονος, καὶ πρὸς τὴν νοητὴν ἀλείφων παράταξιν, καὶ διδάσκων, ὅπως χρὴ τοῖς ἐναντίοις συμπλέκεσθαι, τοῖς ὅπλοις τῆς ὁμολογίας περιφράττει τὸ στράτευμα· « Πᾶς ὅστις ὁμολογήσει, λέγων, ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω αὐτὸν κἀγώ. » Οὐκ ἀρκοῦμαι, φησὶ, τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ βούλομαι συμφωνεῖν τοῖς λόγοις τῇ τῆς ψυχῆς ἐλευθερίᾳ. Κοβάλων γὰρ καὶ φενάκων ἀνδρῶν ἕτερα μὲν κρύπτειν ἐν ταῖς φρεσὶ, τἀναντία δὲ τῇ γλώττῃ λαλεῖν. Τῶν δὲ τῆς ἐλευθερίας ἀρχομένων γνώρισμα τὸ παῤῥησιάζεσθαι τὴν ἀλήθειαν. «Ὅστις ὁμολογήσειε ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων.» Οὐ δέχομαι δειλοὺς στρατιώτας τὴν εἰς ἐμὲ πίστιν ψευδομένους τοῖς ῥήμασιν· ὅσοι ποθοῦσι τῶν ἐμῶν γερῶν μετασχεῖν, λαμπραῖς ὁμολογίαις τὴν δεσποτείαν τὴν ἑαυτῶν κηρυττέτωσαν, ἵνʼ οὕτως ἀνδρεῖον ἐνδειξάμενοι «τῆς ὁμολογίας τὸ φρόνημα, λαμπρᾶς καὶ τῆς ἀμοιβῆς ἐπιτύχοιεν. Τίς δὲ αὕτη; «Ὁμολογήσω αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.»

Ἀλλὰ μὴ παραδράμωμεν τὴν ἐν τῷ ῥητῷ φιλοσοφίαν, ἐν μικρῷ ῥήματι ὑψηλὸν ἡμᾶς δόγμα διδάσκουσαν. Διὰ τί γὰρ οὐκ εἶπεν· Ὅστις ὁμολογήσει με ἀλλʼ « Ὅστις ὁμολογήσει ἐν ἐμοί; » Ἐπειδὴ οὐδέν τι τῶν ἀγαθῶν κατορθῶσαι δυνάμεθα, μὴ συνεργοῦσαν ἔχοντες τῆς θείας συμμαχίας τὴν δύναμιν. Ἐπεὶ γοῦν καὶ ἡ τῆς πίστεως ὁμολογία θεῖον ἐστιν ἀγαθὸν, ἵνα μή τις, ὁμολογῶν τὸν Χριστὸν ἐνώπιον βασιλέων καὶ τυράννων, ἴδιον ἡγήσαιτο κατόρθωμα· «Ὅστις φησὶν, ὁμολογήσει ἐν ἐμοὶ,» δεικνύων, ὡς οὐ τῇ ἰδίᾳ δυνάμει, ἀλλὰ τῇ ἄνωθεν χάριτι βοηθούμενος τὴν ὁμολογίαν παῤῥησιάζεται, ὁμολογήσω αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς». Ὦ μακαρίας ἐπαγγελίας! ὤ θείας καὶ θαυμαστῆς ἀμοιβῆς! Τὶς οὗτος ἄξιος εὑρεθείη ὁμολογηθῆναι παρὰ τοῦ Δεσπότου ἔμπροσθεν τοῦΠατρός; Ἄθρει δὲ, ὅπως ὁ Κύριος διὰ ταύτης τῆς ἐπαγγελίας τὸ σαθρὸν ὑπερείδει τῆς φύσεως. Ἐπειδὴ γὰρ ὁ παρὰ τῶν τυράννων τοῖς πιστοῖς ἐπαγόμενος διωγμὸς πολὺ τὸ ἀλγεινὸν ἔχων κατὰ τὴν αἴσθησιν ὄκνον ἔμελλε τοῖς πολλοῖς ἐμποιεῖν, διὰ τοῦτο τοὺς ἀσθενεστέρους ἐνισχύων πρὸς τὴν ὁμολογίαν, δείκνυσιν οἶόν ἐστι τῆς ἀγωνίας τὸ πέρας ὡς ἄν τῇ ἀγαθῇ ταύτῃ ἐλπίδι ἐπερειδόμενοι τὴν πρόσκαιρον τῶν ἀλγεινῶν αἴσθησιν εὐκόλως καταπαλαίσωσι. Διὰ τοῦτο οἱ μάρτυρες πᾶν κολαστήριον εἶδος ὡς ἀφορμὴν καὶ συνεργείαν τῆς ἐπηγγελμένης ταύτης χαρᾶς ἑτοίμως ἐδέξαντο τὸ πῦρ, τὸ ξίφος, τὸν τροχὸν, τὰ ἀρθρέμβολα, τὰς ἐσχάρας, τὰ θηρία, τὰ βάραθρα, τὰς ἐν κρυμῷ πήξεις, τὰς τῶν ὀστέων ἀποσαρκώσεις, τὰς τῶν ὁδόντων ἐκριζώσεις, τὰς ἐν σταυρῷ προσηλώσεις, τὰς ἐκ τοῦ λιμοῦ τηκεδόνας, τὰς τῶν ὀμμάτων ἀποβολὰς, τὰς τῶν μελῶν ἐκκοπὰς, τὰς ἐκ τῶν λίθων βολὰς, ὡς καὶ τῶν κολαζόντων ἐπεύχεσθαι, καὶ τοὺς μιαιφονοῦντας εὐλογίαις ἀμείβεσθαι. Ὁ γὰρ δὴ μέγας Στέφανος τὰς ἀλλεπαλλήλους νιφάδας τῶν λίθων δεχόμενος, μὴ στῆναι τὴν ἁμαρτίαν τοῖς λιθολευστοῦσιν ἐπηύχετο, καὶ ὁμολογήσας ἐνώπιον τοῦ συνεδρίου τὸν Ἰησοῦν, εἶδεν αὐτὸν προ-φανῶς ἀνθομολογοῦντα τὸν ἀθλητὴν ἐνώπιον τοῦ Πατρός. «Εἶδε γὰρ τοὺς οὐρανοὺς ἀνεῳγότας, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ » διὰ τῆς στάσεως τῶν ἀγωνοζομένων τὴν νίκην βραβεύοντα· καὶ οἱ ἀπόστολοι τυπτηθέντες ἐξῆλθον, φησὶ, χαίροντες ἐκ τοῦ συνεδρίου, «Ὅτι ἠξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι.»

«Ὅστις δʼ ἄν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρὸς μου τοῦ ἐν οὐρανοῖς. » Σκόπει δὴ ὅπως ἐν μὲν τῷ ὁμολογῆσαι, ἔθηκε τό· « Ἐν ἐμοί· » ἐν δὲ τῷ ἀρνήσασθαι οὐχ οὕτως, ἀλλʼ· « Ὅστις ἀρνήσεταί με. »Διὰ τί; Ἡ μὲν ὁμολογία οὐκ ἄνευ γίνεται τῆς θείας ῥοπῆς· οὐδὲ γὰρ τῶν εὐκόλων ἐστὶ, μᾶλλον δὲ καὶ καθάπαξ ἀδύνατον τῷ μὴ τῶν κατὰ τὴν ζωὴν ταύτην ἡδέων προτιμήσαντι τὰ μὴ φαινόμενα· τὸ δέ γε ἀρνήσασθαι ἐκ τῆς ἡμῶν ῥᾳθυμίας καὶ τῆς τῶν μελλόντων ἀνελπιστίας γίνεται. Ἀλλʼ ὥσπερ ἐκεῖ μέγα τὸ ἔπαθλον, καὶ κρεῖττον οὐκ ἔστιν εὑρεῖν, οὕτως ἐνταῦθα φοβερὰ ἡ ἀπειλὴ, καὶ φρίκης ἀνάπλεως· τί γὰρ ἄν γένοιτο φρικωδέστερον τοῦ ἀρνηθῆναι ὑπὸ Χριστοῦ, καὶ ἀκοῦσαι· « Οὐκ οἶδα ὑμᾶς; » Τὶ δὲ ἡ τοῦ οὐρανοῦ προσθήκη βούλεται, ἀρκούντως ἴσως τοῦ· «Ὁμολογήσω αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρὸς μου; » Εἴθιστο τῷ Σωτῆρι περὶ τοῦ Πατρὸς ἐκδιδάσκοντι προστιθέναι τῷ λόγῳ· «Τὸν οὐράνιον.» Καὶ γὰρ καὶ ὁπόταν παραινῇ μὴ καταφρονεῖν τῶν δοκούντων εἶναι μικρῶν· « Οἱ ἄγγελοι, φησὶ, διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς μου τοῦ ἐν οὐρανοῖς· » καί· « Γίνεσθε τέλειοι, καθὼς καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τέλειός ἐστι. » Καὶ ὅτε μὴ ἀκαίροις μερίμναις ἐνασχολεῖσθαι νουθετεῖ, ἐπάγει λέγων, ὡς « Οἶδεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὧν χρείαν ἔχετε·» καί· « Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα πάντες οἱ θεωροῦντες ὑμᾶς δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Καὶ διδάσκων τοὺς μαθητὰς, ὅπως χρὴ προσεύχεσθαι, τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τῆς προσευχῆς προοίμιον τίθησι. Τί γοῦν βουλόμενος τοῦτο ποιεῖ; Ὡς μὲν δοκεῖ τισι τῶν ἐξηγητῶν, ἐπειδὴ θρόνος ἐστὶ τοῦ Θεοῦ ὁ οὐρανὸς, οὕτω λεγούσης τῆς θείας Γραφῆς· « Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον· » καί· « Μὴ ὁμνύετε εἰς τὸν οὐρανὸν, ὅτι θρό-νος ἐστὶ τοῦ Θεοῦ·» διὰ τοῦτο μνημονεύων τοῦ Πατρὸς, προστίθησι καὶ τὸν περιβόητον θρόνον ἐν ᾧ ἐνιδρύσθαι λέγεται· καὶ διὰ τοῦ οὐρανοῦ τὰς ἐν αὐτῷ πυρσοφαεῖς οὐσίας τῶν Σεραφὶμ αἰνιττόμενος. Καὶ ἐστι μὲν ἴσως οὐκ ἀπὸ σκοποῦ τοῦ προσήκοντος ἡ τοιαύτη διάνοια. Ἀλλʼ ἐμοὶ δοκεῖ οὐ τὸ στοιχεῖον τοῦ οὐρανοῦ καθάπερ τι κεχωρισμένον ἐκδιαίτημα τοῦ Θεοῦ λέγειν τὸ Εὐαγγέλιον, διότι κατὰ τὸ ἴσον ἐν πᾶσι τὸ θεῖόν ἐστι, καὶ διὰ πάσης ὡσαύτως διήκει τῆς κτίσεως. Καὶ τοῦτο σαφῶς ἡ ψαλμικὴ προφητεία παρίστησιν· « Κἄν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατʼ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, κἀκεῖ με κα- θέξει ἡ δεξιά σου. » Ἐστι τοίνυν μαθεῖν, ὡς οὐκ  ἀφώρισται τῷ Θεῷ κατ’ ἐξαίρετον ἡ οὐράνιος οἴκησις· ἀλλʼ ἐπειδὴ καθαρεύει κακίας ἁπάσης ἡ ἄνωθεν λῆξις, ἡ δὲ κάτω καὶ ὑλωδεστέρα ζωὴ πεπλήρωται τῶν κατὰ κακίαν ἐνεργουμένων παθῶν, διὰ τοῦτο, ὀπήνικα τοῦ οὐρανοῦ μνήμην ποιεῖται, τὴν ἀπαθῆ ζωὴν νοεῖν δίδωσι, καὶ παντὸς κακοῦ καθαρεύουσαν. « Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔσει μου ἄξιος.» Οὐ τὴν πρὸς τοὺς τεκόντας φιλίαν ἀπείργει ὁ Κύριος· πῶς γὰρ ὁ καὶ ἐν τῇ παλαιᾷ νομοθεσίᾳ μετὰ τὴν εἰς Θεὸν ἀγάπην τὴν εἰς τοὺς τεκόν-τας στοργὴν τάξας εὐθύς; Ἀλλʼ ἐπειδὴ τυραννικὸν ἡ φύσις, καὶ βίαιον, ἵνα μὴ τῇ πρὸς τοὺς φύντας διαθέσει τῆς πρὸς αὐτὸν ἀγάπης καταφρονήσωμεν, ταῦτά φησι· Φιλεῖν μὲν γάρ τοὺς τεκόντας ἐπάναγκες, τοῦτο διδασκούσης κἄν τοῖς ἀλόγοις τῆς φύσεως· οὐ μὴν τὴν εἰς αὐτοὺς στοργὴν τῆς πρὸς Θεὸν τιθέναι ἐπίπροσθεν. Ὅρα δὲ πῶς οὐκ εἶπεν Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα, ἀλλʼ « Ὁ φιλῶν.» Ἡ γὰρ ἀγάπη τελεία οὖσα δυσχερής ἐστι τοῖς πολλοῖς εἰς κατόρθωσιν· ἡ δὲ φιλία ῥᾳδία καὶ εὐκατόρθωτος. Ταύτης τῆς φωνῆς ἀκούσασα Θέκλα τὴν μητέρα Θεο-κλείαν διὰ Χριστὸν ἀποστέρξασα τῷ Παύλῳ κατηκολούθησε, καὶ βαρβάρα ξίφει τέμνεται πατρικῷ τῷ πόθῳ θελχθεῖσα τῷ θεϊκῷ. Ἐπειδὴ οὐ χρὴ μόνῳ προσανέχειν τῷ γράμματι μικροπρεπὲς γὰρ τοῦτο καὶ ἀμαθέστατον), πρὸς ὑψηλότερον νοῦν ἀνακτέον τὸν λόγον.

Πατὴρ τῶν σαρκωδεστέρων ὁ κόσμος οὗτός ἐστι· μήτηρ δὲ τούτων ἡ αἴσθησις, σύνοικος οὖσα τοῦ κόσμου, καὶ συγγενής. Οὔτε οὖν τὸν κόσμον, οὔτε τὴν αἰσθητὴν ταύτην ζωὴν ὑπὲρ τὸν Θεὸν στέργειν ἐνδέχοιντο ἄν, ἀλλὰ σπεύδειν τῇ προαιρέσει τῆς τούτων συγγενείας ἀποφοιτᾷν, καὶ μετʼ ἐκείνων τετάχθαι, « Οἱ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς,  οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ Θεοῦ ἐγεννήθη-σαν, » οἷς ὁ Κύριος λέγει· « Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου· » οὐχ ὅτι οὐκ ἦσαν ἐκ τοῦ κόσμου, ἀλλʼ ὅτι, τὸν κόσμον τὸν σαρκικὸν πατέρα φυγόντες, τῷ ἀληθινῷ Πατρὶ ὠκειώθησαν. « Καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. » Ἐπειδὴ ἡ πρὸς τοὺς παῖδας τῶν φύντων στοργὴ βιαιοτέρα δοκεῖ τῶν παίδων πρὸς τοὺς γεννήσαντας· τοῦτο γάρ καὶ ὁ νόμος δείκνυσι, τιμᾷν μὲν τοῖς τέκνοις τοὺς γονεῖς ἐντελλόμενος, τοῖς δὲ γεγεννηκόσιν οὐκ ἐπιτάττων τὰ τέκνα φιλεῖν, ὡς τὴν ἄφυκτον ταύτην ἀνάγκην αὐτοῖς ἐπιτιθείσης τῆς φύσεως. Διὰ τοῦτο ἀπὸ ῥᾳδιωτέρου ἀρξάμενος μέτεισι λοιπὸν εἰς τὸ δοκοῦν δυσχερέστερον. Πλὴν οὐδʼ ἐνταῦθα εἶπεν, Ὁ ἀγαπῶν υἱὸν ἢ θυγατέρα, ἀλλʼ, « Ὁ φιλῶν· » ὁ γὰρ τῶν τέκνων πόθος φιλία, οὐκ ἀγάπη ἐστίν. Εἰ γὰρ ἦν ἀγάπη, δυσαπόσπαστος ἦν, καὶ λυθῆναι ἀδύνατος· « Ἡ γὰρ ἀγάπη οὐδέποτε ἐκπίπτει, » φησὶν ὁ Ἀπόστολος· οὐδ ἄν ὁ Σωτὴρ ἐνομοθέτει ἀδύνατα· Εἰ τις ἔρχεται πρός με, λέγων, καὶ οὐ μισεῖ τὸν πατέρ αὐτοῦ καὶ τὴν μητέρα, οὐ δύναταί μου εἶναι μαθητής. » Ἀλλʼ ἡ φιλία ἀγάπης μὲν ἐστιν ἀρχὴ, καὶ οἷον κρηπίς· ἀγάπη δὲ οὐκ ἄν λέγοιτο. Ὅθεν δὲ λύεσθαι ταύτην συμβαίνει πράγματός τινος, ἢ σφοδροτέρου πόθου ὑφέλκοντος. Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς λόγον νοοῖτο ἄν υἱὸς ἢ θυγάτηρ τὰ ἐκ τοῦ θυμοειδοῦς καὶ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τικτόμενα φαῦλα γεννήματα. Ταῦτα γοῦν τῆς τοῦ Χριστοῦ ἀγάπης οὐ χρὴ προτιμᾷν.

Καὶ ὅς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Τί μέν ἐστι τὸ λαβεῖν τὸν σταυρὸν, καὶ τί τὸ ἀκολουθῆσαι Χριστῷ, ἐν ἄλλοις ἡμῖν πλατύτερον εἴρηται· νῦν δὲ τοσοῦτον ἔστιν εἰπεῖν, ὡς σταυρὸν μὲν λέγει τῶν τῆς σαρκὸς θελημάτων τὴν ἑκούσιον νέκρωσιν, καὶ τὸν ὑπὲρ αὐτοῦ θάνατον· τὸ δὲ ἀκολουθῆσαι αὐτῷ τὸ τὴν ἐκείνου πολιτείαν, ὡς δυνατὸν ἀνθρώπῳ, μιμήσασθαι, ὅς ἐπολιτεύσατο ἐπὶ τῆς γῆς γενόμενος ἄνθρωπος.

« Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Κύριε, ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι, τί ἄρα ἔσται ἡμῖν; » Ἐνταῦθά τινες πολλὴν τὴν καταφορὰν τοῦ κορυφαίου ἐποιήσαντο, εὐτραπελίᾳ πλέον ἢ ἀληθείᾳ στοιχήσαντες. Φασὶ γὰρ, ὡς μάτην ὁ Πέτρος κομπολογεῖ, ὡς ἀφεὶς πάντα, καὶ ἀκολουθήσας Χριστῷ. Τί γὰρ καὶ κατέλειψε πένης τυγχάνων, καὶ ἁλιεύς; ἁλιέως δὲ τίς ἄν εἴη πενέστερος; εἰ μή τις φαίη τὰ διεῤῥωγότα τῶν δικτύων τεμάχια, ἃ δὴ συνέῤῥαπτεν, ὡς μὴ ἔχων πόθεν πορίσαιτο ἕτερα. Ταῦτα εἶπόν τινες τἀληθὲς οὐ περισκεψάμενοι. Ἐχρῆν γὰρ συνιδεῖν, ὡς αὐτὰ τὰ δίκτυα καὶ τὸ πλοῖον, ἃ δὴ κατέλιπε, πᾶσα ἦν αὐτῷ τοῦ βίου ἀφορμή· καὶ τὰ ὀλίγα γοῦν τῶν χρημάτων τὴν ἴσην τοῖς πολλοῖς προσπάθειαν ἐν τοῖς πένησιν ἔχουσιν. Ἀλλοι δὲ τῶν μαθητῶν καὶ χρημάτων ὑπερόπται γεγόνασι. Ματθαῖος γὰρ ἅμα τῷ ἀκολουθῆσαι τοῦ τελωνίου ἐξαναστὰς οὐ τὰ κέρδη μόνον κατέλιπεν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπερεῖδεν, οἱ ἐπακολουθεῖν αὐτῷ ἔμελλον παρὰ τῶν εἰσπραττόντων τὰ δημόσια. Ἄλλως τε οὐ χρημάτων μόνον ἀφέντες οἱ μαθηταὶ, ἀλλὰ καὶ σαρκὸς ἡδονὰς, καὶ συγγενείας σωματικὰς, καὶ συνήθεις ἑταιρείας, καὶ βίου ἔθη, καὶ ὅσα μαχόμενά ἐστι πρὸς τὴν τοῦ Εὐαγγελίου ἀκρίβειαν. Οὔτω γοῦν Ἰάκωβος καὶ Ἰωάννης ἀκούσαντες,           « Ἀκολουθεῖτέ μοι, » οὐ τὸ πλοῖον μόνον, καὶ ἃ κατήρτιζον δίκτυα, ἀλλὰ καὶ τὸν πατέρα Ζεβεδαῖον καταλελοίπασι. Παῦλος δὲ πρὸς τοῖς ἄλλοις πᾶσι καὶ αὐτὰ τὰ τοῦ νόμου παραγγέλματα, τοῖς ἀρχῆθεν συνέζησε, διὰ Χριστὸν ἡγήσατο σκύβαλα.

« Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. » Ἐπειδὴ κοινῇ πᾶσι τοῖς μαθηταῖς διελέγετο, συνῆν δὲ τούτοις καὶ ὁ κλεπτίστατος μαθητὴς, διὰ τοῦτο οὐκ εἶπεν « Οἱ ἀκο-λουθοῦντές μοι, » ἀλλʼ οἱ ἀκολουθήσαντές μοι, οἱ τὸ ἀκολουθεῖν μέχρι τέλους τηρήσαντες. ᾚδει γὰρ, ᾔδει, ὡς ὁ Ἰούδας μικρὸν ὅσον ἀφεὶς τὸ ἀκολευθεῖν τὴν ἐναντίαν τραπήσεται, καὶ διʼ ὧν φανερῶς ποιήσει σημανεῖ τῆς ψυχῆς τὴν ἐναντιότητα. Ὡς γὰρ φιλῆσαι ἠθέλησε τοῦ διδασκάλου τὸ πρόσωπον, τὸ ἀκολουθεῖν ἀπηνῄνατο. Ὁ γὰρ τὸ πρόσωπον φιλῶν οὐκ ἀκολουθεῖ, ἀλλʼ ἀντιπρόσωπον ἴσταται. Ὁ γοῦν πεποίηκεν αἰσθητῶς, τοῦτο πέπονθε νοητῶς, ἀντὶ τοῦ ἀκολουθεῖν τῷ διδασκάλῳ διὰ μιμήσεως ἐναντιωθεὶς διὰ τῆς φαυλότητος. Διὸ καὶ τῆς διπλῆς ζωῆς ἀπεστερήθη ἀγχόνῃ ἀποφθαρεὶς, καὶ εἰκότως· « Οὐδεὶς γὰρ ὄψεται τὸ πρόσωπον τοῦ Θεοῦ, καὶ ζήσεται, » καθὼς τῷ Μωϋσεῖ κεχρημάτισται· τουτέστιν, Οὐδεὶς ἐναντιωθεὶς τῷ Θεῷ τὴν ἀληθῆ ζήσει ζωὴν, ἀλλʼ ὁ κατὰ Μωϋσέα τὰ ὀπίσθια βλέπων, ἤγουν ἀκολουθῶν.           « Ὑμεῖς οὖν, φησὶν, οἱ ἀκολουθήσαντές μοι, » καὶ τὴν ἐμὴν πολιτείαν, ὡς ἐφικτὸν μιμησάμενοι, τοῦτο τὸ γέρας κομίσεσθε ἐν τῇ κοινῇ ἀναστάσει, ἥν παλιγγενεσίαν ἐκάλεσεν, ὡς αὖθις ἀναγεννῶσαν ἡμᾶς, καὶ εἰς τὸ ἀρχαῖον μετάγουσαν, πηνίκα ὁ Υἱὸς τοῦ ἀνθρώπου καθίσῃ οὐκ ἐν εὐτε-λείᾳ καὶ σχήματι ταπεινῷ, καθὼς ὁρᾶται νῦν, ἀλλʼ ἐν ἀπροσίτῳ δόξῃ καὶ θεϊκῇ, καθιεῖσθε καὶ ὑμεῖς ἐν ἰσαρίθμοις θρόνοις τὰς Ἰσραηλιτικὰς φυλὰς κρίνοντες. Τὰ δὲ τὰ ῥητὰ διπλῇν ὠδίνει τὴν ζήτησιν· μίαν μὲν, εἰ ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ καθ’ ἵεταί τις ἕτερος μετʼ αὐτοῦ· ἑτέραν δὲ, πῶς τῆς κρίσεως δοθείσης τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, ἐν τοῖς ἀποστόλοις τὸ κρίνειν μετατεθήσεται; « Ὁ γὰρ Πατὴρ κρίνει οὐδένα, φησὶν ὁ Σωτὴρ, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ. Φαμὲν οὖν στοχαζόμενοι ἐξ αὐτῶν τῶν εὐαγγελικῶν, ὡς οὐδεὶς καθιεῖται ἐν τῇ κρίσει μετὰ τοῦ Χριστοῦ. Καὶ τοῦτο ἐν τῷ κατὰ τὴν κρίσιν δέδεικται διηγήματι. « Ἀφοριεῖ γὰρ, φησιν ἀπʼ ἀλλήλων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. » Τίς δὲ ἀκούων τὸ, «στήσει αὐτὰ,» καθέδραν ὑπονοήσειεν; ἀλλʼ οἱ θρόνοι, καὶ ἡ ἐν τούτοις ἐνίδρυσις, ἥν τοῖς φοιτηταῖς ἐπαγγέλλεται, ὑπερβαλλούσης τιμῆς ἐστι σύμβολον. Ἐκ τῶν παρʼ ἡμῖν γὰρ τιμίων εἴωθε ἡ Γραφὴ τὰ ὑπὲρ ἡμᾶς καὶ τὰ μέλλοντα παριστᾷν. Τὸ δὲ « Κρίνοντες » οὐ δηλοῖ τὸ Δικάσαντες, ἀλλʼ οἰονεὶ Κατακρίνοντες. Ἄνθρωποι γὰρ τυγχάνοντες καὶ αὐτοὶ, εἰς τοσαύτην ἐπεφθάκεισαν δόξαν τοῦ φωτὸς ὀπαδοὶ χρηματίσαντες· ἐκεῖνοι δὲ μύσαντες ἐκοντὶ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, οὐκ ἠβουλήθησαν τοῦ νοητοῦ λίου τὰς ἀκτῖνας εἰσδέξασθαι. Γέγραπται δὲ ἐν τῇ τῆς Γραφῆς συνηθείᾳ κρίσιν λέγεσθαι τὴν κατάκρισιν, ὡς τό· « Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· » καί· « Εἰ αὐτοὺς ἐκρίνομεν, οὐκ ἄν ἐκρινόμεθα· » καί· « Ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε» Κἀκεῖσε γὰρ τὴν ἐκ τοῦ Θεοῦ ἐνέφηνε κατάκρισιν ἐκ τοῦ κατακρίνειν τὸν ἁμαρτάνοντα.

« Καὶ ὅς τις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρὸν ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. » Σκόπει μοι τῆς εὐαγγελικῆς διδασκαλίας τὴν τάξιν, καὶ  θαύμασον. Ὥσπερ γὰρ διὰ κλίμακος ἡμᾶς χειραγωγεῖ ἀπὸ τῶν χθαμαλωτέρων εἰς τὸ ὕψος ἀνάγουσα· μᾶλλον δὲ καθάπερ οἱ τὰ τακτικὰ ἐκπαιδεύοντες - πρῶτον μὲν ὁπλίζεσθαι τοὺς νέους διδάσκουσιν εὐζώνως, ἔπειτα φέρεσθαι πρὸς τὴν κίνησιν τῶν ὅπλων εὐρύθμως, τινάσσοντες τὴν αἰχμὴν λίαν εὐστρόφως, καὶ κατὰ σκοπὸν βάλλειν εὐστόχως· καὶ τέλος τῇ τῶν ἐπάθλων ἐπιθυμίᾳ καὶ αὐτῆς ἀλογῆσαι τῆς ζωῆς, καὶ γενναίῳ ὁρμήματι χωρῆσαι πρὸς τὸνἀντίπαλον· οὕτω καὶ ὁ Σωτὴρ πρότερον μὲν ἔμπροσθεν τῶν ἀνθρώπων ὁμολογίαν ἀπήτησεν, εἶτα τῆς τῶν τεκόντων καὶ τῶν τέκνων στοργῆς τὴν εἰς αὐτὸν φιλίαν προυργιαίτερον τίθεσθαι· ἐντεῦθεν ἀνάγει τὸν ἀκροατὴν πρὸς τὸ τελειότερον, τὸ πάντα τὰ τῆδε καταπτύσαι, καὶ ἀκολουθῆσαι αὐτῷ χωρήσαντα προθύμως πρὸς τὸν ἐπονείδιστον θάνατον. Τούτοις δʼ ἐγείρων τῶν ἀκουόντων τὸ φρόνημα εὐαγγελίζεται τὴν ἀντίδοσιν, ἑκατονταπλασίονα λήψεσθαι λέγων τὸν διʼ αὐτὸν παρωσάμενον τὴν παροῦσαν κτῆσίν τε καὶ συγγένειαν.

Ἀλλʼ ἐνταῦθα πάλιν ἡ βδελυρὰ τοῦ Ἰουλιανοῦ γλῶττα, ὡσεὶ ξυρὸν ἠκονημένον, ψαλμικῶς εἰπεῖν, τέθηκται, τὰ συνήθη τῆς ἑαυτῆς ἀθυροστομίας ὅπλα κινήσασα· διαγελᾷ τὸ ῥῆμα, καὶ κωμῳδεῖ τὸ ἐπάγ-γελμα, καί· Εἰ τοῦτο, φησὶν, ἀληθὲς, οἱ πιστεύσαντες τῷ Ἰησοῦ, καὶ τὰς σφῶν συνοικούσας παρωσάμενοι, διʼ αὐτὸν, ἐκατὸν ἀντὶ μιᾶς ἄρα λήψαιντο. Ἐχρῆν μὲν οὖν ἴσως ὡς κυνὸς ὑλακὴν παραδραμεῖν τὸ ληρώδημα. Ἀλλʼ ἵνα μὴ τοὺς ἀφελεστέρους παρασύρῃ τὸ σόφισμα, φαμὲν, ὡς οὐ τῶν αὐτῶν εἰδῶν ἀντίδοσιν ἐπαγγέλλεται, οὐδὲ γυναῖκας καὶ ἀγροὺς εἶπεν ἀντιπαρέξειν αὐτοῖς, ἀλλʼ ἀντὶ τῶν ῥεόντων τὰ μένοντα, ἀντὶ τῶν αἰσθητῶν τὰ νοούμενα, τὰ ὑπὲρ ὀφθαλμὸν, καὶ ἀκοὴν, καὶ διάνοιαν. Ἄλλως τε κἄν τῷ παρόντι βίῳ τοῖς ἀποστόλοις πολλαὶ τῶν εὐσεβῶν γυναικῶν διηκόνησαν, περὶ ἐνδυμάτων αὐτῶν, καὶ τῶν ἄλλων ἀναγκαίων κηδόμεναι. Μίαν δὲ οἰκίαν ὁ Πέτρος ἀφεὶς ἐν τῇ Βηθσαϊδᾷ πολλῶν ἐτέρων οἰκιῶν γέγονε κάτοικος· ἐν γῇ μὲν ἔτι περιπολῶν, καὶ κηρύττων τὸ Εὐαγγέλιον ὑπὸ τῶν πιστῶν ξενιζόμενος, νῦν δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ναοὺς ἔχων τῷ ἐκείνου κεκλημένους ὀνόματι. Καλὸν δὲ κἀκεῖνο ὑποσημήνασθαι, ὡς ὀκτώ εἰσι τὰ πρόσωπα, καὶ πράγματα ὧν ἀποφοιτᾷν κελευόμεθα· οἰκίαι, ἀδελφοὶ, ἀδελφαὶ, πατὴρ, μήτηρ, γυνὴ, τέκνα, καὶ ἀγροί. Ἀντὶ τούτων οὖν τῶν εἰς ὀκτὼ διαιρουμένων ἀντιπαρέχειν ὁ Κύριος ἐπηγγείλατο κατὰ τὴν ὀγδόην τὴν μέλλουσαν τὰ ἐστῶτα, καὶ μένοντα, ὧν δηλωτικὸς ὁ ὄγδοος ἀριθμὸς κύβος ὤν, ὡς φασι, πρῶτος, καὶ τοῦ πρώτου τετραγώνου διπλάσιος, καὶ σημαίνων τὸ μόνιμον, καὶ δυσκίνητον τῶν αἰωνίων ἀμοιβῶν. Μὴ οὖν ἀχθεσθῶμεν, ἀγαπητοὶ, διὰ τὸν Χριστὸν τῶν τοῦ κόσμου ἡδέων ἀποστερούμενοι ταύτῃ τῇ γλυκείᾳ ἐπαγγελίᾳ ἐπερειδόμενοι, καὶ προσδοκῶντες ἑκατονταπλασίονα λήψεσθαι, καὶ ζωὴν αἰώνιον χάριτι τοῦ μεγάλου Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προσκυνητοῦ αὐτοῦ Πνεύματος, τῆς ἀκτίστου καὶ ἀχωρίστου Τριάδος, ᾗ πρέπει δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας, Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images