Τρίτη, 08 Οκτωβρίου 2024

Θεοφάνους Κεραμέως

ΟΜΙΛΙΑ ΛΗʹ

«Εἰς τήν Σαμαρείτιδαν»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 720D-744A)

Ὡς ἀπροοιμιάστως τῷ Σωτῆρι σήμερον νοητῶς ἐφεψώμεθα ἐξ Ἱερουσαλήμ εἰς τὴν Γαλιλαίαν ἀπαίροντι, καὶ ὁδοῦ πάρεργον ποιουμένῳ τὴν σωτηρίαν τῆς Σαμαρείτιδος. Ἔργον μὲν γὰρ ἦν αὐτῷ ἡ σωτηρία τῶν υἱῶν Ἰσραήλ πρὸς οὕς καὶ ἐλήλυθεν, ἀλλὰ διὰ τὴν ἐκείνων ἀπείθειαν ἐξελθὼν ἔρχεται εἰς Σαμάρειαν, σημεῖον τοῦτο τεθείς, ὡς ἐξ Ἱερουσαλήμ διασπαρήσεται εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον. Τὴν μὲν οὖν ὀρμὴν εἰς τὴν Γαλιλαίαν ἐποιεῖτο, ὁ Κύριος· ἐπειδὴ δὲ διὰ τῆς Σαμαρείας ἔδει διέρχεσθαι, οὐκ ἀκερδῆ ποιεῖται τὴν πάροδον· μᾶλλον δέ εἰ χρὴ τʼ ἀληθὲς σκοπεῖν, οὐκ ἐκ ταυτομάτου γίνεται τῆς Σαμαρείτιδος ἡ πρὸς τὸν Σωτῆρα διάλεξις. Ἀλλʼ ὁ πάντα συμφερόντως οἰκονομῶν, προειδὼς τὴν ἐσομένην σωτηρίαν τοῖς Σαμαρείταις, διὰ ταύτης ἴησι τῆς ὁδοῦ. Ἦν γὰρ μᾶλλον εὐστιχώτερον διὰ τῆς Ἱεριχὼ πρὸς τὴν Γαλιλαίαν εὐθυδρομεῖν. Ὅτι δὲ τοῦτʼ ἐβούλετο αὐτῷ ἡ ἐκ τῆς Σαμάρειας διέλευσις, εὔδηλον. Κατʼ αὐτὴν γὰρ ἦκε τὴν ὥραν ἐν τῇ πηγῇ, καθʼ ἥν ᾔδει τὴν γυναῖκα ἥκειν ἀντλήσουσαν. Πόθεν δὲ οἱ Σαμαρεῖται, καὶ τί τὸ ἐκ, τῆς κλήσεως σημαινόμενον, καὶ ὅτου χάριν ἡγοῦντο τὸ περὶ σφίσι τὸ ὄρος προσκυνητόν τε καὶ σεβάσμιον, καὶ διὰ τί τούτους οἱ Ἰουδαῖοι κεχραμμένος ἐνόμιζον, ἐκ τῶν ἱερῶν Γραμμάτων ὑφάνας τὸν λόγον ἐπιτροχάδην ποιήσομαι τὴν ἀφήγησιν. Τοῦτο ὄρος πάλαι μὲν, πρὸ τοῦ ἐπιβῆναι τῇ γῇ τῆς ἐπαγγελίας τὸν ἅγιον Ἀβραὰμ, ἐκτήσατο Ζαμβρή, παρά τοῦ Χαναναίου Σεμήρ, παρὰ τοῦ Χαναναίου Σεμὴρ, καὶ οἰκοδομήσας αὐτὸ, τοῦτο μὲν Σομὸρ ἀπὸ τοῦ Σεμὴρ παρωνύμως, ὠνόμασε, τὴν δὲ πόλιν Σαμάρειαν. Μετὰ τοίνυν Δαβίδ καὶ Σολομῶνα διαιρεθέντων τῶν σκήπτρων, οἱ ἐν Σαμαρείᾳ βεβασιλευκότες, εἰδωλικοῖς ὑποπεσόντες σεβάσμασιν αὐτοί τε καὶ οἱ ὑπήκοοι, Χαλδαϊκῆς αἰχμαλωσίας καὶ μαχαίρας ἔργον ἐγένοντο, καὶ ἡ χώρα Σαμάρεια ὑπὸ βαβυλωνίων κατῷκιστο. Ὁ γὰρ βασιλεὺς Ἀσσυρίων ἐγκρατὴς τῶν τόπων γενόμενος, καὶ τὴν χώραν ἰδὼν ἀμφιλαφῆ τε καὶ εὔβοτον, ὕδασί τε κατάῤῥυτον, καὶ καρπῶν ἀπάντων καὶ γενημάτων πολυφορώτατον, τοὺς ἐγχωρίους μεταναστήσας, ἐν αὐτῇ Χαλδαίους κατώκησεν. Ἀλλ’ οὗτοι τὴν ἐκ Θεοῦ γενυμένην παραχώρησιν τοῖς σεβομένοις σφίσι κιβδήλοις θεοῖς ἐπιγράφοντες, ἀσθένειαν τοῦ Θεοῦ τῶν Ἑβραίων κατεψηφίζοντο, καὶ κατεμωκῶντο ἀναιδῶς εἰς τὸ Θεῖον ὑβρίζοντες. Δεικνὺς οὖν ὁ Θεὸς, ὡς οἷός τε ἦν ἐπαμῦναι τῷ ἔθνει, ἀλλὰ διὰ τὴν ἀσέβειαν αὐτῶν τὴν ἄλωσιν συνεχώρησεν, ὁρμὴν λεόντων κατʼ αὐτῶν ἐπαφίησιν, οἵ δὴ ἀλλεπάλληλον ἐποιοῦντο τὴν βαρβάρων φθοράν· ὀλέθρου δὲ γενομένου πολλοῦ, καὶ ἀφορήτου τυγχάνοντος τοῦ κακοῦ, ἔκδηλα ποιοῦσι τῷ σφῶν βασιλεῖ· καὶ ὅς αὐτίκα τοὺς ὑπʼ αἰχμαλωσίᾳ τῶν Ἐβραίων ἱερεῖς μετακαλεσάμενος, ἥρετο τὴν αἰτίαν τῆς τῶν θηρίων καταδρομῆς. Οἱ δὲ.  Ὁ τοῦ τόπου Θεὸς, ἔφασαν, ὦ βασιλεῦ, ζηλωτής τέ ἐστι καὶ ὅτι μάλισσα παναλκὴς, καὶ οὐκ ἀνέχεται βλέπειν τὸν ἴδιον τόπον θυσίαις θεῶν ὀθνείων καταχραινόμενον· ἀλλʼ εἰ τι πείθῃ, τῶν ἐνοικούντων θρησκείαν εἰς τὸ ἐκείνου σέβας μετάστησον. Πείθεται ὁ Ἀσσύριος, καὶ μηδὲν ὑπερθέμενος, Ἔσδρα ἱερέα, τὰ θεῖα σοφὸν, τὸν τρόπον χρηστὸν, τὴν ἀρετὴν ἀπαράμιλλον, πέμπει πρὸς τὴν Σαμάρειαν, τὸ τῶν Ἐβραίων σέβας τοὺς ἐκεῖσε μυσταγωγήσαντα. Ὁ δὴ ἐνωτισθέντες οἱ μιερεῖς τῶν ἐκ τεσσάρων ἐθνῶν, καὶ δείσαντες μὴ συντριβεῖεν ὑπὸ Ἔσδρα τῶν θεῶν αὐτῶν τὰ βδελύγματα, ἐν μυχῷ τοῦ ὄρους ταῦτα κεκρύφασι, πείσαντες τοὺς Σαμαρείτας, ἐν ὧ ἄν τις διάγοι τόπῳ, τῷ ὄρει προσανέχειν καὶ προσκυνεῖν, καὶ θεοκλυτεῖν, ὡς τοῦ Θεοῦ δῆθεν τὴν οἴκησιν ἐν τῷ ὄρει ἔχοντος· ἀμέλει ταῖς τοῦ Ἔσδρα εἰσηγήσεσι τὸ πάτριον σέβας ἐξομωσάμενοι, τὰ τῶν Ἐβραίων προείλοντο, οὐ μέντοι κατὰ πάντα ἰουδαΐσαντες, ἀλλὰ μόνην δεξάμενοι τὴν Πεντάτευχον, καὶ τὰ λοιπὰ διαπτύσαντες, ἐξ ἡμισείας γεγόνασιν εὐσεβεῖς. Καὶ γοῦν φησι περὶ αὐτῶν ἡ Γραφή· « Ἔμειναν ποιοῦντες τὸν νόμον τοῦ Θεοῦ, κα προσκυνοῦντες τὰ εἴδωλα,» τὴν τοῦ ὄρους ὑποδηλοῦσα προσκύνησιν. Διὰ τοῦτο γοῦν ἀπεχθῶς εἶχον πρὸς αὐτοὺς οἱ ἐξ Ἰσραὴλ, ὡς βδελυκτοὺς μυσαττόμενοι. Ἀλλʼ ὁ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενος ἐν ἧ παντὸς ἔθνους τὸ μέρος ἦν Ἰουδαίου, Σαμαρείτου, καὶ Ἕλληνος, οὐκ ἀπηνήνατο καὶ τούτοις μεταδοῦναι τῆς χάριτος· καὶ πρῶτον μὲν τὴν γυναῖκα ζωγρεῖ, ἀπʼ αὐτοῦ τοῦ γένους ἀρξάμενος, ἀφʼ οὗπερ ἀρχῆθεν τὸ κακὸν ἐπεκώμασεν. «Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ.» Ὅσα μὲν ἡ περίχωρος ἀπό τε τοῦ ὄρους, καὶ τῶν ἐκεῖ σταλέντων φυλακῶν, ἐκαλεῖτο Σαμάρεια. Χαλδαῖοι γὰρ Σαμαρείτας καλοῦσι τοὺς φύλακας. Πόλεις δὲ ἦσαν τῆς Σαμαρείας διάφοροι, ὦν αὕτη μία ἦν οὕτω καλουμένη Συχὰρ, ὅ ἑρμηνεύεται σκιασμὸς, προσημαινούσης, οἶμαι, τῆς κλήσεως τὴν ἐπισκιάσασαν αὐτῇ χάριν τοῦ Πνεύματος.

« Πλησίον τῆς χώρας, ἦν ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.» Δυσχερὴς μὲν ὁ λόγος ἴσως ἔσται τοῖς μὴ ἐπεσκεμμένως ἀνεγνωκόσι τὴν βίβλον τῆς γενέσεως. Πειράσομαι δὲ καὶ τὴν πρὸς τοῦτο βλέπουσαν ἱστορίαν, ὡς ἄν οἷός τε ὧ, συνεσταλμένως προσαφηγήσασθαι. Ὅτε τὸν Ἰωσὴφ κατέστησε Φαραὼ τῆς αὐτοῦ βασιλείας μελεδωνὸν, μετελθὼν Ἰα-κὼβ εἰς Αἴγυπτον πανοικὶ, καὶ περὶ αὐτὰς γενόμενος τῆς ζωῆς τὰς δυσμὰς, καὶ τοῖς υἱοῖς ἐπισκήπτων τὰ τελευταῖα καὶ συντακτήρια, τοῦτο τὸ χωρίον δέδωκε τῷ Ἰωσὴφ κατεξαίρετον. Ὀξυδορκήσας γὰρ τὸ μέλλον προφητικῶς, ἔγνω τὴν τῶν ἐγγόνων, εἰς Παλαιστίνην ὑποστροφὴν, καὶ ὡς κατασχεθήσεται αὖθις ὑπὸ τῶν Ἑβραίων ἡ γῇ, καὶ νεμεθήσεται ταῖς ἐξ ἐκείνων φυλαῖς. Εἰ δὲ καὶ τοῦτο προέγνω, ὡς ἡ πλησίον τοῦ χωρίου πηγὴ γενήσεται σωτηρίας λαβὴ, καὶ τοῦ τελειωτικοῦ βαπτίσματος σύμβολον, καὶ διὰ τοῦτο τῷ σωφρονεστάτῳ τῶν παίδων τὸ χωρίον ἐκλήρωσεν, οὐκ ἔχω λέγειν, οὔτε μὴν ἀπιστεῖν. Χρεία γὰρ τοῖς βαπτιζομένοις σωφροσύνης καὶ καθαρότητος. Ἔνθεν τοι καὶ ὁ Κύριος τὴν Σαμαρεῖτιν τῆς πολυγαμίας ἐξήλεγχε, κεχραμμέναις χερσὶᾳ τοῦ φρέατος ἐξαντλοῦσαν τοῦ σώφρονος. Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ γοῦν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη.» Σκόπει τῶν λέξεων τὸ ἠκριβωμένον καὶ σύντομον, πῶς ἐν ὀλίγοις παρέστησε τὸ ἐγκρατὲς τοῦ Κυρίου, καὶ λιτὸν, καὶ φιλόσοφον. Διὰ μὲν γὰρ τοῦ, «κεκοπιακὼς,» ἡ πεζοπορία δείκνυται, καὶ τὸ τοῦ βαδίσματος σύντονον· διὰ δὲ τοῦ εἰπεῖν· « Ἐκαθέζετο οὕτως, » τὸ ἀκηδέστως ἑαυτὸν ἐφιδρύσαι κατακλιθέντα εἰς γῆν, καὶ τὸ πρὸς καθέδραν ἀνεπιτήδευτον· ἡ μέντοι τῆς ὥρας ὑποσημείωσις τὸ περὶ τὴν τροφὴν παρέστησεν ἐγκρατές. Ἕως γὰρ αὐτὸ τὸ τῆς ἡμέρας μεσαίτατον ἄσιτος ἦν, καὶ ταῦτα πεζοπορῶν, καὶ ἡλίῳ θερμόμενος. Πλὴν καὶ ἄλλο τι βούλεται ὑποσημαίνειν τῆς ὥρας ἡ δήλωσις· καθʼ ἥν γὰρ ὥραν ἡ Εὔα ἐπεπώκει τὸ τῆς παρακοῆς δηλητήριον, κατʼ αὐτὴν ἡ τῆς Εὔας ἀπόγονος εἰλήφει τὸ τῆς ἁμαρτίας λυτήριον.

Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.» Ἄθρει δὴ πῶς τὰ παλαιὰ τοῖς νέοις συμφθέγγεται, τύποι τῶν τύπων δεικνύμενα. Καὶ γὰρ καὶ ἡ πρὸς τὸν Ἰσαὰκ τῆς Ῥεβέκκας συνάφεια, ἥτις τὴν Ἐκκλησίαν εἰκόνιζε, τὴν ἀρχὴν εἴληφεν ἐν τῷ φρέατι· κἀνταῦθα καὶ ἡ τῶν Σαμαρειτῶν σωτηρία διὰ τῆς γυναικὸς ἐκ τοῦ φρέατος πρόεισιν. Ἀλλʼ ἐκεῖ μὲν οἰκέτης ἦν ὁ προμνήστωρ· ἐνταῦθα δὲ αὐτὸς ὁ νυμφίος διὰ τῆς Σαμαρείτιδος ταύτης τὴνὅλην φύσιν ἀῤῥαβωνίζεται τῷ βαπτίσματι.

«Δέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι ὕδωρ πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθασιν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.» Ὦ τῆς ἀνεκφράστου τοῦ Θεοῦ Λόγου συγκαταβάσεως! Ὁ πᾶσαν τὴν κτίσιν περιφέρων μόνῳ τῷ νεύματι, περὶ οὗ ἡ προφητικὴ ἐκφαντορία φησίν· Ὁ Θεὸς ὁ προαιώνιος οὐ πεινάσει, οὐδὲ κοπιάσει,» οὗτος ὁδοιπορεῖ, καὶ κοπιᾷ, καὶ ἀνέχεται πείνης καὶ δίψης, καὶ παρὰ γυναικὸς ὕδωρ αἰτεῖ. Ὧσπερ γὰρ συνεσθίειν τελώναις οὐ παρητήσατο, οὕτως οὐδὲ πόρνῃ διαλέγεσθαι ἀπηνήσατο κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν, οἱ συνεχῶς ἐπισκεπτόμενοι τοὺς πυρέττοντας, ἥκιστα τῆς νόσου μεταλαμβάνουσι. Δείκνυσι δὲ καὶ ἐκ τῆς πρώτης εὐθὺς διαλέξεως ὡς τὴν ἡμετέραν σωτηρίαν διψᾷ, καὶ τοῦτο ζητεῖ παρʼ ἡμῶν. Περισπουδάστως δὲ καὶ ὁ εὐαγγελιστὴς ἐπιφέρει τὴν ἀποδημίαν τῶν μαθητῶν. Εἰ γὰρ παρῆσαν αὐτοὶ, καὶ τὸ ὕδωρ ἄν ἐζήτησαν. Ἀλλʼ ὁ τὸ ἐσόμενον προειδὼς, πάντας ἀποστείλας, μόνος μόνῃ συγκαταβατικῶς διαλέγεται.

Λέγει αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὤν παρʼ ἐμοῦ πιεῖν ζητεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; » Ἔκστηθι τῆς δυνάμεως τὴν ἐνέργειαν· ἐξ αὐτῆς γὰρ τῆς πρώτης φωνῆς ἐλλαμφθεῖσα τὸν νοῦν ἡ γυνὴ, τῆς φύσεως κρείττω φρονεῖ, καὶ ζητεῖ τι τῶν ἀγνοουμένων μαθεῖν· οὔτε γὰρ δέδωκε πιεῖν, οὔτε οὖν ἀπηνῄνατο, ἀλλʼ ἀπὸ τῆς ὁμιλίας καὶ τοῦ σχήματος Ἰουδαῖον αὐτὸν εἶναι εἰκάσασα, πολυπραγμονεῖ μαθεῖν, πῶς οὐ τηρεῖ τὴν Ἰουδαϊκὴν παρατήρησιν. Ἀλλʼ ὁ Κύριος ἀφεὶς λῦσαι τὴν ἀπορίαν, ἐκφαντικῶς τε εἰπεῖν, ὡς οὐχ ὑπόκειμαι νόμῳ, νομοδότης ὤν καὶ Θεός· τοῦτο μὲν οὐ λαλεῖ, πλαγίως δέ πως καὶ ἠρέμα πρὸς τὰς ὑψηλὰς ἐννοίας ἐμβιβάζει αὐτὴν, καί φησιν· « Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἄν ἤτησας αὐτὸν, καὶ ἔδωκέ σοι ὕδωρ ζῶν.» Εἰ ᾔδεις, φησὶν, ὅτι Θεός ἐστιν ὁ διαλεγόμενος μετὰ σοῦ, ἐπέπεισο δὲ καὶ οἵαις δωρεαῖς οὗτος ἀμείβεται τοὺς εὐγνώμονας, σὺ ἄν τὸν καιρὸν ὑφαρπάσασα τὸ τῆς σωτηρίας ὕδωρ ἐζήτησας τὴν ζῶσαν, ὡς ἀληθῶς χάριν τοῦ Πνεύματος. Ὕδωρ γὰρ ζῶν τὸ Πνεῦμα τὸ ἅγιον καλεῖν εἴωθε· καὶ γὰρ καὶ κοινῇ διδάσκων, οὕτω περὶ τοῦ Πνεύματος ἔλεγεν· « Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν.» Ὕδατι δὲ ἀπείκασται τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καθαρὸν, καὶ πολλὴν παραψυχὴν παρέχων τοῖς ὑποδεχομένοις αὐτό. Καὶ ὥσπερ τὸ αὐτὸ ὕδωρ μερίζεται εἰς διαφόρους ποιότητας, οὕτω τὸ Πνεῦμα εἰς διαφόρους ἐνεργείας ἐν τοῖς πιστοῖς διανέμεσθαι εἴωθε. Ζῶν δὲ λέγεται οἷον ἀναβλύζον, καὶ κινούμενον, καὶ οἷον εὐκίνητον τὴν ψυχὴν ἐργαζόμενον.

Λέγει αὐτῷ ἡ γυνή· Κύριε, ἄντλημα οὐκ ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθ]y· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; » Ἔτι χαμαιπετὴς ἦν τῆς γυναικὸς ἡ διάνοια, οὕπω κουφισθεῖσα πρὸς τὸ τοῦ λόγου μετέωρον. Ὤετο γὰρ ὕδωρ αὐτὸν λέγειν ἀεννάως ἐκβλύζον, καὶ μένον ἀείῤῥυτον, οὐχ οἷα τὰ τῶν λάκκων, καὶ φρεάτων, καὶ στάσιμα. Πλὴν ἀλλʼ ἔχει τινὰ κεκρυμμέ- νην ὁ λόγος διάνοιαν, ἐξευρημένην τοῖς ἀνακαλλύπτουσι τὰ βάθη τοῦ Πνεύματος. Φρέαρ γάρ ἐστιν θεία Γραφὴ, ὡς ὕδωρ, τὴν γνῶσιν πηγάζουσα· βάθος δὲ τοῦτο τοῦ φρέατος τὰ μυστηριώδη αἰνίγματα. Ἄντλημα δὲ ἡ γραμμάτων, μελέτη καὶ μάθησις· ὡς γὰρ ὁ κάδος μέρος τοῦ ὕδατος ἀνιμώμενος ἐλάχιστον, τὸ πολὺ κατέλιπεν ἀνεξάντλητον, οὕτως ἡ διὰ γνώσεως μάθησις, μερικὴν γνῶσιν παρέχουσα τῷ μανθάνοντι, ἀτελῆ ποιεῖται τὴν μύησιν. Ταύτην οὖν τὴν ἐκ μελέτης μάθησιν οὐκ ἔχει ὁ Κύριος, αὐτοσοφία ὑπάρχων, καὶ τῆς διὰ γραμμάτων σοφίας καὶ μαθήσεως οὐ δεόμενος. Καὶ γοῦν ἔλεγον οἱ Ἰουδαῖοι· « Πῶς οὗτος οἶδε γράμματα μὴ μεμαθηκώς; » Διὰ τοῦτο ἡ Σαμαρείτις φησιν· «Ἄντλημα οὐκ ἔχεις. « Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὅς δωκεν ἡμῖν τὸ φρέαρ τοῦτο, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε, καὶ οἱ υἰοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;». Ἐππειδὴ ἐπίσημον ἦν τὸ γένος τοῦ Ἰακὼβ, διὰ τοῦτο καίπερ Σαμαρεῖτις οὖσα Ἰσραηλιτικὴν ἑαυτῇ εἰσοικίζει εὐγένειαν, καὶ πατέρα τὸν Ἰακὼβ ἐπιγράφεται, καὶ κατὰ βραχὺ πρὸς ἔννοιαν τοῦ νοήματος ἐμβιβάζεται. Καὶ θαυμάζει μὲν τὴν ὑπόσχεσιν, τὴν γνώμην δὲ ταλαντεύεται· ὅ γὰρ λέγει τοιοῦτόν ἐστιν· Εἰ ἔστι σοι τοιοῦτον ποτὸν τοσοῦτον παρηλλαγμένον τούτου τοῦ ὕδατος, ἕοικας μείζων τις εἶναι τοῦ Ἰακώβ. Ἐκεῖνος γὰρ, καίπερ οὕτω τυγχάνων περίφημος, οὐκ ἔσχε βελτίονα ταύτης πηγήν· ἀλλʼ αὐτὸς καὶ οἱ ἐξ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ, τούτῳ ἐχρῶντο τῷ ὕδατι. Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς λόγον, φρέαρ μὲν ἡ θεία νοοῖτο Γραφή· Ἰακὼβ δὲ ὁ θεωρητικὸς νοῦς· υἱοὶ δὲ Ἰακὼβ ἐκ τοῦ φρέατος πίνοντες, τὸ τῆς ψυχῆς θεωρητικὸν τῇ γνώσει ἐπαρδευόμενον· θρέμματα δὲ, αἱ ἐκ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ὁρμαὶ, ὅταν ἡμῖν εἰς ἀρετὴν χρησιμεύωσι. Καλὸν κτῆνος ὁ θυμὸς ὅταν τῷ λογισμῷ ὑποζύγιον γένηται. Τοιοῦτον κτῆνος καὶ ἡ ἐπιθυμία νωτοφο-ροῦσα, καὶ ἄνω φέρουσα τὴν ψυχὴν, ὅταν ἐπὶ τὸ ὕψος ἀνάστηται.

« Ἀπεκρίθη Ἰησοῦς, καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψᾷ πάλιν· ὅς δʼ ἄν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον.» Τὴν ὑπεροχὴν δεικνύει ἐκ τῆς συγκρίσεως, καί φησι· Τουτὶ μὲν τὸ ὕδωρ τοῦ φρέατος, εἴ τις πίνει διψῶν, πρὸς καιρὸν εὐρίσκει τῆς δίψης ἄκος, εἴτʼ αὔθις διψᾷ· τὸ δὲ πνευματικὸν ποτὸν ἀΐδιον ἔχει τὴν τῆς δίψης ἀπαλλαγήν. Ἕοικε δὲ μυστικῶς καὶ τὸν σκιώδη νόμον ἐμφαίνειν, ὅσον ἠλάττωται τῆς τοῦ Πνεύματος χάριτος. Ὁ μὲν γὰρ ἐδεῖτο μελέτης διηνεκοῦς, καὶ γεγραμμένων συνεχοῦς ἀναγνώσεως, ὡς δίψαν, τὴν λήθην διωθούσης τῆς ἀναμνήσεως· Πνεῦμα δὲ σοφίας ἐμπλῆσαν ψυχὴν θείας γνώσεως, πολυπληθῆ καὶ γόνιμον αὐτὴν ἀπεργάζεται πηγὴν ναμάτων ζωηρῶν ἐκβλύζειν παρασκευάζον αὐτήν. Ἔδειξε τοῦτο καὶ ἡ τῶν ταλάντων παραβολὴ, τὰ πέντε καὶ τὰ δύο πληθύνασα, σημαίνοντος τοῦ λόγου τῶν πνευματικῶν χαρισμάτων τὴν αὕξησιν ὕδωρ τοῦτο, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἀντλεῖν.» Οὕπω τῶν λεγομένων ἐφάπτεται, ἔτι πρός αἰσθητὸν ὕδωρ ἀπασχολεῖ τὴν διάνοιαν, καὶ πιστεύει μὲν, ὡς τοιαύτην ἔχει τὸ ὕδωρ ἰσχὺν, οὐ μὴν πρός τὸ νοητὸν πόμα τὸν νοῦν ἀνυψοῖ, ἀλλʼ αἰτεῖ τοῦτο λαβεῖν, ὡς ἄν μὴ ἔρχηται ἀντλεῖν. «Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, φώνησόν σου τὸν ἄνδρα. » Ἤδη μὲν, ὡς οὐκ ἦν αὐτῆς κατὰ νόμον ἀνὴρ, ἀλλὰ παραιτεῖται τὸ φανερῶς ἐλέγχειν, ὡς φορτικὸν, ἐμβιβάζει δὲ τὸν λόγον εἰς τὸ καθαυτὸ γενέσθαι τὸ πρᾶγμα κατάδηλον. Εἰπούσης γὰρ αὐτῆς· « Οὐκ ἔχω ἄνδρα ἀβαρῶς τὸ τῆς προφητείας ἐπηκολούθησε· Καλῶς εἶπας, ὅτι Οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες,» νῦν ὅν ἔχεις, οὐκ ἔστι σου ἀνήρ.» Ἡ μὲν εὐλαβουμένη κρύπτειν ἐπειρᾶτο τὸν λαθραῖον ὁμόλεκτρο δὲ ἀνακαλύπτει τὰ κεκρυμμένα εὐθὺς, καὶ καταλέγει καὶ αὐτὸν διὰ τὸν ἀριθμὸν τῶν ἀσέμνως πάλαι κοινωνησάντων αὐτῇ, ἐλαφρῶς μέντοι, καὶ ὥστε μὴ δοκεῖν κατονειδίζειν τοῦ πράγματος τὸ αἰσχρόν. Οὐ γὰρ εἶπε· Πέντε μοιχοὺς ἔσχες, ἢ ἐραστὰς, ἤ τοῦ λέχους ὑβριστὰς, ἀλλʼ ἄνδρας εἰπὼν, λεληθότως τὴν πολυγαμίαν ἐλέγχει, καὶ τὸ τοῦ πράγματος ἄτεμνον· οὐ γὰρ τοῖς προτέροις γαμέταις νομίμως ἐχρήσατο. Ἐν ἤθει οὖν ποιεῖται τῆς πολυγαμίας τὴν μέμψιν, διανιστῶν αὐτὴν εἰς ἀνάμνησιν, καὶ πλαγίως κατονειδίζων, ὡς κἀκείνοις τοῖς πέντε δυσκλεῶς συνεπλέκετο· πλὴν ὅτι καὶ τὸ ἔθος τῶν Σαμαρειτῶν ἕοικε τῷ λόγῳ δηλοῦν· οἵ καθάπερ ἄνδρας πέντε λαβόντες τὴν τοῦ Μωϋσέως Πεντάτευχον, ἔμελλον, ὡς ἕκτον τὸν τοῦ Εὐαγγελίου νόμον εἰσδέξασθαι ὅν οὐδέπω ἦσαν εἰσοικισάμενοι διὰ πίστεως. Διὰ τοῦτο φησιν· « Ὅν ἔχεις νῦν συλλαλοῦντά σοι, οὐκ ἔστι σου ἀνὴρ, ἐπειδὴ οὕπω πεπίστευκας εἰς αὐτόν. Ἐπεί δέ ἡ Σαμαρεῖτις τὴν ὅλην τῶν ἀνθρώπων φύσιν ὑπέγραφε, νοοῖντο ἂν πέντε ἄνδρες καὶ οἱ δοθέντες αὐτῇ ἀνέκαθεν πέντε νόμοι παρὰ τοῦ Πλάσαντος, ὁ ἐν παραδείσῳ, ὁ μετὰ τὴν παρακοὴν, ὁ τῷ Νῶε δοθεὶς μετὰ τὸν κατακλυσμὸν, καὶ τέταρτος ὁ τῆς περιτομῆς, πέμπτος δὲ ὁ γραπτός. Ἀλλὰ τούτοι ἀποβαλοῦσα, τῷ τῆς ἀσεβείας νόμῳ, ὡς μοιχῷ συνεφθείρετο. Ὁ δὴ καὶ τῶν προφητῶν αἱ φωναὶ τροπικῶς στηλιτεύουσιν. Ὁ μὲν γὰρ Ἱερεμίας· « Ὄψις πόρνης, φησὶν, ἐγένετό σοι.» Ὠσηὲ δέ· «Περιέθετο λέγων, τὰ ἱμάτια αὐτῆς, καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς. » Ὁ δὲ Ναούμ· « Πόρνη, φησὶ καλὴ, καὶ ἐπίχαρις, ἡ πωλοῦσα ἔθνη ἐν τῇ πορνείᾳ αὐτῆς.» Ὁ νόμος τοίνυν τῆς ἀσεβείας οὐκ ἦν τῆς φύσεως τῶν ἀνθρώπων ἀνήρ· ἔμελλε γὰρ νυμφευθῆναι Χριστῷ, ᾧ νυμφοστολεῖ ταύτην Παῦλος, οὕτως εἰπὼν·          «Ἠρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι Χριστῷ.» Ἀλλὰ τὰ τῆς ἱστορίας αὖθις ἐπαναλάβωμεν. «Λέγει αὐτῷ ἡ γυνὴ Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.» Ἀκούσασα οὕτω σαφῶς ἀνακαλυφθέντα τὰ ἐν παραβύστῳ πραχθέντα, καὶ ὅσα τὴν πόλιν ἐλάνθανεν, οὔθʼ ὑπεστάλη ἐρυθριάσασα, οὔτʼ ἀπρεπές τι καὶ ἰταμὸν ἀνεφθέγξατο· ἀλλʼ ἐκ τοῦ προφήτην αὐτὸν ὁμολογεῖν ἔοικε τῷ λόγῳ συγκατατίθεσθαι, ἀπεοικότα δὲ ποιεῖν τῷ ἔθνει αὐτῆς. Οἱ γὰρ Σαμαρεῖται προφήτας οὐ παρεδέξαντο. Εἶτα καί περὶ δογμάτων ζητεῖ, ὥσπερ ὠδίνουσα τὸ ζήτημα πρότερον.       « Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν τόπος ὅπου δεῖ προσκυνεῖν,» Ἰουδααῖοι μὲν τὰς προφητικὰς φωνὰς σωματικῶς ἐκδεχόμενοι ᾢοντο ἐν μόνοις Ἰεροσολύμοις δεῖν προσκυνεῖν τὸν Θεόν. Σαμαρεῖται δὲ ἐν ὄρει τοῦ Ταριζὲν, ἐν ὄρει τὰ εἴδωλα ἐκεκρύφατο, ὡς ἐν τοῖς ἔμπροσθεν εἴπομεν. Ταύτην οὖν τὴν ζήτησιν ὡς ἀμφίβολον ἡ γυνὴ τῷ Δεσπότῃ προΐσχεται. Τὶ οὖν ὁ Σωτήρ; « Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὤρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὕτε ἐν Ἰεροσολύμοις προσκυνήσετε τῷ Πατρί. » Ὤραν τὴν ἑαυτοῦ ἐπιδημίαν λέγει, καθʼ ἥν οἱ ἀληθινοὶ προσκυνηταὶ οὐκ ἐν ἀφωρισμένῳ τόπῳ, ἀλλὰ πανταχόθεν προσοίσουσι τὴν προσκύνησιν τῷ πανταχοῦ παρόντι Θεῷ. Ὑμεῖς προσκυνεῖτε οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὅ οἴδαμεν. » Θορυβήσει δὲ ἴσως τινὰς τῶν ἀκροατῶν ἡ ἐπὶ Χριστοῦ λεγομένη προσκύνησις, πειδὴ ἑαυτὸν τοῖς προσκυνοῦσι συναριθμεῖ. Ἔστι οὐ κάματος τοῖς εὐσεβεῖν βουλομένοις, καὶ θεοπρεπῶς τὰς τοιαύτας φωνὰς ἐκλαμβάνεσθαι. Προσκυνεῖν μὲν λέγει, ὡς τὴν προσκυνοῦσαν φύσιν ἀναλαβὼν, καὶ οἰκειούμενος τὸ ἡμέτερον· προσκυνεῖσθαι δὲ πάλιν ὁ αὐτὸς ὡς Θεός. Πλὴν οὐ διαιρετέον προσκυνούμενον καὶ λέγοντα προσκυνεῖν, εἰς ἄνθρωπον γάρ ἐστι τῇ ὑποστάσει, μενουσῶν ἀφύρτων τῶν φύσεων. Τιμῶν δὲ τὰ τῶν Ἰουδαίων ὁ Σωτὴρ ἐπήγαγεν, ὅτι « Ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστιν. Ἀληθῶς γὰρ ὅτι καὶ ἡ περὶ τοῦ Θεοῦ γνῶσις, καὶ τῆς εὐσεβείας φυγὴ παρὰ Ἰουδαίων εὕρατο τὴν ἀρχήν. Κρυφιωδέστερον δὲ σωτηρίαν φερωνύμως ἑαυτὸν ὠνόμασε· τοῦτο γὰρ σημαίνει τὸ, Ἰησοῦς ἡ σωτηρία γὰρ ὁ Χριστὸς ἐκ τῶν Ἰουδαίων κατὰ σάρκα γεγένηται. « Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Τὰ δύο τελειωτικὰ τῆς ψυχῆς, πρᾶξιν καὶ θεωρίαν ᾐνίξατο· διὰ μὲν τοῦ πνεύματος δηλώσας τὸ πρακτικόν· « Τὸ πνεῦμα γὰρ, φησὶν, ἐπιθυμεῖ κατὰ τῆς σαρκὸς, καὶ ἡ σὰρξ κατὰ τοῦ πνεύματος,» διὰ δὲ τοῦ, « ἐν ἀληθείᾳ,» τὴν τῶν δογμάτων ἀψευδῆ κατανόησιν. Διὰ πράξεων οὖν καὶ ἀληθείας ἡ ἀληθὴς προσκύνησις γίνεται. Ἦ ἐπειδὴ τὸ σκιῶδες γράμμα τοῦ νόμου ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, ἀντέθηκε τὸ πνεῦμα τῷ γράμματι, καὶ τῇ σκιᾷ τὴν ἀλήθειαν. Οὐ τοπικὴ γοῦν ἡ προσκύνησις ἡμῖν τοῖς πιστοῖς, ὡς τοῖς Ἰουδαίοις καὶ Σαμαρείταις, ἀλλὰ πνευματική. Πνεῦμα γὰρ ὁ Θεὸς, οὐκ ἔχων τὸ περιγράφεσθαι· « Καὶ οἱ προσκυνοῦντες αὐταπνευματικῶς ὀφείλουσι προσκυνεῖν. »

«Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται λεγόμενος Ὁ λεγόμενος Χριστός. » Ἐπίστησον ὅτι καὶ οἱ Σαμαρεῖται τὴν παρουσίαν Χριστοῦ ἐξεδέχοντο, Μωσέως ἀκούσαντες, ὅτι «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.» Εἰσβάλλει γοῦν καὶ τὸν περὶ τούτων λόγον ἡ γυνὴ, βουλομένη τὸν χρόνον ἴσως τῆς αὐτοῦ παρουσίας μαθεῖν· καὶ ἀκούσασα ὡς «Ἐγώ εἰμι, » οὐκ ἔτι πολυπραγμονεῖ· τὸ μέντοι πιστεύσασα, τὸ δὲ συσταλεῖσα τῇ ἐνδημίᾳ τῶν μαθητῶν. Ἀλλʼ ἀμελήσασα καὶ ὕδατος, καὶ ἱμονίας ἄπεισι πρὸς τὴν πόλιν κηρύττουσα. Οἱ μέντοι μαθηταὶ τεθαυμάκασι τὸ συγκαταβατικὸν τοῦ Σωτῆρος καὶ ἄτυφον, ὅτι γυναικὶ διαλέγεσθαι οὐκ ἠνῄσατο Ἀλλʼ εἰδότες ὅτι οὐδέν τι ποιεῖ ἄνευ οἰκονομίας θεοπρεποῦς, οὐ πολυπραγμονοῦσι τὸν τρόπον τὴς διαλέξεως, ἀλλὰ τὰ ἐωνημένα παραθέντες, ἠξίουν φαγεῖν. Ἀλλʼ αὐτὸς τὸ τῶν Σαμαρειτῶν προβλεπων εὐήνιον, καὶ βρῶμα ἴδιον καὶ αὐτῷ πρέπον ἡγούμενος τὴν ἐκείνων εὐπείθειαν· « Ἐγὼ, φησὶ, βρῶσιν ἔχω φαγεῖν, ἥν ὑμεῖς οὐκ οἴδατε.» Τῶν δὲ ξενιζομένων τῷ λόγῳ, καὶ ἀπορούντων μή ποθεν αὐτῷ τις παραδόξως ἐκομίσθη τροφὴ, ὥσπερ ἥν ἐκόμισε τῷ Δανιὴλ Ἀββακοὺμ, καὶ τῷ Ἠλίᾳ τὰ ὄρνεα, σαφηνίζει τὸ αἴνιγμα· « Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με. » Οὕτως ἐποιεῖτο τροφὴν καὶ τρυφὴν τῶν μυσταγωγουμένων τὸ εὐπειθές· δακτυλοδείκνυσι δὲ αὐτοῖς μονονουχὶ τοὺς Σαμαρείτας ἀολλέας ἐρχομένους ἀγεληδόν· τοσοῦτον γὰρ αὐτοὺς οἱ λόγοι τῆς γυναικὸς ἀνεπτέρωσαν· καί φησιν· « Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν εἰς θερισμόν. » Θερισμὸν καλεῖ τὰς ἑτοίμους ψυχὰς εἰς τὸ δέξασθαι τὸ εὐαγγελικὸν δρέπανον, ὅ θερίζει τὴν κακίαν, ἥν ὁ Θεὸς οὐκ ἔσπειρε· καὶ εἰς ἐν συνάγει τὴν φύσιν, ἥν οὐ διεσκόρπισεν. Εἰπὼν δὲ, ὅτι                 «Ἀπέστειλα ὑμᾶς θερίζειν, ἃ οὐ κεκοπιάκατε, τοὺς προφήτας κεκοπιακέναι ᾐνίξατο. Αὐτοὶ γὰρ ἦσαν οἱ τῆς θεογνωσίας προκαταβαλόντες τὰ σπέρματα. Ῥάδιον οὖν ὑμῖν, φησὶν, ἔσται τὸ κήρυγμα, καὶ οὐ κάματος τῇ δρεπάνῃ τοῦ λόγου θερίζειν ἕτοιμα λήϊα. Καὶ ἡ χαρὰ δὲ κοινὴ αὐτοῖς τε τοῖς ἐσπαρκόσι προφήταις, καὶ ὑμῖν τοῖς εἰσκομίζουσι τοὺς καρπούς. Ἀλλʼ ὁ μὲν τῆς ἱστορίας λόγος πέρας δεχέσθω· ἡ δὲ ἐν αὐτῷ πνευματικὴ θεωρία ἥδη λελέχθω. Ὡς μὲν οὖν τύπος ἦν ἡ Σαμαρεῖτις τῆς φύσεως τῶν ἀνθρώπων, ἔφθημεν προειπόντες· ᾤκει γὰρ καὶ αὕτη ποτὲ ἐν τῷ τῆς ἀπαθείας ὄρει, θείοις ἐπαιρομένη νοήμασι. Τῇ συμβολῇ δὲ τοῦ ὄφεως ἐνασμηνίσασα, αἰχμάλωτος εἰς τὴν σύγχυσιν τῆς ἁμαρτίας εἰς βαβυλῶνα κατάγεται, ἀποκτηνωθεῖσα ταῖς ἀλόγοις ὁρμαῖς, καὶ ἀντὶ θείων νοημάτων ἐν τῷ ὄρει τοῦ νοὸς, ὡς Χαλδαίων πληθὺν εἰσοικίσασα τὴν ἀσέβειαν, ἢ πρόξενος αὐτῇ γέγονε τῆς παρὰ τῶν λεόντων φθορᾶς· νοοῖντο δʼ ἄν λεόντων ἀμυχαὶ αἱ κατὰ καιροὺς τοῖς ἀνθρώποις ἐπενεχθεῖσαι διάφοροι μάστιγες, ὑδάτων κατακλυσμοὶ, συγχύσεις γλωσσῶν, ἐπομβρίαι πυρὸς, αἱ δὴ μέχρι τότε τὴν φύσιν κατενεμήθησαν, ἕως ἡ Μωσαϊκὴ νομοθεσία τὴν ἀσέβειαν ἀπεκρούσατο. Οὐ μέντοι γε τηλαυγῶς τὴν φύσιν ἐκάθηρεν· ἔτι γὰρ τῷ ὄρει προσεκύνει, ἐν ᾧ τὰ εἴδωλα ἐκεκρύφατο τῇ Ἀστάρτῃ, καὶ τῷ Χαμὼς, καὶ ταῖς δαμάλεσι προσανέχουσα. Ὅτε δὲ αὐτὸς ὁ τοῦ Πατρὸς ὅρος, καὶ Λόγος ὁδοιπορήσας ἀπὸ τῶν πατρικῶν κόλπων μέχρι τῆς ἡμετέρας ἦλθεν ἐσχατιᾶς, μίαν εὕρατο ῥᾳδίαν σωτηρίας ὁδὸν τὸ καθίσαι παρὰ τῇ πηγῇ τοῦ βαπτίσματος· ἥτις λέγεται τοῦ πτερνιστοῦ Ἰακὼβ ὡς τὸν νοητὸν Ἠσαῦ πτερνίζουσά τε καὶ ἄγχουσα, καὶ διʼ αὐτῆς τῆς πηγῆς δίδωσι τοῖς ἀνθρώποις τὸ ζὼν ὕδωρ τοῦ Πνεύματος, Εἴη δὲ καὶ ἡμᾶς ὀπαδοὺς γενέσθαι τῆς θεοφιλοῦς Σαμαρείτιδος, καὶ ἀποστέρξαι μὲν τὴν ἄλογον πρὸς τὰς αἰαθήσεις συνοίκησιν, αἷς ὡς ἀνδράσι πέντε ἐξ αὐτῆς τῆς γεν-νήσεως συνῳκίσθημεν, ἀνασυράσαι δὲ καὶ τὸν φένακα λογισμὸν ὡς ἕκτον παρακοίτην τὸ λέχος τῆς ψυχῆς καταχραίνοντα, ἀδιαστάτως τε τὸ τῶν δακρύων ὕδωρ ἀντλεῖν, ἐξ οὗ ἀναψύχεται καὶ ὁ νοῦς ἡμῶν Ἰακὼβ, καὶ οἱ ἐξ αὐτοῦ τικτόμενοι εὐσεβες λογισμοὶ καὶ τὰ κτήνη αὐτοῦ, ἐπιθυμία, φημὶ, καὶ θυμός. Ἄν τοῦτο τὸ ὕδωρ ἐξαντλῶμεν τῶν ὀφθαλμῶν, ἐπιστήσεται νοητῶς ὁ Λόγος τὴν ἡμῶν σωτηρίαν διψῶν, καὶ τοὺς ὅμβρους ἡμῖν χορηγήσει τῶν πνευματικῶν δωρεῶν, ὅτι αὐτῷ πρέπει πᾶσα τιμὴ, καὶ δόξα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images