Παρασκευή, 13 Δεκεμβρίου 2024

Θεοφάνους Κεραμέως

Ὁμιλία ΛΘ΄

«Εἰς τήν σωτήριον Ἀνάληψιν»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 744Α-764A)

Λαμπρὰ τῷ ὄντι καὶ περιφανὴς ἡ παροῦσα πανήγυρις, αὐτὸ δὴ τῶν ἑορτῶν τὸ κεφάλαιον ὑπόθεσιν ἔχουσα· αὕτη γὰρ ἡ τῶν μυστηρίων τοῦ Χριστοῦ κορωνίς· αὕτη τῆς σωτηρίας ἡμῶν ἡ τελείωσις· σήμερον ἡ φύσις τῶν ἀνθρώπων εἰς τὸν ὑπερουράνιον θῶκον ἐνίδρυται· σήμερον ἡ ἀνέκαθεν ἔχθρα τῆς λογικῆς φύσεως διαλέλυται, καὶ ἀγγέλων καὶ ἀνθρώπων γέγονεν ἕνωσις· σήμερον τῆς ἀσωμάτων ἀξίας ὑπερήρθη τὸ βρότειον φύραμα, καὶ θεϊκῆς ἀξίας γέγονε μέτοχον· σήμερον αἱ νοεραὶ δυνάμεις ἑορτάζουσι, μετʼ ἐκπλήξεως οὐρανῷ συνημμένην ὁρῶσι τὴν γῆν, καὶ τεθηκυῖαι τῷ θαύματι ζητοῦσι μαθεῖν ἅπερ Ἡσαΐας προεχρησμῷδησεν. Ἀλλὰ τὰς εὐαγγελικὰς ῥήσεις εἰς μέσον προθέμενοι, τὸν ἐν αὐταῖς νοῦν ὡς δυνατὸν ἀνιχνεύσωμεν. Ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ. » Προσήκει ζητῆσαι διατί μέσον ὁ Λόγος ἔστη τῶν μαθητῶν. Ἐπειδὴ τὴν εἰς τὰ ἔθνη διδασκαλίαν ἔμελλεν ἐγχειρίζειν αὐτοῖς, ἥτις ἐστὶν τῶν δογμάτων ἀκρίβεια, καὶ ἡ τῶν ἐντολῶν φυλακὴ, δείκνυσι συμβολικῶς διὰ τῆς ἐν μέσῳ στάσεως, ὡς ἀμφότερα ἐν μεσότητι δείκνυνται, ἢ τε περὶ τὸ Θεῖον εὐσέβεια, καὶ ἡ πρακτικὴ ἀρετή. Ἡ μὲν γὰρ καθʼ ἡμᾶς θεολογία μέσον ἐστὶ στενῆς μοναρχίας μονοπροσώπου Ἰουδαῖκῆς, καὶ πολυθεΐας Ἑλληνικῆς, καὶ αὗται δὲ αἱ ἀρεταὶ μεσότητές εἰσι, τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις ἐκκλίνουσαι· εἰ δὲ καὶ τῶν μαθητῶν ἀνακειμένων, ὡς ὁ Μάρκος φησὶν, ὁ Ἰησοῦς ἵσταται, μηδέν τι θορυβηθῆς. Κρυφιωδέστερον γὰρ ἐντεῦθεν μανθάνομεν, ὡς ἡ μὲν θεία φύσις ὁρθή τε, καὶ πανταχόθεν ἀσάλευτος, ἀμετάθετον τὴν σύστασιν, καὶ ἀκράδαντον ἔχουσα· τὸ δὲ τῶν ἀνθρώπων γένος πρὸς σύμφυτον ἀσθένειαν ὑποκάθηται

«Καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν, » διττῆς ἀγωνίας ἀπολύων τοὺς μαθητὰς, τοῦ τε φόβου τῶν Ἰουδαίων, καὶ τοῦ μὴ δοκεῖν φάντασμα θεωρεῖν, δίδωσι τὴν εἰρήνην αὐτοῖς, καὶ ἅμα τε προαναφωνῶν, ὡς αὐτός ἐστιν ὁ τῆς εἰρήνης παροχεὺς, ὁ τὴν ἔχθραν λύσας διὰ τοῦ σταυροῦ, καὶ τοῦ αἵματος, καὶ τὸν Θεὸν καὶ Πατέρα τοῖς ἀνθρώποις ἱλεωσάμενος. Ἀλλʼοὕτως ἦσαν, ὡς ἔοικεν, ἀτελεῖς, ὡς, καίτοι φανερῶς ὁρῶντες τὸν Κύριον, καὶ τῆς γλυκείας ἀκούοντες φωνῆς, ᾤοντο πνεῦμα ὁρᾷν.              

« Πτοηθέντες δὲ, καὶ ἔμφοβοι γεγονότες, ἐδόκουν πνεῦμα θεωρεῖν.» Καὶ οὐ δήπου φαμὲν ὡς δαιμόνια ὁρᾷν ὑπετόπασαν, ἀλλʼ ὅτι ἐπίστευσαν μὲν, ὡς ὁ Κύριός ἐστι, διὸ καὶ ἐχάρησαν, ὡς ὁ μέγας Ἰωάννης φησὶν, ὤοντο δὲ πνεῦμα αὐτὸν γενέσθαι ἀμέτοχον σώματος. Οὐκ ἦν γὰρ ἴδιον τῆς σαρκὸς κεκλεισμένων τῶν θυρῶν εἰσελθεῖν· διὰ τοῦτο αὐτομάτως εἰσελθόντα τεθεακότες αὐτὸν, κατωῤῥώδησαν. Κατευνάζει γε μὴν τὸ δέος αὐτῶν, καὶ ἀνακαλύπτει τὴν ἐν τοῖς λογισμοῖς αὐτῶν γενομένην πτοίαν, εἰπών· « Τί τεταραγμένοι ἐστὲ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; » καὶ ἅμα δεικνὺς ὐτοῖς τὰς ἐν χερσὶ καὶ ποσὶν ὠτειλὰς πιστοποιούμενος, ὅτι αὐτό ἐστι τὸ πεπονθὸς σῶμα, καὶ οὔτε ἄλλο ἀντʼ ἐκείνου ἐγήγερται, οὔτε πνεῦμα σκιῶδές ἐστι, καὶ ἀσώματον.

«Ἴδετε τὰς χεῖράς μου, καὶ τοὺς πόδας μου· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Ἀλλʼ ἔστιν ἐνταῦθα διαπορῆσαι, πῶς τῶν ἥλων αἱ τρώσεις ἐν τῷ ἀφθάρτῳ ἐνδείκνυνται σώματι. Φαμὲν οὖν, ὡς οἰκονομικῶς ταῦτα δείκνυσι, πιστούμενος τὴν ἀνάστασιν. Εἰ γὰρ καὶ τούτων αὐτοῖς δεικνυμένων ἀπιστίᾳ ἔτι συνείχοντο, τί ἄν ὑπετόπασαν, εἰ οὐκ τοῦ πάθους τὰ σύμβολα;

«Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι ῥῥώσιμον ἐνθάδε; » Ἐπειδὴ ἀπιστοῦντας ἔτι ἑώρα τοὺς φοιτητὰς, καὶ ὡς ἐν τρυτάνῃ ταλαντευομένους τὸν νοῦν, τὰ γὰρ ὑπερβαλλόντως περιχαρῆ ὄκνον ἐμποιοῦσι πιστεύεσθαι, ἐκδηλότερον αὐτοὺς διὰ τῆς βρώσεως βεβαιοῖ, κατεδηδοκὼς τὸ μέλι καὶ τὸ τοῦ ἰχθύος τεμάχιον. Μὴ ταραττέσθω δὲ ἡ τῶν ἀκουόντων διάνοια, εἰ τὸ ἀφθαρτισθὲν σῶμα, καὶ γεγονὸς βρωμάτων ἀνενδεὲς μεταλαμβάνει τροφῆς· μηδὲ ζητείτω, τί γέγονε τὸ μεταληφθέν· ταῦτα γὰρ ἀποροῦσιν οἱ ἐναντιούμενοι τῷ μυστηρίῳ τῆς ἀναστάσεως. Ὥσπερ γὰρ ὑπέδειξεν οἰκονομικῶς τὰς ἐκ τῶν ἥλων καὶ τῆς λόγχης πληγὰς, καίτοι σαρκὸς παχύτητα μὴ ἐπιφερόμενος ἐν τῷ καθαρῷ ἐκείνῳ λεπτῷ καὶ θεοειδεῖ σώματι, οὕτω δὴ καὶ μεταλαμβάνει τροφῆς, οὐ καθʼ ὁμοιότητα τῆς ἡμετέρας βρώσεως τοῦ μεταληφθέντος ἀλλοιωθέντος εἰς προσθήκην, ἢ ἔκκρισιν, ἤ διάπνευσιν, ἀλλʼ ὥσπερ ἡ πυρσολαμπὴς τοῦ ἡλίου ἀκτὶς τὴν ὑποκειμένην νοτίδα ἐκδαπανᾷ, μηδὲν ἐξ αὐτῆς εἰς τὴν οἰκείαν φύσιν λαμβάνουσα, οὕτω γέγονε τῷ Σωτῆρι τῆς βρώσεως ἡ μετάληψις τῷ θεϊκῷ δαπανηθεῖσα πυρὶ, ὡς ἂν ἐν πεπυρακτωμένῳ σιδήρῳ κηρὸς ἐνστάξας διαλυθῇ. Ὅρα δὲ καὶ τὸ εἶδος τῆς βρώσεως ἐναργὲς τῆς οἰκονομίας τεκμήριον, ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Ἰχθύος μὲν, ὅτιπερ ἀνθρωπήσας, καὶ ἐν τῇ θαλάσσῃ τοῦ καθʼ ἡμᾶς βίου γενόμενος τῆς ἁλμυρᾶς ἀμαρτίας ἔμεινεν ἄγευστος, ὅν τρόπον ὁ ἰχθὺς τῆς θαλαττίας ἅλμης τηρεῖται ἀμέτοχος· ὀπτοῦ δὲ, ὅτι τῷ πυρὶ τῆς θεότητος ἑνωθεῖσα ἡ σὰρξ, οὐδέν τι χαῦνον, καὶ ὑδερῶδες τοῦ πλαδαροῦ τοῦδε βίου ἐφέρετο. Καὶ μὴν πρὸς τὸ πάθος ἑλκόμενος, καὶ τὰ μύρια τῶν ὕβρεων εἰσδεχόμενος, ἰχθύος, τρόπον ἄφωνος ἦν οὐκ ἐρίζω, οὐδὲ κραυγάζων, οὐδὲ ἀνοίγων τὸ στόμα αὐτοῦ, κατὰ τὴν προφητικὴν Ἠσαῖου φωνήν. Τὶ δὲ τὸ κηρίον ἐδήλου τῶν μελισσῶν; Ἐπειδὴ χολῆς ἐγεύσατο, τε τῷ σταυρῷ προσεπήγνυτο τὴν εὐήδονον τοῦ προπάτορος ἀλθαίνων γεῦσιν διὰ τῆς ἐναντίας πικρότητος, τὴν ὑπὲρ τῆς φύσεως ἡμῶν οἰκονομίαν πᾶσαν πεπληρωκὼς, λοιπὸν μεταδίδωσιν ἡμῖν φωτισμοῦ καὶ γλυκύτητος, ὧν ἐναργῆ σύμβολα τὸ μέλι, καὶ τὸ κηρίον βρῶμα τῷ Κυρίῳ γενόμενα· πάντως δὲ οὐ χρὴ ἀμφιβάλλειν, ὅτι καὶ οἶνον ἐπεπώκει φαγών. Εἰ γὰρ καὶ ἐνταῦθα σεσίγηται, ἀλλὰ δήλον ἐστιν ἐξ ὧν φησιν ὁ Ἀπόστολος, ὅτι καὶ « Συνεφάγομεν αὐτῷ, καὶ συνεπίομεν,» οὐ πρὸ τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν. πῶς ἔμελλε τὴν πρὸ τοῦ πάθους ἐπαγγελίαν πιστώσασθαι, ἥν ἐν τῷ τῶν μυστηρίων εἶπε καιρῷ· « Ἀπάρτι οὐ μὴ πιῶ ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως αὐτὸ πιῶ καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ; » βασιλείαν μὲν ὠνομακὼς τὴν ἀνάστασιν, καθʼ ἥν ἔλεγεν· « Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·» καινὸν δὲ, ὅτι παράδοξος ἦν ὡς ἀληθῶς ὁ τρόπος τῆς μεταλήψεως.

Τούτοις τοὺς μαθητὰς πιστωσάμενος, καὶ τῶν προτέρων διδαχῶν ἀναμνήσας αὐτοὺς, καὶ νεύματι θείῳ, καὶ λόγων ἡδύτητι διανοίξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς, ἐντειλάμενός τε προσμένειν ἐν Ἱερουσαλὴμ, καὶ καραδοκεῖν τὴν ἐσομένην τοῦ ἁγίου Πνεύματος ἔλευσιν, ἥν ἐξ ὕψους ἐκάλεσε δύναμιν, ἀνάγει αὐτοὺς εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ὅπερ ἐσήμανεν ὁ εὐαγγελιστὴς εἰπών· « Ἐξήγαγε δὲ αὐτοὺς ἕως εἰς Βηθανίαν· ἀπὸ τοῦ πλησιάζοντος τόπου, τὸ ὄρος τοῦτο δεδηλωκώς. Ἔδει γὰρ, δεῖ ἐν τούτῳ τῷ ὄρει γενέσθαι τοῦ Σωτῆρος τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν. Ἐπειδὴ, ὡς πατρικὴ πρὸς ἡμᾶς ἄνωθεν ἀφῖκται παράδοσις, ἐν τούτῳ πάλιν ἥξει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ μετὰ τοῦ σώματος. Τοῦ γὰρ αὐτοῦ τόπου ἡ μὲν ἀκρώρεια καλεῖται ὄρος τῶν Ἐλαιῶν, ἡ δὲ ὑπώρεια Κλαυθμῶνος κοιλὰς, δηλούσης, οἶμαι, ἀμφοτέρας κλήσεως, ὡς οἱ μὲν δίκαιοι λήψονται τὸν τῆς ἀναπαύσεως ἔλεον, οἱ δὲ ἁμαρτωλοὶ τὸν κλαυθμὸν ἐκεῖνον τὸν ἀπαράκλητον· Ἀλλʼ ὁ τοῦ θεσπεσίου Ζαχαρίου χρησμὸς ἐν τούτῳ τῷ ὄρει θεσπιῳδεῖ τὴν σωτήριον γενέσθαι ἀνάληψιν·      « Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου, καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι Ἰερουσαλήμ.» Ἐν τῷ ὄρει οὖν τούτῳ ἀνάγει τοὺς μαθητὰς, καὶ τὰς χεῖρας αἴρει, ἅς διʼ ἡμᾶς ᾖρεν ἐν τῷ σταυρῷ, καὶ τὴν Δεσποτικὴν εὐλογίαν αὐτοῖς δίδωσιν, οἰονεὶ τελευταίαν, καὶ συντακτήριον· καὶ οὕτω παραδόξως εἰς οὐρανοὺς ἀναφέρεται, οὐ πυρίνῳ ἅρματι, ὡς θεσβίτης ἀρθεὶς, ἀλλὰ φωτεινῇ νεφέλῃ ληφθείς. Οὔτω γάρ φησιν ὁ αὐτὸς εὐαγγελιστὴς ἐν τῷ βιβλίῳ τῶν Πράξεων, ὡς βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.

Ἦν δέ ἡ νεφέλη τό Πνεῦμα τό Ἅγιον. Αἰσθητὴν γὰρ νεφέλην ἀδύνατον τὸν αἰθέρα ὑπεκδραμεῖν, φυσικῶς τῆς νοτίδος τῷ αἰθερίῳ ἐξοπτωμένης πυρί. Ἀλλʼ ὥσπερ ἐν πνεύματι κατῆλθεν, οὕτως εἰπόντος πρὸς τὴν Παρθένον τοῦ Γαβριήλ. Πεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε· » οὕτω καὶ μετὰ τοῦ Πνεύματος ἄνεισι συμπαρομαρτοῦντος αὐτῷ, καὶ συνόντος οὐσιωδῶς. Ἀλλὰ τίνος ἔνεκεν οὐκ εὐθὺς ἀναστὰς ἐκ νεκρῶν ἀνῆλθεν εἰς οὐρανοὺς, ἀλλὰ μεθʼ ἡμέρας τοῦτο ποιεῖ τεσσαράκοντα; Ὅτιπερ εἰ τοῦτο γέγονεν, ἔδοξεν ἄν φαντασία τις, καὶ φενακισμὸς ἡ ἀνάστασις, εἰ ἀνα- στὰς ὁμοῦ τε ὤφθη, καὶ ᾤχετο. Τοῦτο γὰρ κατʼ οὐδὲν διέφερε τῶν ἐν ὀνείροις τερπνῶν, ἃ μόνον ὀφθέντα, εὐθὺς ἀπέπτη καὶ λέλυται, τὸν τοῦ ῥέγχοντος λογισμὸν ἀπατήσαντα· διὰ τοῦτο ἐφʼ ἱκαναῖς ἐπιμείνας ἡμέραις, καὶ ταῖς διαφόροις ἐμφανείαις βεβαιώσας τοὺς μαθητὰς, καὶ ἀνανατίῤῥητον δείξας τὸ θαῦμα τῆς ἀναστάσεως, οὕτως εἰς οὐρανοὺς ἀνεφέρετο. Εἰ δὲ ἐγγεγύμνασται ὑμῶν πρὸς λεπτοτέρας ἐννοίας ὁ νοῦς, καὶ καθαρῷ φωτὶ δύναται, καὶ τῶν ἰσχνοτέρων ἐφάπτεσθαι, ἐρῶ πρὸς ὑμᾶς καὶ τὸν τρόπον τῶν τεσσαράκοντα ἡμερῶν, διὰ τί μετὰ τοσαύτας τὴν ἀνάληψιν ἐποιήσατο. Τρεῖς ἴσμεν τὰς ἐπὶ γῆς γεννήσεις Χριστοῦ· πρώτην μὲν τὴν ἐκ τῆς πανάγνου Μητρός· δευτέραν δὲ τὴν ἐν Ἰορδάνῃ διὰ τοῦ ὕδατος· τρίτην τὴν ἐκ νεκρῶν παλιγγενεσίαν, καθʼ ἦν ὁ πρωτότοκος γενόμενος πάσης κτίσεως καὶ πρωτότοκος τῶν νεκρῶν χρημάτισεν. Ἐν μὲν οὖν τῇ πρώτῃ γεννήσει μετὰ τεσσαράκοντα ἡμέρας ἀνήγα γεν αὐτὸν, ὡς πρωτότοκον, ἐν τῷ ἱερῷ παραστῆσαι ἐνώπιον Κυρίου, καὶ δοῦναι θυσίαν κατὰ τὸ τοῦ νόμου παράγγελμα· ἐν τῇ δευτέρᾳ γεννήσει τῇ ἀπὸ τοῦ βαπτίσματος ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον, καὶ ἐν ὅλαις τεσσαράκοντα ἡμέραις πάντα νικήσας πειρασμὸν, καὶ ἰσχυρότερος φανεὶς τοῦ πειράζοντος, ἤρξατο κηρύττειν τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀκολούθως οὖν καὶ μετὰ τὴν τρίτην γέννησιν, φημὶ δὴ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, μετὰ τεσσαράκοντα ἡμέρας, εἰς τὸ ὑπερουράνιον ἀνάγεται ἱερὸν, παριστῶν τὴν φύσιν ἡμῶν ἐν ἑαυτῷ καθαρὰν τῷ Θεῷ καὶ Πατρὶ ἅτε νικήσας τὸν κοσμοκράτορα, καὶ ὑπεράνωάσης ἀρχῆς, καὶ ἐξουσίας γενόμενος.

Πλὴν οὐδʼ ἐκεῖνο προσήκει παραδραμεῖν ἀμνημόνευτον, ὡς οὐ μόνον οἱ ἔνδεκα μαθηταὶ τῆς Ἀναλήψεως γεγόνασι θεαταὶ, ἀλλὰ καὶ αὐτὴ συμπαρῆν ἡ πανυπέραγνος Δέσποινα, καὶ πολλοὶ τῶν ἐβδομήκοντα μαθητῶν, ἐν οἷς ἦν καὶ ὁ Χανανίτης Ναθαναηλ· ἢ πῶς ἔμελλεν ἰδεῖν τῆς πρὸς αὐτὸν ἐπαγγελίας τὸ πλήρωμα; Ὅτε γὰρ τὰ περὶ τοῦ Χριστοῦ ἐμυσταγώγει τοῦτον ὁ Φίλιππος, καὶ εἴσω τῶν εὐαγγελικῶν δικτύων ἐσαγηνεύσατο, εἰρήκει πρὸς αὐτὸν ὁ Σωτήρ· « Ἀπάρτι ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγότας, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας, καὶ καταβαίνοντας ἐπὶ τὸν Υἰὸν τοῦ ἀνθρώπου. Τοῦτο δὲ φανερῶς προϋπέφαινε τὴν εἰς οὐρανοὺς αὐτοῦ ἀναφοίτησιν, καθʼ ἥν οἱ μὲν τῶν ἀγγέλων ἀνέβαινον ταῖς ἀνωτέραις δυνάμεσι τὰς οὐρανίους πύλας αἴρειν ἐγκελευόμενοι, οἱ δὲ κατέβαινον τοὺς μαθητὰς διαβεβαιούμενοι, ὡς,          «Οὗτος ὁ ἀναληφθεὶς ἀφʼ ὑμῶν εἰς τὸν οὐρανὸν, ὁ αὐτὸς ἐλεύσεται πάλιν ἐπὶ τῆς γῆς μετὰ σώματος, » τὴν ἐσχάτην αὐτοῦ παρουσίαν σημαίνοντες. Ἀλλὰ τίνος χάριν οἱ ἄγγελοι ταῖς ὑψηλοτέραις τάξεσιν αἴρειν τὰς πύλας παρακελεύονται, θεολογικὴ φωνὴ διεσάφησεν. Ἐπειδὴ γὰρ ἐκ τοῦ πάθους γέγονεν ὁ Σωτὴρ ὑψηλότερος, οὕτως εἰπόντος τοῦ Ἀποστόλου·      « Διὸ καὶ Θεός» αὐτὸν ὑπερύψωσε· » καὶ αὐτοῦ δὴ κεκραγότος τοῖς μαθηταῖς· « Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· » διὰ τοῦτο καὶ τὰς πύλας ὑψηλοτέρας » ἀπαιτεῖ γενέσθαι εἰς τὸ αὐτὸν ὑποδέξασθαι. Ἀλλ’ οἱ ὑποδεχόμενοι ἄγγελλοι βλέποντες αὐτὸν μετὰ σώματος ἀνιόντα, καὶ τὰ τοῦ πάθους ἐμφαίνοντα σύμβολα φιλοπευστοῦσι. «Τίς οὗτος ὁ βασιλεὺς δόξης ὁ παρο γενόμενος ἐξ Ἐδὼμ, καὶ τὰ ἱμάτια αὐτοῦ ἐκ Βοσόρ; » Τουτέστι· Τί ὁ ἀπὸ τῶν γηΐνων παραγενόμενος, καὶ σαρκὸς φέρων πρόβλημα; Ἐδὼμ γὰρ ὁ περίγειος κόσμος οὗτός ἐστι· Βοσὸρ δὲ σαρκὸς ἐρμηνεύεται. Πρὸς οὕς ἀποκρίνονται « Κύριος κραταιὸς, καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, » ὅς πρὸς τὸν διάβολον, ὑπὲρ τῆς τῶν ἀνθρώπων φύσεως ἐπολέμησε. Τί οὖν; φαίη τις· οὐκ ᾔδεισαν αἱ νοεραὶ δυνάμεις  τὴν τοῦ Σωτῆρος εἰς οὐρανοὺς ἀναφοίτησιν; καὶ πῶς οὐ παράλογον, Ἡσαῖαν μὲν, καὶ Ζαχαρίαν, καὶ πρὸ αὐτῶν τὸν Δαβὶδ, καὶ προϊδεῖν ταύτην, καὶ προειπεῖν, τοὺς δὲ καθαρωτάτους νόας ἀγνῶτας εἶναι τῆς Ἀναλήψεως; Εἰ οὖν ᾔδεισαν, πῶς φιλαπευστοῦσι μαθεῖν τίς ὁ παραγενόμενος ἐξ Ἐδώμ; Φαμὲν οὖν ὡς ᾔδεισαν μὲν, ὡς μέλλει πρὸς τὴν ὑπερουράνιον λῆξιν μετὰ τὴν οἰκονομίαν ἐπανελθεῖν, καὶ ταῖς οὐρανίαις πύλαις παρεκάθηντο ἐκδεχόμεναι· ἢ τί ἕτερον ἐμφαίνει ἡ εὐαγγελικὴ ἐκείνη παραβολὴ, ἢ « Βούλεται ὁμοιοῦσθαι ἡμᾶς ἀνθρώποις ἐκδεχομένοις, πότε ὁ Κύριος αὐτῶν ἀναλύσει ἐκ τοῦ γάμου; » Ἀριδηλότατα γὰρ τοὺς ἀγγέλου, ᾐνίξατο ἐφεζομένους ταῖς οὐρανίαις πύλαις, καὶ τὸν Κύριον ἐκδεχομένους πότε τῆς γῆς ὑπονοστήσει διὰ τοῦ μυστικοῦ γάμου τὴν Ἐκκλησίαν ἑαυτῷ ἁρμοσάμενος. Τῆς μὲν οὖν ἐσομένης Ἀναλήψεως οὐκ ἀδαεῖς ἦσαν οἱ ἄγγελοι· τὸ δʼ εἴπερ μετὰ σώματος ἀνέλθοι, τοῦτο αὐτοῖς διηπόρητο· τὸ γοῦν ὑπερφυὲς τοῦ μυ-στηρίου κατανοοῦντες, καὶ τὸν Δεσπότην ἐν τοιούτῳ βλέποντες σχήματι, αἵματι πεφυρμένον τὸ ἄμφιον διαποροῦσι τίς οὗτος. Βεβαιωθεῖσαι δὲ τῇ διπλῇ ἀποκρίσει αὐτὸν ἐκεῖνον ἐρωτῶσι τὸν Κύριον· « Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύμητά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ; » ἐπεφοίνικτο γὰρ ἡ Δεσποτικὴ σὰρξ τῷ ἐκ τῆς πλευρᾶ, βλύσαντι αἵματι, καὶ τῷ πάθει ἐκεκαλλώπιστο· διὸ ἐπάγει τῷ λόγῳ ἡ τῶν ἀσωμάτων ἁγία πληθὺς, ὅτι « Οὗτος ὡραῖος ἐν στολῇ αὐτοῦ. » Στολὴ δὲ καὶ ἄμφιον ἡ ἀνθρωπότης ἐστίν. Ἀλλὰ πῶς ἐν τῷ ἀφθάρτῳ σώματι ᾐμαγμένος ἑωρᾶτο χιτών; Οἰκονομία ἦν τὸ ὁρώμενον. Ὥσπερ γὰρ τὰς τρήσεις τῶν ἥλων ὑπεδείκνυ τοῖς μαθηταῖς, καὶ τὸν ἰχθὺν κατεδηδόκει μὴ δεόμενος βρώσεως, οὕτω δὴ καὶ τοῖς ἀγγέλοις τὴν περὶ τὸν ἄνθρωπον ἐνδεικνύμενος ἀγαθότητα, ἑωρᾶτο τούτῳ τῷ σχήματι. Τοῦτο τὸ χρῶμα τῆς θείας σαρκὸς προορῶν Ἰακὼβ προηγόρευσε. «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. » Ἀλλὰ τί πρὸς τὴν τῶν ἀγγέλων πεῦσιν αὐτὸς ἀποκρίνεται; « ηνὸν ἐπάτησα μονώ-τατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετʼ ἐμοῦ·» Ληνὸν λέγων τὴν τῶν δαιμόνων παράταξιν, καὶ τὴν τῶν Ἰουδαίων ἀπείθειαν, ἧς ἡ σταφυλὴ πλήρης χολῆς, καὶ βότρυς πικρίας ὁ οἶνος αὐτῆς.» Ταύτην πατήσας μονώτατος διὰ τοῦ σταυροῦ, καὶ ὡς ἐξ οἴνου νέου τὴν σάρκα τῷ αἵματι κεχρωκὼς, νικηφόρος πρὸς τὸν Πατρικὸν θρόνον ἄνειμι. Ταῦτα μυσταγωγηθέντες οἱ ἄγγελοι τὰς πύλας τῶν οὐρανῶν ἀνεπέτασαν τὴν ἔπαρσιν τούτων ἐπιταχύνοντες· τοιγαροῦν καὶ ἡμεῖς τὸν θεῖον Ἡσαΐαν δεξάμενοι σύμβουλον, « Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου,» νοητῶς ἐφεπόμενοι τῷ ἐπιβεβηκότι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, κατὰ τὸν Ψαλμὸν, καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβῶντι τὴν φύσιν ἡμῶν, ὥς φησιν Ἀββακούμ· γινώμεθα μετὰ τῶν παραπεμπόντων, καὶ ὑποδεχομένων ἀγγέλων κατὰ τὴν τοῦ Θεολόγου Γρηγορίου παραίνεσιν. Εἶεν δʼ ἄν οἱ μὲν παραπέμποντες οἱ περὶ προνοίας λόγοι, ὅσοι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου διδάσκουσιν· οἱ δεχόμενοι δὲ οἱ περὶ θεολογίας ὅσοι περὶ τῆς προαιωνίου καὶ ἀνεκφράστου διατρανοῦσι γεννήσεως, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμοουσιότητος. δʼ ἀπὸ γῆς εἰς οὐρα-νοὺς ἀνάβασις, ἡ ἀπὸ τῆς οἰκονομίας εἰς τὴν θεολογίαν ἀνάτασις· εἰ δὲ βούλει, ἡ ἀπὸ τῆς πρακτικῆς εἰς θεωρίαν ἀνύψωσις. Ὅσοι γοῦν διὰ πνευματικῆς γνώσεως τοὺς περὶ Προνοίας κατὰ τὸ δυνατὸν περαιώσαντες λόγους ἀπὸ τούτων εἰς τοὺς περὶ θεολογίαν ἀνάγονται, οὗτοι ταῖς κατὰ μέρος ἀναβάσεσι τὰς τοῦ νοὸς πύλας ὑψηλοτέρας ποιοῦσι πρὸς ὑποδοχὴν τοῦ Θεανθρώπου Λόγου ἀπὸ τῶν σωματικῶν εἰς τὰ τῆς θεότητος, ὥσπερ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀναθρώσκοντες, καὶ εἰς θεωρίαν ἀπὸ τῆς πράξεως μεταβαίνοντες τῷ ἀνατατικῶς ἕλκοντι θείῳ λόγῳ συνανυψούμενοι καὶ τῷ Θεῷ ἀῤῥήτως ἐνούμενοι· ᾧ πρέπει πᾶσα τιμὴ καὶ δόξα νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images