Σάββατο, 23 Νοεμβρίου 2024

Θεοφάνους Κεραμέως

       Ὁμιλία ΝΔ΄

«Εἰς τό, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός.»

Ἐλέχθη δέ ἐν τῇ πανηγύρει τοῦ ἁγίου Ὀνουφρίου »

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 941C-952A)

 Ἔπεστί μοι θαυμάσαι τὴν τῆς ἀρετῆς ἰδιότητα. Ὁ ταύτην γὰρ μετιὼν ὅσον κρύπτεσθαι σπουδάζει, κηρύττεται. Καὶ οἱ μὲν ταύτης ἐργάται ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ χηραμοῖς κατεκρύπτοντο, αὐτὴ δὲ τὴν φήμην “oπλίζουσα, καὶ Στέντορος δ;iκην καταβροντῶσα τὰς ἀκοὰς, εἰς πᾶσαν τὴν γῆν αὐτοὺς διευφήμησε. Σαφὴς τῶν λεγομένων ἀπόδειξις ὁ μέ-γας Ὀνούφριος, οὗ τὴν ἱερὰν ἑορτὴν πανηγυρίζομεν σήμερον. Οὗτος γὰρ ἐξ ἔτι παίδων τῶν ἀνθρώπων ὑπεριδὼν, καὶ τὴν κοσμικὴν τύρβην ἀφεὶς, πᾶσάν τε βιωτικὴν φλυαρίαν, ὡς κόνιν ἀποσεισάμενος, καθάπερ εἰς λιμένα, καταφεύγει τὴν ἔρημον. Καὶ ππρὸς τὰ ταύτης χωρήσας ἐνδότερα, ἅτε τὴν ἀνθρωπίνην δόξαν ἐκκλίνων, καὶ σπεύδων διʼ ἀρετῆς Θεῷ μὲν οἰκειωθῆναι, τοὺς δὲ ἀνθρώπους λαθεῖν, τὰ μὲν κατώρθωκε, καὶ εἰς πέρας ἠγάγετο ἀῤῥήτως ἀνακραθεὶς τῷ Θεῷ· τὸ δέ τοι λαθεῖν, καί τοι πολλὰ σπουδάσας, οὐκ ἴσχυσεν. Ἀλλʼ ὁ πρὸς τὰ τῆς ἐρήμου, κρυβεὶς ἀνεπίβατα, νῦν ἀστικός ἐστι μετὰ τῶν πιστῶν ἐν ταῖς πόλεσι καὶ κώμαις οἰκῶν, καὶ ὁ πένης καὶ γυμνὸς καὶ ἀνάλυπος, νῦν ἐν πλουσίοις τιμᾶται ναοῖς· πείθομαι δʼ ὅτι καὶ νοερῶς ἐπιφοιτᾷ τῷ ἑαυτοῦ τεμένει, καὶ συνεορτάζει, καὶ τοῖς εὐπεβέσι συναγελάζεται, τοῖς πανηγυρισταῖς ἀντιπαρέχαν τὰς χάριπας. Ἀλλὰ τὴν μὲν ἀρετὴν τοῦ μεγάλου τοῦδε ἀνδρὸς, καὶ ἥν ἐν ταῖς ἐρήμοις ἐπεδείξατο ἄσκησιν ὁ τοῦτον ἑωρακὼς Παφνούτιος ἀφηγήσατο ἐν ἁπλῷ καὶ ἀκατασκεύῳ λόγῳ παραστήσας γυμνὴν τῆν ἀλήθειαν. Ἐμεῖς δὲ τὰς νῦν ἀναγνωσθησομένας εὐαγγελικὰς ῥήσεις, τοῖς καλοῖς ὑμῖν πανηγυρισταῖς σαφηνίσομεν.

Εἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ.» Σκοπῶν ἑκάστης λέξεως τὸν ἐγκεκρυμμένον σκοπὸν, εὑρήσεις τὸν Σωτῆρα περὶ τῶν ἐν αὐτῷ δύο φύσεων τὸν λόγον συνείροντα, ὅπως τὸν ἕνα τῆς ὑποστάσεως πέπλον ὁ τῆς θεότητος στήμων τῇ κρόκῃ τῆς σαρκὸς συνεξύφανε. Τὸ μὲν γάρ·          « Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρὸς, » ὡς ἄνθρωπος φθέγγεται. Ἅ γὰρ ὡς Θεὸς ἔχει, ταῦτα λαβεῖν παρὰ τοῦ Πατρὸς ἀνθρωπίνως λαλεῖ, κατὰ τὸ ὑμνούμενον τῷ Δαβίδ· « Πάντα ὑπέταξας ὑπὸ κάτω τῶν ποδῶν αὐτοῦ. » Τὸ δὲ, « Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, » τὴν θεότητα τοῦ Λόγου ὑποδηλοῖ. Εἰπὼν δέ· « Πάντα παρεδόθη, » ἔδειξεν ὡς οὐκ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἐθνῶν ἔχει τὴν κυριότητα. Εἰ γοῦν ἐκ τοῦ Πατρὸς αὐτῷ δέδοται ἡ πάντων δεσποτεία, εὔδηλον ὡς αὐτὰ διδάσκει, καὶ πράττει ἀνδάνοντα τῷ Πατρί. Καὶ τοῦτο δείκνυσι καὶ ἐν ἄλλοις εἰπὼν· « Ἐγὼ ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ. Τῆς γὰρ Εὐαγγελικῆς διδασκαλίας κατὰ πολὺ τὴν νομικὴν ὑπερβεβηκυίας, ὡς ἄν μή τις νομίσῃ τοῦτον ἀντίθεον, τῷ πατρικῷ βουλήματι ἐξηρτῆσθαι λέγει τὰ ἑαυτοῦ, καὶ οὐδὲν ἔξωθεν λαλεῖν τῆς τοῦ Πατρὸς, ἐντολῆς. Ἐπεὶ δὲ τοῦτο πάλιν δουλικὴν ὑπόκλισιν ἐδίδου φαντάζεσθαι, ἀνατρέχει μάλα γοργῶς πρὸς τὸ τῆς οὐσίας ὁμότιμον, καί φησιν· « Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· » οὐ γὰρ ψιλός ἐστιν ἄνθρωπος, ὡς παρʼ ἀνθρώπων γινώ-σκεσθαι. Εἴποι δέ τις ἴσως τῷ ῥητῷ ἀνθιστάμενος· Καὶ μὴν ἐπέγνωσαν τὸν Κύριον οἱ τῷ μυστηρίῳ πιστεύσαντες, καὶ πρό γε τούτων οἱ θεῖοι ἀπόστολοι. Καταιτιᾶται γοῦν τὸν ἱερὸν Φίλιππον ὁ Σωτὴρ, ὡς μήπω ἐγνωκότα αὐτόν, «Τοσοῦτον γὰρ, φησὶ, χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Πῶς δὲ καὶ ὁ κορυφαῖος Πέτρος ἐθεολόγει τοῦτον Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, εἰ μὴ ἐπέγνω αὐτόν; »Καὶ τί λέγω τοὺς μαθητάς; Καὶ ὁ τῶν δαιμόνων ἀκάθαρτος λεγεών· « Οἴδαμέν σε, φωνεῖ, τίς εἶ ὁ ἅγιος τοῦ Θεοῦ. » Πῶς οὖν οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ; Τὴν ἀκριβἢ καὶ οὐσιώδη γνῶσιν ὁ λόγος δηλοῖ, ὅν μόνον γινώσκει αὐτὴ ἡ Τριάς. Ὅσοι γὰρ ἔγνων Θεὸν, οὐ τὸ τί ἐστιν ἔγνων, ἀλλʼ ὅτι ἐστίν. Ἄφραστος γὰρ ἡ θεία φύσις, καὶ ἄγνωστος, πᾶσαν ἀνθρωπίνην κατάληψιν ὑπερβαίνουσα, ὑφʼ ἑαυτῆς δὲ μόνης γινωσκομένη. Ἐπιγινώσκει οὖν ὁ Υἱὸς τὸν Πατέρα ὡς ὁμοούσιος, καὶ τὸν Υἱὸν ὁ Πατὴρ, ὡς φύσει κατʼ οὐσίαν Πατήρ. Καὶ αὐτὸ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐντός ἐστι ταύτης τῆς γνώσεως. Αὐτὸ γάρ ἐστι τὸ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν. Καὶ μὲν καὶ οἱ ἅγιοι Πατέρες διὰ τοῦ Πνεύματος τὴν τοῦ Υἱοῦ γνῶσιν ἐδέξαντο· καὶ διὰ το Υἱοῦ τὸν Πατέρα ἐγνώρισαν. Ἐν τούτοις γὰρ ἡ δεῖξις ἔοικεν ἀλλεπάλληλος. « Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. » Ὁ μὲν σκιώδης νόμος, καὶ παλαιὸς μόνους καλεῖ τοὺς ἐξ Ἰσραήλ. Ὁ δὲ Σωτὴρ κοινὴν ποιεῖται τὴν κλῆσιν εἰς ἅπαντας· εἴσω τῶν εὐαγγελικῶν πτερύγων Ἰουδαίους τε καὶ τοὺς ἐξ ἐθνῶν εἰσκαλούμενος, πάντας ἀολλέας εἰς μίαν συναθροίζων αὐλήν. Κοπιῶντας μὲν γὰρ εἶπε τοὺς Ἰουδαίους, πεφορτισμένους δέ γε τοὺς Ἕλληνας. Οἱ μὲν γὰρ Ἰουδαῖοι ματαιοπονοῦντες περὶ τὰ εἰκαῖα τοῦ νόμου παρατηρήματα, εἰς τὸν πυθμένα τῆς νομικῆς κατάρας κατώλισθον· Ἕλληνες δὲ τὸ ἀχθεινὸν τῆς ἀσεβείας φορτίον ἐπωμισάμενοι, καὶ πᾶν εἶδος ἀσεβείας ἐπιτηδεύοντες, διέζων βίον κτηνοπρεπῆ· ὅ δὴ καὶ Δαβὶδ ἐπιστυγνάζων, οἷον ἀποκλαιόμενος ἔλεγεν· «Ἄνθρωπος ἐν τιμῇ ὤν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Εἰσκαλοῦνται γοῦν ἄμφω πρὸς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ τὸν αὐχένα ὑπενεγκεῖν τοῖς τοῦ Κυρίου ζυγοῖς, ὡς ἂν τῷ εὐαγγελικῷ λόγῳ ἡνιοχούμενοι, ἀνακομισθεῖεν πρὸς σύνεσιν, καὶ τοῖς θείοις θεσπίσμασι πρὸς ἀρετὴν ἀπευθύνοιντο. Καὶ τούς μὲν κατακοπιᾷν ἀπείργει, καὶ τληπαθεῖν ἀκερδῶς, τοὺς δὲ ἀποτινάξαι τὸ τῶν ἁμαρτιῶν φορτίον, καὶ ταχυστιβῆται πρὸς τὴν ἀνάπαυσιν. Ὅτι γὰρ βαρὺ φορτίον ἡ ἁμαρτία, ἀξιόχρεος μάρτυς Ζαχαρίας ὁ ἱερὸς ὑποφοίτης, ἰδὼν τὴν κακίαν ἐπὶ ταλάντου μολίβδου καθεζομένην. Ὅτι δὲ καὶ βαρεῖ φορτίῳ παρείκασται, οὐκ οἶμαι δεῖν ἀντιλέγειν, τοῦ Δαβὶδ εἰρηκότος, ὅτι Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλὴν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ κοῦφον δὲ καὶ ἀνωφερὲς χρῆμα ἡ ἀρετὴ, ὡς Ἡσαίας μεμαρτύρηκε φάμενος οὐτωσί. Τίνες οὗτοι ὡς νεφέλαι πέτανται, καὶ ὡσεί περιστεραί; ᾿Αλλ᾿ ὅ γε Κύριος Ἰησοῦς τοὺς ὑπὸ ἀμαρτιῶν κατηχθισμένους.... οἱ μὲν οὖν τῇ πίστει τὸν κεκληκότα τιμήσαντες, οὐ μὲν ἀκερδῶς τὴν εὐαγγελικὴν ἀνάπαυσιν εὐμοιρήσαντο, ἥτις ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτῶν, κατὰ τὸ ὑμνούμενον ἐν ψαλμοῖς. Μεμενήκασι δὲ κάμνοντες, καί πεπιεσμένοι οἱ τῇ λύττῃ τῆς ἀπειθείας τὸν σφέτερον ὀνειδίζοντες νοῦν, καὶ κεκυφότες ἐν τοῖς σαρκικοῖς κυνηδόν. Καὶ περὶ τῶνδε ἡ ψαλμικὴ σοφία φησί «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαψον. ᾿Επεὶ δέ ἐστι καί πόνος ἀγαθὸς, ὃν ὁ Δαβίδ κοπιᾷν λέγεται «᾿Εκοπίασα ἐν τῷ στεναγμῷ μου,» καὶ Παῦλος τὸν καλὸν ἀγῶνα μετιὼν ἔγραψεν, ὅτι  «Περισσότερον πάντων ἐκοπίασα,» ἔστι δὲ καὶ φορτίον ἐπαινετὸν, ἡ τῶν ἀρετῶν συλλογὴ, ἥν ὁ ἔχων οὐκ ἀχθοφορεῖ, ἀλλ’ εὐφραίνεται. Τάχα που τὸ, «Δεῦτε πρὸς μέ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι,» πρός τούς δικαίους εἰρῆσθαι μέλλει, ὅταν τούτοις τὴν βασιλείαν χαρίσηται. Ἐνταῦθα μὲν γὰρ, «Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν» τοῦτο γὰρ κοπιᾶν, ὅτε δὲ «Ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἵροντες τὰ δράγματα αὐτῶν,» τὸ πονηθὲν αὐτοῖς φορτίον ἐπιφερόμενοι, ὅτι «Ὁ ζυγὸς μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστιν.»

            Ἐπαπορήσει δέ τις ἴσως, καὶ πῶς ἐστι χρηστὸς ὁ τοῦ Κυρίου ζυγὸς, αὐτοῦ κεκραγότος, ὅτι « Στενὴ καὶ τεθλιμμένη τῆς ἀρετῆς ἡ ὁδός; » Πῶς δὲ καὶ τὸ φορτίον ἐλαφρόν ἐστιν, εἰ « Διὰ μυρίων θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ; »Σαφὴς μὲν ἴσως τοῖς ἐπεσκεμμένοις τῆς ἀμφιβολίας ἡ ἐξήγησις· εἰρήσεται δὲ διʼ ὀλίγου καὶ πρὸς ὑμᾶς. Στενὴ μὲν καὶ τεθλιμμένη ἡ τῆς ζωῆς ὁδὸς δοκεῖ τοῖς ἀγυμνάστως ἔχουσι πρὸς τὴν τοῦ καλοῦ κατανόησιν. Ρᾳδία δὲ καὶ χρηστὴ, καὶ εὐπρόσιτος τοῖς ἐν ἔξει γενομένοις τοῦ ἀγαθοῦ. Ὥσπερ γὰρ ἀδάμαστος δάμαλις δυσφόρητον μὲν ἡγήσεται τοῦ ζυγοῦ τὴν ἐπίθεσιν, ἔστʼ ἄν ᾖ ἀπειρόζυγος, καὶ οὐκ ἂν ῥᾳδίως τὴν ζεύγλην εἰσδέξοιτο· ἐθισθεῖσα δὲ ἀπόνως ταύτην εἰσδύεται· οὕτως ὁ τοῦ Κυρίου ζυγὸς χρη-στὸς ὤν κατὰ τὴν ἑαυτοῦ φύσιν, τραχὺς δὲ τοῖς εἰσαγομένοις δοκεῖ. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, καὶ τοῦτο καί τις τῶν θύραθεν σοφῶν διʼ ἐμμέτρου καλλιεπείας ἐδήλωσεν. Οὐδὲν γὰρ ἐμποδὼν καὶ παρὰ τῶν ἐχθρῶν χρήσιμόν τι λαβεῖν. Λέγει γοῦν τῆς ἀρετῆς τὸν οἶμον μακρὸν εἶναι, καὶ ὄρθριον, καὶ τραχὺν τὰ πρῶτα δοκεῖν τῷ βαδίζοντι· ἐπὰν δ’ εἰς ἄκρον ἥκηται, ὀμαλὸν ὁρᾶσθαι καὶ ῥάδιον. Χρηστὸς οὖν ὁ τοῦ Κυρίου ζυγὸς, καὶ διὰ τὴν εὐκολίαν τῶν ἐντολῶν. Τί γὰρ εὐκοπώτερον τοῦ·         « Μὴ κρίνετε, καὶ ἄφετε, καὶ ἀφεθήσεται· καὶ ὅσα ἄν θέλητε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως; » Διὰ τοῦτό φησιν ἡ θεολόγος βροντή· « Αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. ». Ἐλαφρὸν δὲ καὶ τὸ φορτίον αὐτοῦ διὰ τῶν ἁμαρτιῶν τὴν συγχώρησιν, ἥν ὁ παλαιὸς νόμος παρασχεῖν οὐκ ἠδύνατο· Χριστὸς δὲ ταύτην ἡμῖν δίδωσιν εὐχερῶς. « Καὶ γὰρ χίλια ἔτη ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς ἡμέρα ἡ ἐχθὲς.» ἢ νυκτὸς φυλακὴ τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι λογίζεται. Γένοιτο δὲ καὶ ἡμᾶς ἐπάξια ἔργα ἐπιδείξασθαι τοῦ καλέσαντος ἡμᾶς εἰς τὸν ἐκείνου ζυγὸν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images