Τετάρτη, 30 Οκτωβρίου 2024

Θεοφάνους Κεραμέως

ΟΜΙΛΙΑ ΝΘʹ.

«Εἰς τήν σωτήριον Μεταμόρφωσιν τοῦ Κυρίου, καί Θεοῦ,

ἡμῶν Ἰησοῦ Χριστοῦ»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 1019Α-1020Α)

Οἷόν τι πάσχειν εἰώθει ποιμὴν πληθυνθεῖσαν αὐτῷ τὴν ἀγέλην ὁρῶν, καὶ ἠθροισμένην ἐν χλοερᾷ πόᾳ, καὶ γλαφυρᾷ, καὶ ἀμφιλαφεῖ (τότε γὰρ ἐφʼ ὑψηλῆς τινος σκοπιᾶς κεκαθικώς, βλέπων ἐν κύκλῳ περιηθροισμένον τὸ ποίμνιον, χαίρει, καὶ γέγηθε, καὶ ἄδει μέλη τὰ νόμιᾳ), τοιοῦτον ἐμοὶ συνέβη περί τὴν παροῦσαν πανήγυριν. Ὁρῶν γὰρ τὸν ἐμὸν λαὸν, τὸ θεοφιλὲς ποίμνιον, οὕτω θεοφιλῶς πρὸς τὸν ἱερὸν σηκὸν εἰσδραμὸν, ἐν ὧ τὸ ἀχειρότευκτον ἵδρυται τῆς πανυπεράγνου Δεσποίνης ἡμῶν ἀπεικόνισμα, εὐφραίνομαι, καὶ χαίρω, καὶ γέγηθα, καὶ πρὸς τὴν διδασκαλίαν ἐπείγομαι, διηγησόμενος τῆς παρούσης μεγάλης ἑορτῆς τὰ μυστήρια. Ἀλλʼ ἡ μὲν προθυμία οὕτω με διεγείρει πρὸς τὴν τοῦ ποιμνίου διάθεσιν. Ταυτὸ δὲ πάσχω ἀπειροκάλῳ τινὶ ἑστιάτορι, φιλοτι-μουμένῳ μὲν πολλοὺς ἑστιᾶσαι δαιτυμόνας καὶ ὑψηλοὺς, ὑπὸ δὲ πενίας μὴ δυναμένῳ τούτους εὐφράναι γλυκέσι καὶ ποικίλοις ἐδέσμασιν. Ὅμως εὐχαῖς κοινῇ τὸ Θεῖον ἱλεωσάμενοι, τὰς ψυχὰς ἐλλαμφθῆναι τῷ θείῳ φωτὶ σήμερον ἐν τῷ Θαβωρίῳ αὐγάσαντι, δεῦτε, ἀναβῶμεν εἰς τὸ ὅρος Κυρίου κατὰ τὴν Ἡσαΐου φωνὴν, καὶ Μιχαίου παραίνεσιν, ὡς δυνατὸν ἐφεπόμενοι «τῷ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβῶντι,», ὡς φησιν Ἀββακοὺμ, ἵνα, τῷ λογισμῷ πρὸς τὴν ἀκριώρειαν τοῦ ὄρους γενόμενοι, τὴν δόξαν τοῦ Ἰησοῦ» κατοπτεύσωμεν. Ἐκεῖσε γὰρ ὡς φῶς βολίδες αὐτοῦ, πορεύσονται, καὶ ὡς φέγγος ἀστραπῆς ἡ ὄψις αὐτοῦ- Ἀββακοὺμ καὶ τοῦτο θεσπιῳδεῖ. Ζητήσωμεν τίνος ἕνεκεν ἡ μεταμόρφωσις γέγονε, καὶ τί βούλεται ἡ παράδοξος αὕτη ἐμφάνεια; Πῶς δὲ καὶ οὐ πρότερον, ἀλλὰ πλησίον τοῦ Πάθους ἐγένετο; Ἔπειτα διὰ τί μὴ πολλῶν παρόντων καὶ θεατῶν γενομένων τουτὶ τὸ παράδοξον γέγονεν, ἵνα τὸ θαῦμα πολλοὺς ἕξῃ μάρ-τυρας, ὥσπερ ἀμέλει καὶ τὰ ἄλλα παράδοξα, ἥ τε τῶν νεκρῶν ἀναβίωσις, καὶ τῶν ἀλαῶν ἡ ἀνάβλεψις, καὶ τῶν παρειμένων ἡ τόνωσις;

Μετὰ τοῦτο ἐξετάσωμεν, ὅτου χάριν οὐκ ἐν πεδιάδι, ἀλλʼ εἰς ὄρος δείκνυσι τὴν τοιαύιην ἐμφάνειαν; Διὰ τί δὲ μὴ πάντας παραλαμβάνει τοὺς μαθητὰς, ἀλλὰ τοὺς ἐννέα καταλιπὼν, τοὺς τρεῖς μόνους ἀνήγαγε; Κἄν τρεῖς ἔδει παρεῖναι, διὰ τί μὴ ἄλλους, ἀλλὰ Πέτρον, καὶ τοὺς Ζεβεδαίου υἱούς; Εἰ δὲ καὶ κατά τινα μυστικώτερον λόγον εἰς ὄρος ἔδει γενέσθαι τὴν τοιαύτην ἐμφάνειαν, πῶς, πολλῶν ὄντων κατὰ τὴν Παλαιστίνην ὀρέων, παρέδραμε τὸ ὅρος Σιγὼρ, καὶ τὸν Κάρμηλον, ἀλλὰ καὶ τὸ τῆς Γαλιλαίας ὄρος παρῆκε, καὶ τὸ τῆς Σαμαρείας ἐξέκλινε, καὶ οὐδὲ πρὸς τὸ ὄρος ἀνῆλθε τῶν Ἐλαιῶν, ἀλλὰ πάντων προέκρινε τὸ Θαβώριον; Τί δὲ καὶ τῶν προφητῶν ἡ παρουσία ἐβούλετο, και διὰ τί μὴ ἄλλου, ἀλλὰ Μωσέα καὶ Ἠλίαν παρέστησε; Πόθεν δὲ οἱ ἀπόστολοι τούτους εἶναι διέγνωσαν; Ὧν γὰρ τὰς ὄψεις πρότερον οὐκ ἐθεάσαντο, τούτους δυσχερὲς ἦν ἐπιγνῶναι παραστάντας αἰφνίδιον. Εἰ δὲ ἤρκεσαν ἐκ τῶν νεκάδων μόνος Μωϋσῆς ἀνερχόμενος, ἄνωθεν δὲ Ἠλίας κατερχόμενος, πῶς οὐκ ἔδοξεν ἀρκετὸν καὶ ἀπὸ γῆς εἷς των μαθητῶν παραλαμβανόμενος; Ἐπὶ τούτοις πῶς, τοῦ Υἱοῦ μεταμορφουμένου, τοῦ Πατρὸς δὲ ἄνωθεν μαρτυροῦντος, οὐκ ἐμνημόνευσεν ἡ ραφὴ καὶ τοῦ Πνεύματος ἀχωρίστου τούτων ὑπάρχοντος; Ταύτην γὰρ τὴν ἀπορίαν ἡμῖν οἱ πνευματομάχοι προβάλλονται, ἀλλοτριῶσαι Πατρὸς καὶ Υἱοῦ βουλόμενοι τὸν Παράκλητον. Ταύτης τῆς δωδεκάδος τῶν ζητημάτων προτεθείση, ἡμῖν, φέρε σὺν Θεῷ καὶ τὰς τούτων ἐπιλύσεις ὡς δυνατόν σαφηνίσωμεν. Τίνος χάριν ἡ παράδοξος γέγονε μεταμόρφωσις. Ἐπειδὴ ὁ τοῦ Πάθους καιρὸς ἐγειτνίαζε, καὶ ἡ τῶν Ἰουδαίων ἐβεβαιοῦτο ἐπιβουλὴ, καὶ ἡ ὑπὲρ ἡμῶν οἰκονομία ἔμελλε πέρας εἰσδέξασθαι, καὶ ὁ σταυρὸς -ἥδη ἐπήγνυτο, ἵνα μὴ καὶ οἱ μαθηταὶ τὰ τῶν Ἰουδαίων πάθοιεν ἐν τῷ τοῦ Πάθους καιρῷ τοὺς λογισμοὺς ὑποκραδαινόμενοι, καὶ οἱ πρότερον διὰ τῆς τοῦ Πέτρου γλώττης Υἱὸν Θεοῦ ὁμολογήσαντες, ὁρῶντες ὕστερον ἀνασκολοπιζόμενον ὡς κατάκριτον, ψιλὸν νομίσωσιν ἄνθρωπον, ἐπιστηρίζει τούτους τῷ παραδόξῳ θεάματι, ἵν’ ὅταν ἴδοιεν αὐτὸν προδιδόμενον, καὶ ἀγωνιῶντα, καὶ ἀπευχόμενον τὸ τοῦ θανάτου ποτήριον, καὶ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως περιελκόμενον, ἀναλογισθῶσι τὴν εἰς τὸ Θαβώριον ἔλευσιν· καὶ ὡς οὐκ ἄν ἄκων παρεδόθη πρὸς θάνατον τὴν δόξαν ἀμπεχόμενος τῆς θεότητος, καὶ Υἱὸς Θεοῦ ἀγαπητὸς μαρτυρούμενος. Ἄν τὸ πρόσωπον θεάσοιντο ῥαπιζόμενον καὶ πτυόμενον, μηκέτι σκανδαλισθῶσι τὴν ὑπὲρ ἥλιον ἔλλαμψιν τούτου ταῖς μνήμαις ἀναπεμπάζοντες· ἂν πορφύραν χλευαστικῶς χλαινιζόμενον, αὐτὸν εἶναι πιστεύσωσι τὸν ἐν τῷ ὄρει περιβαλόντα τὸ φῶς ὡς ἱμάτιον· ἄν ἐν μέσῳ δύο κακούργων τῷ ἱκρίῳ προσπηγνύμενον αὐτὸν, κατανοήσωσι τὸν ἐν μέσῳ Μωϋσέως καὶ Ἠλίου ὡς Δεσπότην δορυφορούμενον· ἄν ἐν τῇ γῇ ὡς νεκρὸν καλυπτόμενον, τῆς φωτεινῆς νεφέλης ἐνθυμηθῶσι τὴν ἐπισκίασιν. Διὰ ταῦτα μὲν οὖν ἡ μεταμόρφωσις γέγονε· τάχα δὲ καὶ ἐπειδὴ παραινῶν ὁ Σωτὴρ, ἀφειδεῖν τοῦ σώματος προέτρεπε, λέγων· «Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολλουθείτω μοι· δυσχερὲς δὲ ἐδόκει τὸ ἑαυτὸν ἀπαρνήσασθαι, καὶ τὸ ἐλέσθαι τὸν ἐπονείδιστον θάνατον, δείκνυσι τοῖς μαθηταῖς ὁ Σωτὴρ, οἵας δόξης ἀξιωθήσονται οἱ τό ἐκείνου πάθος μιμούμενοι. Οὐδὲν γὰρ ἄλλο ἡ μεταμόρφωσις ἦν, ἀλλʼ οἶον προμήνυμα τῆς ἐσχάτης ἡμέρας, καθʼ ἦν μετὰ τοῦ Θεοῦ οἱ δίκαιοι λάμψωσι. Διὰ τί δὲ οὐκ ἐν ἀρχῇ, ἀλλὰ πλησίον τοῦ Πάθους ἐγένετο; Ὅτι τοι καταρχὰς ἀτελεῖς ὄντες οἱ μαθηταὶ ἀνεπίδεκτοι ἐτύγχανον τοιούτου χαρίσματος. Ἔμελλον οὖν οἷα ἰδιῶται μαγγανείας φενακισμὸν τὸ πρᾶγμα λογίσασθαι. Διὰ τοῦτο ὅτε πεῖραν αὐτοῦ ἔλαβον ὅτι Υἱὸν τοῦ Θεοῦ ὡμολόγησαν, τότε δῆτα καὶ τῆς ὑψηλοτέρας ἠξιώθησαν ἐμφανείας. Καθʼ ἕτερον δέ λόγον, ἐπειδὴ παριππεύσει τοῦ χρόνου ἀφαιρεῖται τῆς διανοίας ἡ λήθη τοὺς τύπους, ὧν διὰ τῆς ὄψεως εἴληφε, διὰ τοῦτο οὐ πρὸ πολλοῦ τοῦ Πάθους τοῦτο ποιεῖ, ἵνα μὴ τοῦ θαύματος ἐπιλάθωνται, ἀλλὰ τὸ θεαθὲν ἐν ὄψεσιν ἔχοιεν. Οὐ παρουσίᾳ δὲ πολλῶν ἡ θεία γίνεται μεταμόρφωσις· οὐ γὰρ ἦσαν δεκτικοὶ τῆς τοιαύτης θεάς τῶν βεβήλων οἱ ὀφθαλμοὶ, ἧς ἁμυδρὰν εἰκόνα ὁ Ἡσαΐας ἱδὼν, ἑαυτὸν ἐταλάνισεν. Οὐκ ἀκούεις ὡς καὶ πάλαι μόνος εἰσέδυ Μωϋσῆς εἰς τὸ Σίναιον, μὴ χωρήσαντος τοῦ λαοῦ τὴν τοιαύτην δόξαν ἰδεῖν; Εἰ δὲ Μωσέως τὸ πρόσωπον δοξασθὲν ἀπαρακάλυπτον οἱ Ἑβραῖοι ὁρᾷν οὐκ ἴσχυον, πῶς ἄν τὴν θείαν δόξαν ἰδεῖν ἐξίσχυον; Τυφλῶν μὲν γὰρ ἀνάβλεψις, κα λεπρῶν κάθαρσις, καὶ νεκρῶν ἀναβίωσις, φορητὴ ἦν ὁρᾶσθαι παντὶ τῷ λαῷ· θεότητος δὲ δόξαν κν ἀμυδρὰν ἰδεῖν, μόνοις ἐστὶ φορητὴ τοῖς καθαροῖς καρδίᾳ, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Εἰ γὰρ τὰς λευκοφανεῖς ἡλίου βολὰς οὐ στέγει λημῶν ὀφθαλμὸς, ἀλλὰ σκοτοῦται ὑπὸ τοῦ φωτὸς ἀμαυρούμενος, ἔπαθον ψυχαὶ ὑπὸ ἁμαρτίας καὶ ἀπιστίας τυφλώττουσαι, εἱ τὰς βολίδας τῆς θεότητος ἐθεάσαντο; Ἆρα οὐκ ἂν ὑπὸ τῆς ἐκπλήξεως ἀπέλιπον καὶ τὰ σώματα τοῦ ζωτικοῦ πνεύματος ἐκλείψαντος τῷ πα ρα δεξνθεάματι; ὅπου μηδὲ ἀγγέλου θέαν ὑπενεγκεῖν ἄνθρωπος δύναται. Τούτου χάριν οὐκ ἐν μέσῳ τῶν ὄχλων, ἀλλʼ ἰδίᾳ τὸ θαῦμα γίνεται συνῆν αὐτοῖς καὶ Ἰούδας ὁ κλεπτίστατος μαθητης ὅμμασι δὲ μσαροῖς οὐκ ἦν εἰκὸς θεαθῆναι τὸ τῆς θεότητος φῶς. Πῶς γὰρ προδότις ψυχὴ, καὶ φιλάργυρος, καὶ τοιαῦτα κατὰ τοῦ διδασκάλου δολοῤῥαφήσασα, ὁρᾷν ἐδύνατο θείαν ἐμφάνειαν; Εἰ γὰρ οἱ ἐκλελεγμένοι τρεῖς μαθηταὶ, καθαρὰν ἔχοντες τὴν διάνοιαν, τῷ δέει κατε πτηχότες, εἰς γῆν κατέπεσον κύμβαχοι, καὶ μικροῦ δεῖν ἐχωνεύοντο, τὸ πῦρ ἐκεῖνο μὴ στέγοντες, τί ἄν εἰκὸς τὸν προδότην παθεῖν; Ἀπείργεται οὖν ὁ ἀσεβὴς τὴν δόξαν Κυρίου ἰδεῖν, τοῦτο καὶ Ἠσαΐου προειδότος καὶ προθεσπίσαντος· «Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.»           Ἀλλʼ ἐρεῖ τις ἴσως, καὶ διὰ τί μὴ τὸν Ἰούδαν μόνον καταλιπὼν τοὺς ἄλλους παρέλαβεν; οὐ γὰρ δὴ πάντες, ὡς ἐκεῖνος, ἦσαν ἀνάξιοι. Ἀλλʼ εἰ τοῦτο γέγονε, πρόφασιν ἄν εἶχεν ὁ προδότης τοῦ κακουργήματος, ὡς οὐ διὰ φιλοχρηματίαν τὴν ἐπιβουλὴν μεμελέτηκεν, ἀλλʼ ἀντιλυπῆσαι βουλόμενος τὸν λυπήσαντα. Τὰς προφάσεις οὖν πανταχόθεν περιτέμνων ὁ Κύριος, ἀναπολόγητον ποιεῖ τὸν ἐπίβουλον, ἵνα γυμνὴ φανῇ τῆς φαύλης συνειδήσεως ἡ προαίρεσις.

Εἰ δὲ εἰς ὄρος ἀνάβασις σύμβολον ἦν τοῦ χρῆναι τὸν μέλλοντα θείων μυστηρίων γενέσθαι μέτοχον καταλεῖψαι τὴν πρὸς τὰ κάτω συμπάθειαν, εἰς δὲ τὸ ὄρος ὑψωθῆναι τῇς τῶν νοημάτων ὑψηλῆ, ἀναβά-σεως· οὕτω τὰς θείας ἐμφάσεις ὡς ἐπίπαν ὁ Θεὸς ἐν ὄρεσιν ὁρᾶται δεικνύς. Καὶ πάλαι γὰρ τὴν Ἀβραὰμ θυσίαν οὐκ ἐν πεδιάδι, ἀλλʼ ἐν ὄρει γενέσθαι προσέταξε. Καὶ ὁ Λὼτ, φεύγων τὴν τεφρωθεῖσαν Πεντάπολιν, οὐκ ἄν διεσώθη, εἰ μὴ εἰς ὄρος ἀνέδραμε· καὶ Μωῦσεῖ δὲ χρηματίζων ὁ Θεὸς, καὶ δεικνὺς τὸ ἐν τῇ βάτῳ μυστήριον, καὶ τὴν τοῦ λαοῦ προστασίαν ἐγχειριζόμενος, ἐν ὄρει ταῦτα ποιεῖ. Ἀλλὰ καὶ ὅτε τὸν τῆς σκηνῆς τύπον ὑπέδειξε, καὶ ὡς φίλος ἐνώπιος ἐνωπίῳ διελέγετο, καὶ τοῦ νόμου τὰς πλάκας ἐνεχείριζεν, εἰς τὸ ὄρος διεπράττετο ταῦτα τὸ Σίναιον. Καὶ Ἠλιοῦ δὲ χρηματίζων, καὶ τὰς συμβολικὰς ἐμφανείας δεικνὺς, εἰς ὄρος ἀνῆγεν αὐτόν. Ἀλλὰ καὶ ὅτε γέγονε καθʼ ἡμᾶς, τὴν πτωχείαν ἡμῶν ὑποδὺς, τὰ πλείω τῶν μυστηρίων ἐν ὄρεσιν ἐδείκνυ τοῖς μαθηταῖς. Κἄν ἐβούλετο μακαρίζειν τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τοὺς πενθοῦντας, καὶ τούς, πραεῖς, καὶ τοὺς ἐλεήμονας, καὶ τοὺς τὴν καρδίαν ἔχοντας καθαρὰν, καὶ ὅσους ὁ τῶν μακαρισμῶν χορὸς περιέλαβεν, εἰς ὄρος ἀνῆγε τοὺς μαθητάς. Κἂν ὅπως δεῖ προσεύχεσθαι διδάσκειν ἐθέλῃ, καὶ τοῦτο εἰς ὄρος ποιεῖ. Οὕτω γοῦν καὶ τὴν θείαν αὐτοῦ δόξαν δεῖξαι βουλόμενος, ἀκολούθως εἰς τὸ ὅρος ἀνέρχεται. Τἄλλα δὲ τῶν ὀρέων παραδραμὼν, ἐκλέγεται τὸ Θαβώριον· ἐπειδὴ τὸ μὲν ὄρος Σιγὼρ ἀθεμίτων νυμ-φευμάτων ἐγένετο θάλαμος. Αἱ γὰρ τοῦ Λὼτ θυγατέρες, μετὰ τὴν ἐκ Σοδόμων ἀποφυγὴν, κάτοινον τὸν φύντα ποιήσασαι, τὴν τολμηρὰν ἐκείνην πατρομιξίαν εἰργάσαντο. Πῶς οὖν ἔδει δειχθῆναι εἰς τὸ τῆς πονηρᾶς πράξεως ἐργαστήριον; Ἀλλʼ εἰς τὸ ὄρος τῆς Σαμαρείας καὶ τίς οὐκ οἶδε τῶν τὰς ἱερὰς βίβλους ἀνεγνωκότων ὡς οἱ ἱερεῖς τῶν ἐθνῶν, τὰ τῶν εἰδώλων βδελύγματα ἐν μυχῷ τοῦ ὄρους κε κρυφότες, τοὺς Σαμαρείτας παρέπεισαν ἐν τῷ ὄρει βλέπποντας προσκυνεῖν; Διὸ καὶ πρὸς τὸν Δεσπότην ἔλεγεν ἡ θεοφιλὴς ἐκείνη γυνή· « Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ἐν Ἰεροσολύμοις δεῖν προσκυνεῖν. » Πῶς οὖν εἰκὸς τὸ τῶν εἰδώ.λων κρυπτήριον ἰδεῖν θεοῦ τὸ σωτήριον; Ἀλλʼ ἐρεῖς μοι τὸν Κάρμηλον. Ἀλλʼ ἦν καί οὗτος Ἠλιοῦ ἀσκη-τήριον, ὀνομαστὸν τὸ ὄρος ἐξ ἐκείνου γενόμεον. Πρόφασις οὖν ἔμελλε τίκτεσθαι, ὡς Ἠλιοῦ ἦν ἡ ὀραθεῖσα ἐμφάνεια, καὶ τὴν τοῦ προφήτου τότε παραγωγὴν ὑπετόπασαν ἐν τῷ ὄρει συνήθη διατριβήν. Τὸ δὲ τῆς Γαλιλαίας ὄρος, καὶ τὸ τῶν Ἐλαιῶν ἐφυλαττέτην ἄμφω ἐν ἄλλοις καθυ πουργήσοντε, τὸ μὲν, ἵν’ ἐν ἐκείνῳ τοῖς μαθηταῖς ὀφθῇ μετὰ τὴν ἀνάστα-σιν, τὸ δὲ, ἵνʼ ἐξ αὐτοῦ ποιήσηται τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν. Ἀλλὰ τί ταῦτα μακρολογῶ; Βούλεσθαι εἴπω ὅ ἐντεθύμημαι; Ἄνωθεν προετύπωτο τὴν ἔλλαμψιν ταύτην ὀφθῆναι εἰς τὸ Θαβώριον. Διὰ τοῦτο γὰρ τὸ Πνεῦμα τὸ ἅγιον τοιαύτην αὐτῷ τεχθῆναι κλῆσιν ηὐδόκησε. Θαβὼρ γὰρ ἔλευσις φωτός ἑρμηνεύεται, ὑπὸ τοῦ θείου Πνεύματος σαφῶς ἐμφαι-νούσης τῆς κλήσεως τοῦ ἀναλάμψαντος φωτὸς τὸ μυστήριον.

Τούς τρεῖς μαθητὰς τούτους ἐκλέγεται· Πέτρον μὲν, ὡς πρόκριτον, καὶ θερμότερον, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι ὁμολογήσαντα· Ἰωάννην δὲ, ὡς θεολόγον καὶ ἀγαπώμενον· Ἰάκωβον δὲ, ὡς μεγαλοφω ότατον καὶ θεσπέσιον. Οὕτω γὰρ τοῖς Ἰουδαίοις βαρὺς καὶ ῥαγδαῖος ἐφέρετο, ὡς, μεγάλα χαριείσθαι τούτοις Ἡρώδης βουλόμενος, μαχαίρᾳ τοῦτον ἀπέκτεινε. Τάχα δὲ, ἐπειδὴ οὗτοι συμπορεῖνα τούτῳ μάλιστα ἔμελλον ἐν τῷ τοῦ πάθους καιρῷ. Καὶ γὰρ τούς τρεῖς τούτους παρέλαβε προσευχόμενος, καὶ τοὺς θρομβοειδεῖς ἀποστάζων ἱδρῶτας, καὶ τὰ τῆς δειλίας ὡς ἐδόκει φθεγγόμενος ῥήματα· καὶ κρινομένῳ δὲ οὗτοι συμπαρῆσαν αὐτῷ, ὁρῶντες ὅσα ὁ ἀτάσθαλος ὄχλος εἰς αὐτὸν ἐπεπαρῳνήκεισαν· Πέτρος μεν ἀκολουθῶν ἰδεῖν τὸ τέλος, Ἰωάννης ὡς γνωστὸς τῷ ἀρχιερεῖ. Ἰάνωβος δὲ, ὡς ἔχων ἐκ τοῦ ἀδελφοῦ τὸ θαῤῥεῖν. Ἔδει γοῦν διὰ τοῦτο γενέσθαι τῆς Ἰησοῦ θεότητος θεατάς.

Ἀλλʼ ἐφεξῆς ζητητέον, τί βούλεται τῶν προφητῶν ἡ παραγωγὴ, καὶ διὰ τί τοὺς δύο τούτους παρέστησεν; Ἐπειδὴ παραβάτην αὐτὸν τοῦ νόμου καὶ ἀντίθεον οἱ Ἰουδαῖοι ὠνόμαζον, καὶ τοῦ Μωσέως ἀντίθετον, ὠνόμαζον καὶ τοῦ Μωϋσέως ἀντίθετον παράγει τούτους, ἵνα γνῶσιν οἱ μαθηταὶ ὡς, εἰ τὸν νόμον κατέλυεν, οὐκ ἄν ὁ νομοθέης δουλικῶς τούτῳ παρίστατο, οὐδʼ ὁ ζηλωτὴς Ἠλίας ἠνέσχετο τῷ ὑβριστῇ τοῦ νόμου δορυφορεῖν. Ἔπειτα, ἐπειδὴ διάφορος ἦν ἐν τοῖς ἀνθώποις ἡ περὶ αὐτοῦ δόξα, καὶ οἱ μὲν Ἠλίαν αὐτὸν εἶναι εἴκαζον, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν, δείκνυσιν ὁ Σωτὴρ ὡς οὐχ εἰς τῶν προφητῶν, ἀλλὰ Κύριος αὐτῶν ἐχρημάτιζε, νεύματι μένῳ δεσποτικῷ αὐτοὺς παριστῶντι διὰ τοῦτο Μωϋσῆς καὶ Ἠλίας παράγεται, ἵνα δείξῃ ὡς αὐτός ἐστιν, ὁ ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις καταγγελλόμενος. Ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτου χάριν τὴν τριάδα τῶν μαθητῶν, καὶ τὴν δυάδα τῶν προφητῶν ἐν τῷ ὄρει παρέστησεν. Ἐπειδὴ γὰρ τριχῆ τὰ τοῦ κόσμου μεμέρισται· οὕτω γὰρ καὶ Δαβίδ, καὶ Παῦλος τὴν κτίσιν διῄρησαν, ὁ μὲν εἰπών· « Κἄν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἐὰν καταβῶ εἰς τὸν ἄδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγας κατʼ ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· » ὁ δὲ Ἀπόστολος· « Πᾶν γόνυ κάμψει, φησὶν, ἐπουρα-νίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.» Ταύτην δὲ τὴν διαίρεσιν καὶ ἡ ἔξωθεν ἐφαντάσθη φιλοσοφία εἰποῦσα· Τριχῇ πάντα δέδασται.

Δεικνὺς ἑαυτὸν ὁ Σωτὴρ παντὸς τοῦ κόσμου Δεσπότην καὶ Κύριον, ἐκ μὲν τῆς γῆς ἀνάγει τοὺς μαθητὰς, ὡς ἐξ οὐρανοῦ δὲ τὸν Ἠλίαν ἔτι ζῶντα παρέστησεν, ἐκ δὲ τῶν καταχθονίων ἀπτέρῳ τάχει τὴν Μωσέως ψυχήν. Τί οὖν ἀπορεῖς, πῶς ἔνερθεν μέν ἐκ νεκάδων μόνος ἤχθη Μωσῆς, ὕπερθεν δὲ Ἠλίας κατέπτη μονώτατος, ἀπὸ δὲ γῆς οὐκ ἤρκεσεν εἷς, ἀλλὰ τρεῖς; Δόγμα μυστικὸν δοκεῖ διὰ τούτων ἐμφαίνειν ὁ Σωτήρ· δείκνυσι γὰρ ὡς τὰ οὐράνια καὶ ὑποχθόνια, ἃ δὴ ψυχὰς καθαρθείσας τῆς τῶν σωμάτων κοινωνίας φαμὲν, ἀμέτοχα ὕλης εἰσὶν, ἁπλᾶ τε μονοειδῆ, τὰς σωματικὰς διαστάσεις οὐκ ἔχοντα. Τὰ δὲ αἰσθητὰ ταῦτα καὶ γήϊνα σύνθετά εἰσι, καὶ τῇ τριτῆ διαστάσει μετρούμενα. Διὸ καὶ τρεῖς ἐκ τῆς γῆς ἀνάγει, μονοειδῶν ὑποστάσεων ἐξ αἰθέρος καὶ ἅδου παραχθέντων αὐτῷ. Ἐχρῆν μὲν οὖν ἴσως εὐθυδρομεῖν, καὶ ἔχεσθαι τῶν ἑξῆς, ἀτραπὸν τὴν εὐθεῖαν βαδίζοντα· ἀλλὰ μεταξὺ λέγοντα, ὑπεισῆλθεν ἰσχνοτέρα τις ἔννοα, ὅτου χάριν τοὺς δύο τούτους προφήτας, καὶ οὐκ ἄλλους παρέστησε. Δοκεῖ γὰρ πάλαι τοῖς δυσὶ τούτοις διὰ συμβόλων τὴν ἐν τῷ Θαβωρίῳ ὑποσχέσθαι Θεός· οἱ πολλοὶ δὲ τὸ αἴνιγμα παρατρέχουσιν. Ὅτε γὰρ τῷ Μωϋσεῖ ὄρειος ἦν ἡ ζωὴ καὶ ἰδιάζουσα, πάσης ἀγοραίου τύρβης ἀπηλλαγμένη, φησὶν ἡ ἱστορία ἐν σταθηρᾷ μεσημβρίᾳ ὀφθῆναί οἱ φοβερὰν θεοφάνειαν ὑπὲρ τὸ ἡλιακὸν φῶς, φωτὸς ἐτέρου ἔκ τινος θάμνου περιαστράψαντος. Καὶ ὁ μὲν καταπλαγεὶς τῷ ξένη. θεάματι, ἔλεγε· « Διαβὰς ὄψομαι τὸ ὅραμα τοῦτο. » Ἡ δὲ ἐκ τοῦ φωτὸς ἐκείνου φωνὴ κωλύει τὸν Μωσέα προβῆναι τῷ ὄρει βεβαρημένον τοῖς νεκροῖς ὑποδήμασιν, ἀλλ’ ἐκλύσαντα πρότερον τοῦ ποδὸς ὑπόδημα, οὕτω προσεγγίσαι τῇ βάτῳ, ἢ τῷ θείῳ φωτὶ κατελάμπετο. Τί οὖν ἐντεῦθεν μυσταγωγούμεθα; Ὁ μὲν Μωῦσῆς, ἅτε προφητικώτατος ὤν, καὶ ὁρῶν ὡς ἐπʼ ἐσχάτων τῶν χρόνων ἐκλάμψει τὸ φῶς τῆς θεότητος ἐν τῇ σαρκὶ τοῦ Μονογενοῦς, ἥν ἡ βάτος ἠνίττετο, ταῦτα λέγει προφητικῶς, διαβὰς τῇ θεωρίᾳ τοὺς μεταξὺ χρόνους, καὶ κατʼ ἐκεῖνον γενόμενος τὸν τῆς οἰκο-νομίας καιρόν· Ὄψομαι τὸ μέγα ὅραμα, τὸ διὰ τοῦ φωτὸς τούτου δηλούμενον. Τί οὖν πρὸς αὐτὸν ἡ φωνή; Ἐπαγγέλλεται δείξειν αὐτῷ τὸ ἀναλάμψαν φῶς ἐν Θαβώρ. Ἀλλὰ πότε; Ὅταν λυθῇ τῆς σαρκὸς, τῆς δερματίνης περιβολῆς, τῆς ἐντεθείσης τῇ φύσει, ὅτε διὰ παρακοῇ τοῦ θείου θελήματος ἐγυμνώθημεν. Ὅταν οὖν, φησὶ, λύσῃς τὸ ὑπόδημά σου, τουτέστιν ὅταν ἀπολυθῆς τῆς σαρκὸς, τότε ὄψει τὸ ὅραμα τοῦτο ἐν τῷ Θαβώρ. Διαλευκαίνει δὲ τὴν ὑπόθεσιν τηλαυγέστερον, ὅτε ὁ μὲν Μωῦσῆς διακαῶς ἱμειρόμενος ἰδεῖν τὸν Θεὸν, « Δεῖξόν μοι τὴν δόξαν σου, » ἔλεγεν· ὁ δὲ Θεὸς μὴ ἄλλως ἔλεγεν εἶναι τοῦτο δυνατὸν, εἰ μὴ πρότερον σκεπασθείη τῇ πέτρᾳ, καὶ οὕτως ὄψεται τὰ ὀπίσθια· διὰ μὲν τῆς πέτρας τὸ τεθεωμένον σῶμα δηλῶν, διὰ δὲ τῶν ὀπισθίων, τὴν ἐπʼ ἐσχάτων τῶν χρόνων φανέρωσιν, ὅπερ ἐν τῇ θείᾳ μεταμορφώσει πέρας ἐδέξατο. Ἀλλʼ αὕτη μὲν ἡ πρὸς τὸν θεόπτην ὑπόσχεσις. Ἠλιοῦ δὲ γενομένῳ ἐν Χωρὴβ, καὶ ἀσχάλλοντι ἐπηγγείλατο δʼ αἰνίγματος τὴν εἰς τὸ Θαβώριον ταύτην ἐμφάνειαν, οὕτως εἰπών· «Στήσῃ αὕριον ἐναντίον Κυρίου, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ὄρη, καὶ συντρίβον πέτρας· οὐκ ἐν τῷ πνεύματι Κύριο, καὶ μετὰ τὸ πνεῦμα συσσεισμὸς, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος, καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος, καὶ μετὰ τὸ πῦρ φωνὴ ὡς αὔρας λεπτῆς, καὶ ἐκεῖ Κύριος.» Ἐνταῦθα γὰρ τὰς κατα καιροὺς τοῦ Θεοῦ ἐμφανείας ἠνίξατο, ἔν τε τοῖς πατριάρχαις καὶ τῷ νόμῳ, καὶ τοῖς προφήταις, ἐν οἷς ἀμυδρῶς καὶ ὡςἐν ἐσόπτρῳ τούτοις ὀπτάνεται. Ἐν δὲ τοῖς ἐσχάτοις καιροῖς, αὐτὸς ὁ Θεὸς Κύριος ἐπέφανεν ἡμῖν. Διὰ μὲν οὖν τὸ αὕριον τοὺς μεταγενεστέρους χρόνους ἐσήμανε, Διὰ δὲ τῆς λεπτῆς αὕρας, τὸ λεπτὸν ἐκεῖνο σῶμα καὶ καθαρὸν, ἅτε πάχους ἀμαρτίας γεγονὸς ἀπαράδεκτον. Διὰ δὲ τῆς φωνῆς, τὸν διὰ σώματος ἡμῖν ὁμιλήσαντα τοῦ Θεοῦ Λόγον ἐδήλωσε. Διὸ καὶ ἐπήγαγε, «Καὶ ἐκεῖ Κύριος. » Καὶ τὸν μὲν Μωσέα μετὰ θάνατον μέλλοντα ταύτης ἀξιωθῆναι τῆς θέας, ἐπέταττεν ἡ φωνὴ, Λῦσαι πρότερον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, τὸν δὲ Ἠλίαν οὐκ ἐπέττατεν, ὡς μέλλοντα τοῦτον ἰδεῖν καὶ πρὸ τῆς τοῦ σώματος ἀποθέσεως. Διὰ ταῦτα μὲν οὖν τοὺς δύο τούτους προφήτας παρέστησε.

Πόθεν οὖν ἄρα ἐπέγνωσαν αὐτοὺς οἱ ἀπόστολοι; Ὧν γὰρ ἡ ὅρασις τοὺς χαρακτῆρας τῇ μνήμῃ οὐ παρέδωκε, τούτων αἱ μορφαὶ παντάπασιν ἀνεπίγνωστοι· πῶς οὖν ἐγνώρισαν, τοὺς χαρακτῆρας πρότερον οὐκ ἐθεάσαντο; Οὐκ ἀπὸ τῆς ὄψεως, ἀλλʼ ἀφ’ ὧν διελέγοντο· φησὶ γὰρ ὁ εὐαγγελιστής· « Καὶ ἔλεγον τὴν ἔξοδον, ἦν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. » Ἐπεὶ οὖν περὶ τοῦ Πάθους διελέγοντο, εἰκὸς τὸν Μωσέα ἀνθομολογεῖν καὶ λέγειν, ὡς Ἐγὼ περὶ σοῦ ἐπροφήτευον, « Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου.» Σὸς τύπος ἦν καὶ ἀντίτυπος, ὅν ἐν τῇ ἐρήμῳ χαλκοῦν ὄφιν ἐκρέμασα. Οὕτως δὴ καὶ Ἠλίας, τὰ περὶ αὐτοῦ ἐξιὼν πρὸς τὸν Κύριον, ὅστις ἦν ἐγνωρίζετο. Ἐντεῦθεν οἱ μαθηταὶ τοὺς προφήτας ἐπέγνωσαν, καὶ τὰ λεγόμενα τοὺς λέγεντας διεσάφησαν. Τάχα δὲ τὸ συλλαλεῖν συμφωνίαν δηλοῖ νόμου καὶ προφητῶν πρὸς τὸ Εὐαγγέλιον. Ὁμοφωνεῖν γὰρ σημαίνει τὸ συλλαλεῖν. Ἀφῖκται γὰρ ὁ Δεσπότης ἥκιστα καταλύσων τὸν νόμον, ἢ ἀνατρέψων τὰ τῶν προφητῶν, ἀποπερᾶναι δὲ μᾶλλον αὐτά.

Ζητήσθω δὴ τὸ τελευταῖον ἀπόῤῥημα, τὸ τῶν πνευματομάχων ἀνίσχυρον συνηγόρημα, τὸ τῆς αὐτῶν σκαιότητος πρόβλημα, ἀφʼ οὗ συνιστῶσιν ὡς ἐπὶ ψάμμου θεμέλιον. Ὅν σήμερον διὰ τῆς, ἀσθενοῦς, ἡμῶν γλώττης ἡ χάρις διαλύσει τοῦ ὑπʼ αὐτῶν βλασφημουμένου Πνεύματος. Εἰ ὁμοούσιον, φασὶ, Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τί οὐ παρῆν μετ’ αὐτῶν ἐν τῷ ὄρει Θαβώρ; Ἀλλʼ, ὦ πνευματομάχε, μικρὸν ἐπίσχες τὴν ἀσεβῆ γλῶτταν καὶ βλάσφημον, ἵνα μάθῃς ὅπως συμπαρῆν τοῖς ὁμοτίμοις καὶ ὁ Παράκλητος. Τὴν γὰρ νεφέλην, ἥν ἀκούεις τὸ ὄρος ἐπισκιάσασαν, μὴ ἄλλο τι νόμιζε, ἢ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐ γὰρ ἦν ὑγρᾶς ἀναθυμιάσεως σύστασις, ἀλλὰ κρείττονος ἀληθῶς καὶ θειοτέρας. Ἐν πολλοῖς δὲ εἴωθεν ἡ Γραφὴ διὰ τῆς νεφέλης δεικνύειν τὸ Πνεῦμα τὸ ἅγιον. Ἤ τί σοι δοκεῖ τὸ προφητικὸν ἐκεῖνο ῥητόν; « Ἰδοὺ Κύριος ἥξει εἰς Αἴγυπτον ἐπὶ νεφέλης κούφης. » Τί δὲ ἦν ἕτερον ἡ νεφέλη, ἡ τὸν Ἰσραηλιτικὸν λαὸν ὁδηγοῦσα τὴν Αἴγυπτον φεύγοντα; Ποῦ γάρ τις αἰσθητῆς θήσει νεφέλης τὴν ἐκείνης ἐνέργειαν, τῆς Γραφῆς μαρτυρούσης, ὡς τοιοῦτον θαῦμα ἦν, ὡς καὶ τῆς ἡλιακῆς ἀκτῖνος θερμὸν ἐπιλαμπούσης διατείχισμα εἶναι πρὸς τὸν λαὸν, σκιάζουσάν τε τὸ ὑποκείμενον, καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν, καὶ διὰ τῆς νυκτὸς στύλον πυρὸς γενέσθαι; Ἀλλὰ καὶ ὅτε τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας εἰς οὐρανοὺς ἀνεφοίτησε, νεφέλη ὑπέλαβεν αὐτὸν, ἥδε ἧν τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὅτε δὲ ἥξει μετὰ δόξης κρίναι τὰ σύμπαντα, διὰ νεφέλης ἐξ οὐρανοῦ καταβήσεται. Ποῦ δὲ νεφέλης αἰσθητῆς τότε σύστασις, ὁπότε, κατὰ τὸν κορυφαῖον ἀπόστολον, ὑπὸ πυρὸς πάντα τακήσεται; Ἀλλὰ τί δεῖ μακρηγορεῖν; δυνάμενον παραστῆσαι τὸν Ἀπόστολον μάρτυρα, ὅς Ἑβραίοις γράφων περὶ τῆς τῶν προγόνων ἐν τῇ Ἐρυθρᾷ διαβάσεως, Τύπος ἦν, φησὶν, ἡ θάλασσα τοῦ ὕδατος, ἡ δὲ νεφέλη τοῦ Πνεύματος. Παρείκασται δὲ νεφέλῃ τὸ Πνεῦμα τὸ ἄγιον, διὰ τὸν ὄμβρον τῶν χαρισμάτων, ὅν ἐπιβλύξει ποταμηδὸν τοῖς πιστεύουσι. Λυθείσης οὖν τῆς τῶν πνευματομάχων ἀνισχύρου προτάσεως, φέρε καὶ τὴν λέξιν αὐτὴν ἐξετάσωμεν.

Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ, ὡς ὁ ἥλιος.» Τὸ τῆς μεταμορφώσεως θαῦμα παράδοξον οὕτω νοητέον· οὐχ ὅτι τοῦ χαρακτῆρος μεταλλαγὴ καὶ μετάμειψις γέγονεν, ἀλλʼ ὅτι μείναντος, ὥσπερ καὶ πρότερον, ἀῤῥήτου φωτὸς προσθήκη ἐπιγέγονεν. Εἰ δὲ καὶ τὴν τοῦ προσώπου λαμπηδόνα ὁ εὐαγγελιστὴς συγκρίνει πρὸς ἥλιον, ἀλλὰ κατὰ πολὺ τὰς ἡλιακὰς ἀκτῖνας τὸ φῶς ἐκεῖνο παρήλασε. Τῷ δὲ μὴ εὑρεῖν ἐν τοῖς αἰσθητοῖς μεῖζον παράδειγμα, τῷ κρείττονι τῶν ὁρωμένων τὸ θαῦμα παρείκασεν. Ὅτι γὰρ ὑπὲρ τὸ ἡλιακὸν φῶς ἀπήστραψεν, ἔδειξεν ἡ τῶν ἀποστόλων κατάπτωσις· οὐδεὶς γὰρ ὑπὸ τῆς ἡλιακῆς καταπίπτει λαμπρότητος. Κατὰ δὲ μυστικώτερον λόγον, πρόσωπον μὲν τοῦ Χριστοῦ λάμπον, ὡς ἥλιος, ἡ αὐτοῦ θεότης. Ἱμάτια δὲ γεγονότα αὐτοῦ ὡς φῶς, αὐτὸ τὸ σῶμα, ὅ ἀνελάβετο. Ἀλλʼ ὥσπερ ἄλλο μὲν ὁ ἥλιος, ἕτερον δὲ τὸ φῶς, ἑνωθέντα γε μὴν ἀμφότερα μένει διὰ παντὸς, οὕτως ὑπὲρ φύσιν ἐνωθεῖσα ἡ σὰρξ τῇ θεότητι, καὶ μία σύνθετος γεγονυῖα ὑπόστασις, διαμένει ἀχώριστος. Ἐπὶ μὲν οὖν τῆς θεότητος, διὰ τὸ ἁπλοῦν καὶ ἀσύνθετον, ἑνικῶς εἶπε πρόσωπον· ἐπὶ δὲ τῆς σαρκὸς, διὰ τὸ τῶν στοιχείων διάφορον, πληθυντικῶς τὰ ἱμάτια. Καὶ ἐπειδὴ ἡ μὲν τοῦ Λόγου θεότης οὔτε χρονικὴν ἔσχεν ἀρχὴν, οὔτε γέγονεν· ἡ δὲ θεία αὐτοῦ σάρξ ὑπὸ χρόνον, καὶ γενητὴ, ἀκολούθως ἐπὶ μὲν τοῦ προσώπου, οὐκ εἶπεν, Ἐγένετο, ἀλλʼ, Ἔλαμψε. Τὰ δὲ ἰμάτια αὐτοῦ φησιν, ὅτι Ἐγένετο, διʼ ἀμφοτέρων δηλώσας τὴν ἄκτιστον τῆς θεότητος φύσιν, καὶ τὴν γένεσιν τοῦ προσλήμματος. Γέγονε γὰρ ὡς ἀληθῶς ἡ ἀγία τοῦ Λόγου σὰρξ ὡς φῶς, ἅτε καθαρὰ καὶ ῥύπου παντὸς ἀνεπίμικτος. Σαφέστερον δὲ τοῦτο τὸ νόημα ὁ θεῖος Μάρκος παρέστησεν, οὕτως εἰπών· « Ἐγένετο τὰ ἱμάτια αὐτοῦ στίλβοντα λίαν λευκὰ ὡσεὶ χιὼν, οἶα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι,» γναφεῖς λέγων τοὺς προφήτας καὶ κήρυκας, ὧν οὐδεὶς οὕτω λευκᾶναι τὴν φύσιν τῶν ἀνθρώπων ἴσχυσεν, ὡς ὁ Κύριος τῷ φωτὶ τῆς θεότητης λαμπρύνας αὐτήν. Ταύτῃ τοι καὶ κέκραγε πρὸς αὐτὸν ἡ ψαλμογράφος φωνή· « Ὁ ἀναβαλόμενος φῶς, ὡς ἱμάτιον.»

Ἀποκριθεὶς δὲ Πέτρος εἶπε τῷ Ἰησοῦ· « Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Εἰ θέλεις ποιήσωμεν τρεῖς σκηνὰς, μίαν σοι, καὶ μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ.» Τίς ἡ τοσαύτη τῶν λογισμῶν ταπεινότης, Πέτρε θαυμάσιε; Ὁ πρότερον δεδεγμένος τὴν τοῦ Πατρὸς ἀποκάλυψιν, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος ὀνομάσας τὸν Κύριον, καὶ τῆς γενητῆς πάσης φύσεως ὑπεράρας αὐτὸν, νῦν τοῖς δούλοις συναριθμεῖς, καὶ τοῖς προφήταις ὁμότιμον τέθεικας; Τὸ γὰρ « ποιήσωμεν τρεῖς σκηνὰς, » ἰσοτιμίας λόγος ἐστὶν, ὅπερ ἀπεοικὸς ἦν τῆς σῆς θεσπεσίας γλώττης, καὶ παντάπασιν ἀνεπίσκεπτον. Ἦ πάντως τὰ τῆς θεότητος σελαγίσματα βοληδόν σοι ἐναπαστράψαντα, τὸ ἡγεμονικὸν διεκλόνησαν; Τὰ γὰρ τῶν πραγμάτων ἐξαίσια ἄφνω προσπεσόντα παρατρέπειν εἴωθε τὸ λογιστικόν· ὅ δὴ καὶ βουλόμενος ἐμφῆναι ὁ εὐαγγελιστὴς, « Ἦσαν, φησὶν, οἱ ὀφθαλμοὶ αὐτῶν βεβαρημένοι·» δεικνὺς, ὡς ἐγὦμαι, τὴν γενομένην αὐτοῖς βαρύτητα τῶν νοητῶν ὀφθαλμῶν. Διαλευκαίνει δὲ τοῦτο σαφέστερον ἕτερος, προσθεὶς ὅτι ταῦτα εἶπεν ὁ Πέτρος. μὴ εἰδὼς ὅ ἐλάλει. Ἀλλὰ τί λογισάμενος ὁ Πέτρος, ταῦτʼ ἔλεγε, « Καλόν ἐστιν, ἡμᾶς ὦδε εἶναι; Τίνος ἕνεκα τὴν ἐν τῷ ὄρει καταμονὴν ἀποδέχεται, καὶ τῆς ἐν πόλει κατοικίας, τὴν ἐρημίαν τοῦ ὄρους ἀσπάζεται; Ἤκουε τοῦ Κυρίου φανερῶς τὸ Πάθος αὐτοῖς προκηρύττοντος καὶ τὸν περὶ αὐτοῦ λόγον συνεχῶς ἀνελίττοντος, νῦν μὲν, « Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἔθνεσι, καὶ ἀποκτανθήσεται» νῦν δὲ, « Ὥσπερ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου» ἄλλοτε τοῦ κατὰ Ἰωνᾶν παραδείγματος μνημονεύοντος, « Ὥσπερ ὁ Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου. » Καὶ ἀκούων ταῦτα, πολλοῖς πάθεσιν ἐμερίζετο τὴν ψυχὴν, λύπῃ, θυμῷ, ἀπορίᾳ ἐπυρπολεῖτο τὰ σπλάγχνα, τοῦ διδασκάλου μέλλων χωρίζεσθαι. Ἔζεε τῷ θυμῷ ἐννοῶν τῶν Ἰουδαίων τὸ τόλμημα. Ἰλιγγία περὶ αὐτοῦ διαπορῶν, Πότερον ἀπολείπω μόνον παθεῖν τὸν καθηγητὴν, ἢ καὶ αὐτὸς χωρήσω μόνος μετ’ αὐτοῦ πρὸς τὸν θάνατον; Τούτοις τοῖς πάθεσι μεριζόμενος, ἀπαρακαλύπτως μὲν ἐπισχεῖν τὸν Κύριον, καὶ κωλύσαι τῆς ὁρμῆς οὐκ ἐτόλμησεν· ἅπαξ γὰρ τοῦτο τολμήσας, εἰλήφει τῆς προπετείας τὰ ἐπιτίμια, ἀκούσας, «Ὕπαγε ὀπίσω μου, Σατανᾶ. » Τὴν δὲ τοῦ ὄρους ἡσυχίαν ἰδὼν, καὶ τοὺς προφήτας δορυφοροῦντας, καὶ τὴν νεφέλην ἐπισκιάσασαν, ἐννοεῖτο, ὡς εἰ ἐνταῦθα μένοιμεν, τὰς ἐπιβουλὰς τῶν Ἰουδαίων ἐκ-κλίναιμεν, καὶ καθʼ ἑαυτὸν ἴσως τοιαῦτα ἐφθέγξατο· Ἐῤῥέτω Ἰουδαία πολλῆς πλήθουσα κακίας καὶ ὕβρεως· ἐκεῖ βασκανία, ἐνταῦθα ἡσυχία· ἐκεῖ ἀπειλοῦσιν ἀποκτεῖναι τὸν διδάσκαλον ὡς ἀντίθεον, ἐνταῦθα οἱ προφῆται δορυφοροῦσι τοῦτον ὡς Κύριον· ἐκεῖ ὄχλος πλάνον αὐτὸν κατωνόμαζον, ἐνταῦθα Πατὴρ ἀγαπητὸν Υἱὸν μεμαρτύρηκεν. Καλὸν ἡμᾶς ὦδε εἶναι. Ἐνταῦθα διάγοντες, τοὺς ἐπιβουλεύοντας λάθοιμεν. Κἄν ζητήσωσιν, οὐχ εὑρήσωσιν. Εἰ δʼ ἀπερυθριάσουσιν ἀνελθεῖν εἰς τὴν τοῦ ὄρους ἀκρώρειαν, ἰσχυροὺς ἔχομεν φύλακας. Ὁ μὲν γὰρ μακροθυμεῖ, καὶ πρὸς τὸ πάθος ἐπείγεται, καὶ τοὺς διώκοντας οὐκ ἀμύνεται, ἀλλʼ ἔστιν ἐνταῦθα Μωσῆς, ὅς οὐκ ἀνέξεται βλέπειν Θεὸν ὑβριζόμενον, ἐπάξει τούτοις πληγὰς, ὅσας τοῖς Αἰγυπτίοις ἐπήνεγκε, τὴν χάλαζαν, τὰς φλυκτίδας, τὰς κνίπας, τὴν κυνόμυιαν, τὰς ἀκρίδας, τὸν ὀλοθρεύοντα. Ἄν δὲ καὶ οὗτος ἀποκλάσῃ βοηθείας δεόμενος, ἔχομεν Ἠλίαν τὸν ζηλωτὴν, ἐξ οὐρανοῦ κατάγει τὸ πῦρ, καὶ ὥσπερ τοὺς πεντηκαντάρχας διαφθερεῖ τοὺς ἀλάστορας, καὶ οὕτω κερδήσω διαπαντὸς τὸν διδάσκαλον. Ταῦτα διαλογιζόμενος ἔλεγε· « Καλλόν ἐστιν ἡμᾶς ὦδε εἶναι» μὴ εἰδὼς ὅ ἐλάλει. Ἐβούλετο γὰρ κωλύσαι, ὥσπερ ἦν τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, καὶ ἡ τοῦ διαβόλου κατάλυσις.

«Ἔτι αὐτοῦ λαλοῦντος, καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσίασεν αὐτούς.» Πάλαι μὲν καταβάντος τοῦ Θεοῦ εἰς τὸ Σίναιον, τὸ ἐναέριον φῶς ἐκ καθαρᾶς αἰθρίας ζόφῳ κατεμελαίνετο, καὶ καπνῷ πᾶν τὸ φαινόμενον ὑπετύφετο, ὡς ἀόρατον γενέσθαι τὸ ὄρος, πανταχόθεν γνόφῳ διειλημμένον. Ἐνταῦθα δὲ φωτεινὴ νεφέλη τὸ ὅρος ἐκάλυψεν· ἐπειδὴ ὁ τότε δοθεὶς νόμος συμβόλοις σκοτεινοῖς καὶ σκιαῖς ζοφώδεσιν ἐπεκαλύπτετο· καὶ διὰ τοῦτο γνόφῳ τὸ ὄρος περιυπέσχετο, Ἡ δὲ τοῦ Εὐαγγελίου χάρις, λαμπρὰ καὶ φωτοφανὴς, μηδὲν σκιῶδες, καὶ ἀλαμπὲς ὅλως ἔχουσα, ἦς ἡ φωτεινὴ νεφέλη τεκμήριον. Ἀλλʼ ἀκούσωμεν τῆς πατρικῆς καὶ πανολβίου φωνῆς, μαρτυρούσης ἀναφανδὸν τὸν Μονογενῆ. « Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ὧ ηὐδόκησα. » Τὸ φύσει δεικνὺς καὶ τῆς οὐσίας ταὐτὸν καὶ ὁμότιμον, τὸ ἄρθρον προσέθηκεν, ὡς ἂν μή τις, οἰήσηται, τὸν αὐτόν τρόπον ὥσπερ καὶ τὸν Ἰσραὴλ Υἱὸν αὐτὸν ὀνομάζεσθαι. « Υἱὸς πρωτότοκός μου Ἰσραήλ.» Ἐκεῖνο μὲν γὰρ χωρὶς ἄρθρου φησίν· ἐνταῦθα δὲ δείκνυσι τὸ διάφορον τῇ τοῦ ἄρθρου προσθήκῃ, καὶ τῇ τοῦ ἀγαπητοῦ παρενθήκῃ. Ἐκεῖνος γάρ ἐμεμίσητο διὰ τὸ θετῆσαι τὸν πλάσαντα· Υἱοὺς γὰρ, φησὶν, ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δὲ με ἠθέτησαν.» Τὸ γὰρ, « Ἐν ὧ ηὐδόκησα, » ἐν ὧ δηλονότι ἀναπέπαυ μαι· διʼ οὗ τὴν τῶν ἀνθρώπων σωτηρίαν γενέσθαι ἐθέλησα. Διὰ δὲ τοῦ· « Αὐτοῦ ἀκούετε, » τὸ τῶν μαθητῶν ἀνειμένον διανιστᾷ, ὡς τοῦ Κυρίου τὸ Πάθος προεκφωνοῦντος, τὰς ψυχὰς μὴ κραδαίνοιντο. Δοκεῖ δὲ πλέον τοῦ Πέτρου καθάπτεσθαι σκηνὰς ἀναπλάττοντος, καὶ σπεύδοντος τοῦ παθεῖν ὑπεκστῆσαι τὸν Κύριον. Διὰ τί δὲ μετὰ τὴν φωνὴν ἐπάραντες οἱ μαθηταὶ τοὺς ὀφθαλμοὺς μόνον εἶδον τὸν Κύριον; Ἵνα μὴ τὴν μαρτυρίαν δι’ ἕνα τῶν προφητῶν εἶναι νομίσωσι, διὰ τοῦτο ἐκείνους μεταστήσας, ὅθεν καὶ παρεγένοντο, ἑαυτὸν ἔδειξεν εἶναι τὸν μαρτυρούμενον.

Οὐκοῦν δράμωμεν καὶ ἡμεῖς πρὸς τὴν τοῦ νοητοῦ τῶν ἀρετῶν ὄρους ἄνοδον, ἵνα μετὰ τοῦ Ἰησοῦ κατὰ τὴν ἀκρώρειαν τῶν κατορθωμάτων γενόμενοι, ἴδωμεν ὡς ἐκ περιωπῆς, τὸ φῶς ἐκεῖνο τὸ δειχθὲν τοῖς ἐπὶ τὸ ὕψος ἀκολουθήσασι. Καταλείψωμεν τῶν χαμαιρεπῶν ἡδονῶν τὰς κοιλότητας, αἵτινες ὑπὸ τῶν δαιμόνων ὡς γεωλόφων σκιάζονται, καὶ πρὸς τὸ ὄρος ἐκεῖνο γενώμεθα, τὸ πανταχόθεν ὑπὸ τῆς πατρικῆς νεφέλης περιλαμπόμενον. Γένοιτο δʼ ἄν ἡμῖν ῥᾳδία ἡ ἄνοδος, εἰ κατὰ τὸν τρόπον ἀναχθῶμεν, ὅν ἡμῖν ὑπέδειξε συμβολικῶς πρότερον μὲν Μωσῆς ὁ νομοθέτης, ὕστερον δὲ Ἰησοῦς ὁ νομοδότης. Ὁ μὲν γὰρ ἀνάγων τὸν λαὸν εἰς τὸ Σίναιον, καταλιπεῖν ἐπιτάττει τὴν ἀλόγων φύσιν εἰς τὴν ὑπώρειαν, κατάλευσιν ἀπειλήσας τῷ προσεγγίσαι τολμήσαντι· ὁ δὲ Σωτὴρ, μεθεὶς τὴν ἐννάδα τῶν μαθητῶν, τὴν τριάδα παρέλαβε. Τί οὖν παιδεύετον τῷ αἰνίγματε; Ἐπειδὴ τῆς τῶν ἀλόγων φύσεως ἴδιον τὸ κατ’ αἴσθησιν μόνην δίχα διανοίας οἰκονομεῖσθαι, νομοθετεῖ διὰ τούτων Μωσῆς ὑπερβῆναι τὴν ἐξ αἰσθήσεων γενομένην γνῶσιν ἐν τῇ τῶν νοητῶν θεωρίᾳ· συνῳδὰ ποιῶν καὶ ὁ Κύριος ἐδίδαξεν, ὡς εἰ μὴ ὁ νοῦς ἀπο-στραφεὶς κάτω ῥίψει τὴν ἐννάδα προσπάθειαν, καὶ τὴν ἐπίλεκτον Τριάδα παραλάβοι μεθʼ ἑαυτοῦ, οὐκ ἀνελθεῖν ἰσχύσει πρὸς τὸ ὕψος τῆς ἀληθοῦς γνώσεως. Ἀλλʼ ὡς ἄν μὴ διʼ αἰνιγμάτων ἡμῖν τὰ αἰνίγματα λύοιντο, σαφέστερον τὸν λόγον ποιήσομαι. Ὁ ἐνναδικὸς ἀριθμὸς περιέχων ἐν ἑαυτῷ τὰ πέντε καὶ τέτταρα, σημαίνει διὰ μὲν τῆς πεντάδος τὴν αἴσθησιν, διὰ δὲ τῆς τετράδος τὴν τοῦ σώματος τετράστοιχον σύγκρασιν. Ὅταν οὖν νοῦς τῶν σωματικῶν ὑπέρτερος γένηται, ὥστε μὴ ἀντιστρατεύεσθαι κατʼ αὐτοῦ τὸν νόμον τῆς σαρκὸς, μηδὲ ὑπὸ τῶν αἰσθήσεων ἐν τῇ ἰλύϊ τῆς ἁμαρτίας συμφύρεσθαι, τότε, δὴ τότε τὸ τριμερὲς τῆς ψυχῆς συναντιλαμβανόμενον, ἔχων πρὸς τὸ ποθούμενον, ἀπαρεμποδίστως, εἰς τὸ τῆς ἀρετῆς ὕψος ἀνάγεται τὴν ἐμποδίζουσαν ἐννάδα, καὶ πρὸς τὴν ἀνάβασιν εἴργουσαν παραγκωνισάμενος. Οὕτως ὁ νοῦς τὰς ῥᾳθυμοτόκους μερίνας καταλείψας εἰς γῆν, καὶ καθάπερ μὲν Πέτρον πρὸς ἐπιθυμητικὸν, ὡς Ἰωάννην δὲ τὸ λογιστικὸν ὡς δὲ Ἰάκωβον τὸ πρὸς ἀνδρείαν θυμητικὸν παραλαβὼν, πρὸς τὴν μετάρσιον πολιτείαν ἀνάγεται, μυούμενος τὸ τῆς Τριάδος μυστήριον. Ὁρᾷ δὲ καὶ Μωσῆν, καὶ Ἠλίαν συλλαλοῦντας. πνευματικῶς γὰρ τὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐρευνῶν, ὁρᾷ, πάντα τῷ Εὐαγγελίῳ συνάδοντα. Γένοιτο δὲ καὶ ἡμᾶς μεθʼ ἡμέρας ἕξ, τουτέστι μετὰ τὴν τοῦ κόσμου τούτου τοῦ ἐν ἕξ ἡμέραις δημιουργηθέντος παρέλευσιν ἀναδειχθῆναι εἰς τὸ ὑπερουράνιον ὄρος, ἔνθα τὸ τῶν ἀγίων πολίτευμα, καὶ ἰδεῖν τὴν τῆς θεότητος ἀποστίλβουσαν χάριν, καὶ τῇ νεφέλῃ σκεπασθῆναι τοῦ Πνεύματος, καὶ μυηθῆναι τρανώτερόν τε καὶ καθαρώτερον τὸ τῆς Τριάδος μυστήριον. Γένοιτο, γέ-νοιτο !

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images