Σάββατο, 23 Νοεμβρίου 2024

Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

 Ἐγκώμιον 

εἰς τόν ἅγιον Ἰωάννην τόν Πρόδρομον

α'. Δίδου, ὦ φωνὴ τοῦ Λόγου, φωνὴν δίδου ἡμῖν, ὦ λύχνε τοῦ φωτός, τήν αὐγήν· Δίδου ἡμῖν, ὦ τοῦ Λόγου Πρόδρομε, τοῦ λόγου τόν δρόμον, ἵνα σὲ πρὸς ἀξίαν τοῖς σοῖς εὐφημήσαντες ἐντρυφήσωμεν σήμερον· ὑμνεῖν γὰρ σὲ κατὰ χρέος πατρῷὸν · τὲ καὶ  ἰδικῶν πάντων πλέον, ὦ Βαπτιστά, προθυμούμεθα. Ἐπειδὴ δὲ πάντων πλέον ἐκ προγόνων σου ταῖς δωρεαῖς ἐνεβρύνθημεν, καὶ  οἴκοθεν τοῦτο δρᾷν οὐ δυνάμενοι, πάλιν ἐπὶ σὲ τὸν φιλόδωρον τρέχομεν, καὶ  σὲ γενέσθαι χορηγόν ἡμῖν τῶν ἐπαίνων αἰτούμεθα. Ἵνα μὴ σὲ μόνον τοῖς ἐξ ἡμῶν λόγοις γεραίροντες, ὑβρισταί τινες εἶναι τῆς μικροπρεπείας τῶν λόγων καὶ ἀτιμίας δόξωμεν, ἢ ἐπαινέται τὲ καὶ  εὐχάριστοι, παρὰ τοῖς οὐκ εἰδόσι τὴν ἡμῶν ἐν λόγοις εὐτέλειαν, ἀλλά τῷ μεγέθει ἢ ἀξίᾳ τοῦ τιμωμένου ἀπαιτοῦσιν εἶναι τὸν λόγον ἐφάμιλλον· καὶ μὴ εἰδοῦσι συγγνώμην τῇ προθέσει τοῦ λέγοντος, τοῦ πόθου τὴν φλόγα μὴ φερούσῃ, εἲ τὸ ὑπὲρ αὐτὴν ἐκ βίας ἐφάπτοιτο. Ὅτι μὲν γὰρ οἱ σὲ ταῖς εὐφημίαις στεφανοῦν ἐθελήσοιεν πόῤῥω που τῆς ἀξίας καὶ πάνυ μακρόν ἀπολείπονται, οὐκέτι οὐδείς ὡς οὐχ ὅλῳ κηρύξειε τῷ στόματι, εἰ μὴ μέμηνε καὶ  τοῦ κατὰ φύσιν ἔξεστη φρονήματος. Τί οὖν χρὴ διαπράττεσθαι τὸν  οἷον ἐμέ μυρίοις σου  καθ’ ὥραν ἑκάστην δωρεαῖς, ὥσπερ τι δένδρον παρ' ὕδασι τὴν φυτείαν λαχόν, ἀρδευόμενον καὶ  ἀλήκτως παραῤῥέουσαν ἔχοντά τῆς σὴς ἐνεργητικῆς χύσεως τὴν ἐπίδοσιν; Ἄρα σιγᾷν καὶ  μηδὲν  ὅλως  βοᾷν χαριστήριον  ὅτι   κατ’  ἀξίαν μὴ δεδύνηται, ἢ βοᾷν ὡς οἷὸς τὲ εἴη καὶ  δύνηται, καὶ ταύτῃ δεικνύναι τῆς ἔνουσης αὒτῷ γνώμης τὸ ἄσχετον ; κἄν ἡ βοὴ ταύτης τὸ μέγεθος δι’ οἰκείαν φανεροῦν μὴ ἰσχύσῃ σμικρότητα. Ὁ μὲν γὰρ καὶ  ἀποδοχῆς ἄξιος κρίνεται, κἄν τὴν τῶν εὐγνωμονούντων μοίραν λογίζηται· καθά κἀκεῖνος ὁ ἐν τῇ δεκάδι τῶν ὑπὸ τοῦ Σωτῆρος καθαρθέντων λεπρῶν ἀλλογενὴς καὶ  ἀλλόφυλος · ὁ δὲ τῷ τῶν ἀχάριστων στίφει συνάπτεται, τὸν εὐεργέτην οὐκ εὐφημῶν κατὰ δύναμιν, καθὰ καὶ  οὗτοι εἰληφότες μὲν τῆς νόσου τὴν κάθαρσιν, οὐ δεδωκότες δὲ δόξαν Χριστῷ τῷ ταύτην αὐτοῖς δεδωκότι τὴν κάθαρσιν.

β΄. Οὐκοῦν οὐ σιωπητέον, λεκτέον δὲ σοὶ ποθητῶς τὸ ἐγκώμιον, εἰ καὶ  κατόπιν τῆς σῆς μεγαλειότητος λέξοιμεν· ὡς ἂν μὴ τούτων τῶν ἐννέα τὸν μῶμον δρεψόμεθα, ἀλλά τοῦ κριθέντος εὐγνώμονος τὴν ἐπαινετὴν ἑταιρίαν ἁρπάσωμεν. Βόησον τοίνυν, ὦ Βαπτιστά, καὶ  νῦν ἐν ἡμῖν ὡς ἐν ἐρήμῳ τὸ πρότερον. Ἔρημοι γὰρ καὶ  ἡμεῖς λόγου καὶ φωνῆς ταῦτα βλαστώσης αὐγῆς καθεστήκαμεν· ἐξ ὧν σοὶ καὶ  δι’ ὧν ὁ τῆς εὐφημίας ἀναπλέκεται στέφανος· βόησον καὶ  νῦν ἐν ἡμῖν γεγωνότερον. Βοησόμεθα γὰρ εἰ βοήσειας, καὶ  σιγήσομεν εἰ σιγήσειας, κἄν μεγαλοφώνως βοᾷν προῃρήμεθα. Εἰς οὐδὲν γὰρ ἡμῶν ἡ βοὴ λογισθήσεται, μὴ τῇ θειοτέρᾳ σου βοῇ τὸ σθένος λαμβάνουσα · καὶ  οὐδαμόθι γῆς ἡμῶν ἡ φωνὴ ἀκουσθήσεται,  μὴ ἐκ τῆς μεγάλης σου φωνῆς δεχόμενοι τὸ εὔηχον. Διὸ μᾶλλον καὶ  μᾶλλον εἰς συμμαχίαν σὲ προκαλούμεθα καὶ  λῦσαι δεόμεθα τὴν γλώτταν ἡμῶν ἀφωνίᾳ δουλεύουσαν, ὥσπερ καὶ Ζαχαρίας τῷ πατρὶ πάλαι γενόμενος ἔλυσας · καὶ δοῦναι φωνὴν ἱκετεύομεν πρὸς τὴν τῆς σῆς εὐφημίας ἀνάῤῥησιν, καθὰ κἀκείνῳ τικτόμενος δέδωκας πρὸς τὴν τοῦ σοῦ δημηγορίαν ὀνόματος. Εἰ γὰρ ἐκεῖνος τὴν γλώτταν πεπέδητο ἕως αὐτὴν ἡ σὴ προέλευοις ἔλυσε, καὶ τῆς σῆς προσηγορίας κεκίνηκε πρόοδος, πῶς ἂν ἤμεῖς πρὸς τὴν σὴν εὐφημίαν τὴν γλῶτταν κινήσοιμεν, μὴ σοῦ ταύτην κινοῦντος καὶ στρέφοντος καὶ πρὸς τὸ σὸν αὐτὴν κατευθύνοντος στάδιον;

γ ΄. Ἀλλά μοι πρὸς τὴν βαλβίδα τῶν λόγων ὁ λόγος ἔλθων, καὶ  πρὸς τὴν τῶν σῶν θαυμάτων πληθὺν ἐκθαμβούμενος, ἀπορίᾳ συνέχεται μείζονι, ὅθεν της κατὰ σὲ διηγήσεως ἄρξηται. Τὴν γέννησιν εἴποι πρώτην ἥν ὁ Γαβριὴλ προεμήνυσε ὡς χαρᾶς ἐσομενὴν τῷ κόσμω προοίμιον; Ἀλλὰ τὴν κυοφορίαν ἥν ἡ στείρα γραῦς ὡς ὑπερφυὰ περιέκρυβε ; Ἀλλὰ τὴν ἐγγάστριον ὄρχησιν τὴν πρώτην Θεὸν ἐγγάστριον πᾶσι κηρύξασαν; Ἀλλὰ  τὴν ἐκ στείρας ἀποτεξιν ἐστορεῖν ἐπεθύμησε; Ἀλλά καὶ  πορείαν τριήμερον ἤνυσε καὶ  χρόνον τριμηνιαῖον παρέμεινεν, ἵνα τὴν θαυμαστήν σου θεωρήσασα γέννησιν τὸ τῆς Τριάδος ἑνός μήτηρ ἀπειρόγαμος ἔσεσθαι οὐ συνελήφθη βεβαίως τὲ καὶ  ἀραρότως πιστεύσειεν; Ἀλλὰ τὴν γαλούχησιν ἥν ξηρὸς σοὶ μασθὸς θηλὴν διὰ γῆρας βαθὺ παραδόξως προέχευεν; Ἀλλὰ  τὴν ἐν ἐρήμῳ δίαιταν ἥν ὁ κόσμος χωρεῖν οὐκ ἠδύνατο, τὴν ἐκ τῆς ἐρήμου πρὸς τὸν Ἰσραὴλ τελευταίαν καὶ  πρώτην ἀνάδειξιν δι’ ἧς αὐτοῖς τὸν Χριστὸν ἐξεκάλυπτε, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐκήρυττε. Ἀλλὰ  τὸν Ἰορδάνην ἐν ᾧ τὸν λεὼν ἐκαθάριζες, καὶ  δι’ οὗ σὲ Χριστὸς ἐκαθάρισε, λειτουργὸν σὲ λαβών ποιήσας τοῦ οἰκείου βαπτίσματος; Τὴν νομοθεσίαν ἥν φιλανθρώπως τοῖς πειθομένοις ἐθέσπιζες; Τὴν ἀπειλὴν ἥν ἐμβριθῶς τοῖς ἀπειθοῦσι προέφερες; Τὴν παῤῥησίαν δι’  ἧς ἄρχοντας καὶ  βασιλέας κατέπληττες, καὶ  ἥν ἀξίως ὁ βασιλεὺς Ἡρώδης ἐτρόμασε, καὶ  εἰ πάθει γυναίου τὸ δέος ἀπέβαλε; Τὴν γενναίαν ἀποτομὴν καὶ  τῆς τιμίας κεφαλῆς τὴν ἀφαίρεσιν, δι’ ἧς σεαυτὸν διπλοῦν τοῦ Σωτῆρος κατέστησας Πρόδρομον, οὐκ ἐπὶ γῆς μόνον αὐτοῦ προϊὼν καὶ προτρὲχων, ἀλλά καὶ  εἰς ᾅδην γιγνόμενος Πρόδρομος καραδοκοῦσι καὶ  μένουσιν, ὥσπερ τοῖς ἐπὶ γῆς προκηρύττων αὐτοῦ τὴν σωτήριον ἄφεσιν;

δ'. Ἀλλὰ  τί τῶν σῶν ἐπέλθωμεν πρότερον; ἢ τί καταλείψωμεν δεύτερον; ἑκάστου τὴν ὑπέροχην σύγκληρον ἔχοντος καὶ φιλονεικοῦντος εἰκότως εἰς προοίμιον τάττεσθαι καὶ  τὸ πέρας ἐφ’ ἑαυτῷ πάσης τῆς παρούσης ἐγκωμιαστικῆς διαλέξεως δέχεσθαι, καὶ  μὴ συγχωροῦντος ἐπ' ἄλλο τι τὴν γλῶτταν διήγημα φέρεσθαι, ὅπως ἂν ἀτελὲς αὐτῷ μὴ ἑαθῇ καὶ  ἀποπλήρωτον. Δοκεῖ δὲ ἡμῖν ἔχειν καλῶς εἰ τοῦ χρόνου καὶ ἡμεῖς τὴν τάξιν φυλάξοιμεν, καὶ  τῷ χρόνῳ πρωτεύουσαν, καὶ  νῦν πρωτεῦσοι ταῖς λέξεσιν· ἵνα καὶ  τάξιν λάβοι τὴν πρέπουσαν, ἁρμόδιον ἑκάστῳ καὶ  βραχεῖαν παρέχων διήγησιν, καὶ  φύγοι τῆς χρονικῆς ἐναλλαγῆς τὴν ἀνάχυσιν· ἐπαινῶν ἐν τούτῳ Λάβαν τὸν δόλιον,  ὅτι  τῶν θυγατέρων τὴν ἥττονα πρὸ  τῆς πρεσβυτέρας γάμῳ κατεγγυᾷν οὐκ ἠνέσχετο, καὶ  ταῦτα ποθουμένην καὶ  πρόκριτον νομισθεῖσαν τῷ γήμαντι, οὐ μόνης χάριν σωματικῆς, ἀλλά καὶ  ψυχικῆς ὡραιότητος ἕνεκα ; Οὐκοῦν ἐπαναγέσθω πάλιν ἡμῖν ὁ λόγος ἐπὶ τὴν ἀρχήν τοῦ λόγου καὶ τοῦ θαυμαζομένου τὴν σύλληψιν, εἰ τῆς εἰς τὸ εἶναι παρόδου προοίμιον καὶ  πάντων ἐφεξῆς ἐν τάξει τιθέτω τὸν ἔπαινον, ὡς αὐτὸς ὁ παρ'  ἡμῶν εὐφημούμενος τὸν λόγον ἡμῖν χορηγεῖν ἐπινεύσειεν. Τάχα δὲ καὶ ταύτας ἀνωτέρω τὸν λόγο ἀγαγεῖν οὐκ ἀσύμφορον· δείξειε γὰρ καὶ  οὕτως αὐτὸν καὶ  πρὸ  ταύτης τῆς ἐν κοιλίᾳ συλλήψεως μέγαν τινὰ γενησόμενον καὶ ἐπὶ μειζόνων ἀγαθῶν προσδοκίᾳ φανούμενον, τὴν ἐν Ἀδὰμ ἡμῶν οὐκ ἀγνοούμενον ἔκπτωσιν. Διὰ ταύτης γὰρ πάντως ἀθλίως ἐπράττομεν καὶ  εἰς γῆν καὶ  φθορὰν ἀπελήγομεν, ὡς ἅπαξ οἱ πάντες τὸ, «Γῆ εἰ, καὶ  εἰς γῆν ἀπελεύσῃ,» πειθόμενοι· τοῦτο γὰρ τῆς ἡμῶν ἐτύγχανε φύσεως ὑπὲρ τῆς ἡμῶν παρακοῆς τὸ κατακρίμα. Οὐκ αὐτῇ δὲ μόνη της ἀνθρωπίνης ζωῆς ἡ ἀθλιότης ἐδείκνυτο, ἀλλ' εἶχεν αὐτῇ συμμεμιγμένον τὸ ἄθεον. Τὸν γὰρ Κτίστην τοῦ παντὸς καὶ  Δεσπότην ἐάσαντες τοῖς ὁμοδούλοις ἐλατρεύομεν κτίσμασιν, καὶ  θεοὺς ὠνομάζομεν τῶν ἰδίων ἡμῶν χειρῶν τὰ ποιήματα. Διὸ καὶ  τοῖς τῆς ἀτιμίας ἐδουλεύομεν πάθεσι, ἐπειδὴ τοῖς ἀτίμοις εἰδώλοις καὶ  δαίμοσιν τοῦ μόνου τιμίου Θεοῦ τὴν τιμὴν προσεφέρομεν. Τοῦτο τῆς ἡμῶν φύσεως ἦν τὸ ἀῤῥώστημα, ὅ μεγέθους ὑπερβολὴν οὐ δεχόμενον μεγίστης ἰατρείας ἐδέετο. Αὕτη δὲ ἦν τὸ τὸν Κτίστην ἡμῖν ὁμοιωθῆναι τοῖς κτῖσμασιν, καὶ τὸν Θεὸν ἄνθρωπον γενέσθαι καθ’ ἡμᾶς διὰ τῆς πρὸς σάρκα τὴν ἀνθρωπίνην συνθέσεως· καὶ  πάντων ἡμῶν ἀναλαβεῖν ἐν ἑαυτῷ τὰ φυσικὰ καὶ  διαβολὴν οὐκ ἐμποιοῦντα παθήματα· καὶ  τοῦτον παντελῆ τὸν ἀφορισμὸν ἐπιδείξασθαι, καὶ  οὕτω περιφανῶς διασώσασθαι τὸν τούτοις ἑκουσίως κρατηθέντα τὲ καὶ  κρατούμενον ἄνθρωπον, καὶ  πρὸς τὴν πρώτην αὐτὸν ἐπανάγειν μακαριότητα, ἥν αὐτῷ καὶ  ἀπ’ ἀρχῆς δημιουργήσας συνέζευξε.

ε'. Ταύτην Θεὸς καὶ  ποιεῖν πρώτω τῷ Ἀβραάμ ἐπηγγείλατο, καὶ  ἐν τῷ σπέρματι αὐτοῦ πάσας εὐλογηθῆναι τὰς φυλᾶς τῆς γῆς ἐχαρίσατο, διά τῆς ἀπ’ αὐτοῦ τοῦ Μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ  Λόγου σαρκώσεως · ταύτην μετὰ τὸν Ἀβραὰμ τῷ Δαβίδ ἐπωμόσατο, καὶ ἐκ καρποῦ τῆς κοιλίας  αὐτοῦ ἐπὶ τὸν βασιλικώτατον αὐτοῦ θρόνον τὸν βασιλέα τῆς δόξης τιθέναι συνέθετο,  ὅτ’  ἂν ὁ παρὼν αἰών ἐπὶ τὸ τέλος ἀφίκοιτο καὶ τοῦ γραπτοῦ νόμου ὁ διορισθείς ὑπ' αὐτοῦ καιρός τὸ πλήρωμα δέξοιτο. Ἥν ἰδεῖν καὶ  θεάσασθαι οὐ μόνος Ἀβραὰμ καὶ  Δαβίδ οἱ τὰς τοιαύτας ἐπαγγελίας ἀξιωθέντες κληρώσασθαι, ἀλλά καὶ  πολλοὶ μετ' ἐκείνους προφῆταί τε καὶ  βασιλεῖς ἐπεθύμησαν, καθάπερ ἐν Εὐαγγελίοις πρὸς τὴν τῶν οἰκείων μαθητῶν μακαρίαν ὁμήγυριν, αὐτὸς ἡ πάντων ἁγίων ἐπιθυμία Χριστὸς ἀπεφήνατο. Παρῆν οὖν τοῦ παρόντος αἰῶνος τὰ ἔσχατα, καὶ ἡ ἐπαγγελία τὴν οἰκείαν ἑκάστου ἐνέκβασιν, καὶ ὁ νόμος τὴν προσδοκωμένην αὐτῷ διὰ Χριστοῦ προσεδέχετο πλήρωσιν · καὶ  πάντες οἱ ἐν Ἱερουσαλὴμ προφῆται καὶ  δίκαιοι τὴν τοῦ Ἰσραὴλ προσδεχόμενοι λύτρωσιν, καὶ  Πνεύματι ταύτην ἐφεστῶσαν μανθάνοντες, ἐπόθουν αὐτῆς τὴν παρουσίαν θεάσασθαι, οὐ μόνον ψυχῆς ἀλλά καὶ σώματος ὄμμασιν πρὶν τῆς παρούσης ζωῆς ἐκδημήσωσιν. Kαὶ οὐ μόνον ἐπόθουν, ἀλλά καὶ  ηὔχοντο καὶ  Θεῷ δεήσεις προσέφερον, καὶ  τῶν αἰτουμένων (ἄξιοι γὰρ ἦσαν) ἐτύγχανον. Τοιοῦτος ἦν ὁ Σιμεών ὁ Χριστὸν ὡς ἱερευς ἐν ἀγκάλαις δεξάμενος, καὶ  Δεσπότην αὐτὸν πάσης ὁμολογήσας τῆς κτίσεως. Τοιαύτη ἡ Ἄννα ἡ τὴν πολυχρόνιον ἐκείνην χηρείαν κοσμίως ἀνύσασα, καὶ  νύκτα καὶ  ἡμέραν ἐν τῷ Ἱερῷ Θεῷ προσεδρεύουσα, ἡ τότε προφητικῷ παραστᾶσα τῷ Πνεύματι, καὶ  παρόντα Χριστὸν τοῖς τότε παροῦσιν ὑπέφαινε. Τοιοῦτος ἦν ὁ Ἀριμαθαῖος Ἰωσὴφ ὁ τῆς ἁπάντων ζωῆς τολμηρὸς ἐνταφιαστής, καὶ  διὰ τοῦτο μᾶλλον εὐσχήμων βουλευτὴς κηρυττόμενος,  ὅτι  τὴν μὲν τῶν Ἰουδαίων κατά τοῦ Σωτῆρος βουλὴν ὡς αἰσχράν παρῃτήσατο καὶ  ἀσχήμονα. «Οὗτος γάρ, φησὶν, οὐκ ἦν συγκατατιθέμενος τῇ βουλῇ καὶ  τῇ γνώμῃ αὐτῶν. Ταύτην δὲ μόνος αὐτὸς ὡς λαμπράν καὶ  εὐσχήμονα, εὐσχημόνως καὶ λαμπρῶς ἐβουλεύσατο. Τοιοῦτος καὶ  Ζαχαρίας ὁ πρεσβύτης τε καὶ  ἱερεὺς ἐγνωρίζετο, ὅς καὶ  διὰ τὸ τῆς ἡλικίας ὑπέρακμον καὶ τοῦτο γήρᾳ παρεπομένου θανάτου τὸν ἄδετον δεήσεις ἐκτενεῖς καὶ  συχνὰς Θεῷ προσεκόμιζε μὴ στερηθῆναι τοῦ πᾶσι προσδοκωμένου θεάματος, μηδὲ πρὸ  τῆς τούτου θέας τὸν ἐλπιζόμενον καὶ  ἐπὶ θύραις ὄντα ἐθεάσασθαι θάνατον. Ταύτην ὁ πρεσβύτης ἀεὶ προσῆγεν τὴν δέησιν· τοῦτο μὲν ἅπασι ταχέως ἐκλάμψαι τῆς σωτηρίας τὸ φῶς ἐπευχόμενος· τοῦτο δὲ καὶ  ἑαυτῷ τὴν τούτου τοῦ φωτὸς ἀνατολὴν ἰδεῖν ἐξαιτούμενος. Καὶ  ἵνα μὴ κατὰ τὸν ταύτης αὐτὸν τὸν χρόνον ἀκμάζοντα ταύτης ἁρπαγῆναι τῆς θεωρίας ἀμέτοχον, περὶ τούτου διηνεκῆ τὴν πρεσβείαν ποιούμενος, καὶ  μάλιστα ὅτε Θεῷ τὰς κατὰ νόμον λατρείας προσέφερεν,  ἵνα  τούτων ταχέως ἡ ἄμειψις ἐπὶ  τὸ πνευματικώτερον καὶ τελειότερον γένηται, καὶ  λυτρωθῶσι τοῦ βάρους οἱ τὸν αὐτὸν ζυγὸν ἐπικείμενον ἔχοντες κλῆροι, κατὰ τὸν τῆς ἐφημερίας καιρὸν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων μετὰ θυμιάματος εἴσοδον, ἔνθα τοῦ ἔτους ἅπαξ ὁ ἀρχιερεὺς καὶ μόνον εἰσέτρεχεν, αἷμα ταῖς χερσὶν ἐπαγόμενος καὶ  διαῤῥήδην δεικνὺς τῷ αἰνίγμάτι τὴν ἔσομενην μίαν καὶ  μόνην Χριστοῦ τοῦ Σωτῆρος προσένεξιν, ἥν ἑαυτῷ τῷ Θεῷ καὶ Πατρὶ ἀρχιερεὺς καὶ  ἀμνὸς ὑπὲρ ἡμῶν εἰς σφαγὴν τῶν ἀνθρώπων προσήγαγεν.

ς'. Ἐνταῦθα γοῦν καὶ Ζαχαρίας γενόμενος (ἦν γὰρ τῆς τοιαύτης λειτουργίας ἐπάξιος), καὶ  τῷ θυσιαστηρίῳ παρεστώς, καὶ  περὶ τῆς ἐπιδημίας τοῦ Λόγου τὸν φύσαντα προσδεχθείς τῇ ἐπιμονῇ τῆς δεήσεως, δεξιὸν τοῦ θυσιαστηρίου καθ’ οὗ τήν τοῦ θυμιάματος εὐωδίαν προσέφερεν, οὐράνιον ἐστῶτα κατενόησεν ἄγγελον, ἀγγελίαν αὐτῷ δεξιὰν καὶ οὐράνιον φέροντα. Γαβριὴλ οὗτος ἦν ὁ τουτωνὶ τῶν μηνυμάτων διάκονος, ὁ καὶ  τῇ προσηγορίᾳ πρὸ  τῶν λόγων δηλῶν τὸ ἐξάγγελμα· τὰ γὰρ τῆς τοῦ Θεοῦ Λόγου θείας ἐνανθρωπήσεως μηνύσων ἥκει προοίμια, περὶ ἧς καὶ  ὁ πρεσβύτης ἐκτενῶς ἐλιτάνευεν· ὅν ἰδών ὁ θεσπέσιος ἄγγελος ἐπὶ τῇ ὀπτασίᾳ κλονούμενον, καὶ τῷ φόβῳ τὸν κλόνον συναύξοντα,  «Ἐταράχθη γάρ, φησὶ, Ζαχαρίας ἰδών, καὶ  φόβος ἐπέπεσεν» τοῦ νόμου γὰρ ἐν ἑαυτῷ τόν σάλον εἰκόνιζε, καὶ  τὴν πρὸς τὴν εὐαγγελικήν ὑπετύπου πολιτείαν μετάθεσιν ἀφαιρεῖται πρῶτον τοῦ φόβου τὸν τάραχον, καὶ εἶθ’ οὕτω τῶν Εὐαγγελίων ἀπάρχεται. Οὐ γὰρ φόβου ἦν τὰ λεγόμενα, ἀλλ' ἀφοβίας καὶ τερπνότητος πρόξενα· τί λέγων ; « Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου» Μονονουχὶ βοῶν, Τί δέδοικας, ὦ πρεσβύτα; τί δὲδοικας περὶ ὧν αἰτεῖς λαμβάνων ἀπόκρισιν;  τί φοβῇ νομικῆς ἀχθηδόνος λυτρούμενος; τί ταράττει τῆς σκίας ὁρῶν τὴν ἀπόβασιν; τί καταπλήττει τῶν σαλευομένων ὁρῶν τὴν μετάστασιν; φοβερὰ μὲν γὰρ εἰσι τὰ ὑπ’ ἐμοῦ μηνυόμενα, ἀλλ' οὐ φόβου ποιητικὰ τοῖς ἀκούουσι· καὶ  μεγάλα σοι λέγειν ἔχω μυστήρια, ἀλλ' οὐ πρέπει σε τούτων ἀκριβῶς ἀκροώμενον ταραχῇ καὶ  φόβω συνέχεσθαι· ἀλλά χαίρειν σὺν ἐμοὶ καὶ  εὐφραίνεσθαι· εὐφροσύνης γὰρ καὶ χαρᾶς ποιητικὰ ταῦτα καθέστηκε. Πάρεστι τῶν ἀνθρώπων ἡ λύτρωσις· ἐλήλυθε τῶν πεπτωκότων ἡ ἔγερσις· τοῦ νόμου τὸ πέρας ἀφίκετο· τῆς χάριτος ὁ καιρὸς ἀνατέταλκε. Καὶ  ὄψει τούτων οὐκ εἰς μακρὰν ἐν ὀφθαλμοῖς τὸ κεφάλαιον, τὸν Θεὸν Λόγον ἐκ Παρθένου σαρκούμενον, καὶ  καθ’ ἡμᾶς τοὺς ἀνθρώπους κτόμενον, καὶ  ὅλον τοῦ ἀνθρωπείου γένους τὸ φῦλον ῥυόμενον. Καὶ  σὺ τούτων οὐ μόνον ἔσῃ θεατής ἅπερ ὁρᾷν ἐπεθύμησας, ἀλλά καὶ  ὑπηρέτης γενήσῃ μακάριος. Ἵνα δὲ τοῖς ὑπ’ ἐμοῦ λεγομένοις πιστεύσειας, καὶ  ξένῳ σὲ θαύματι πρὸς πίστιν ἐπάγομαι, ἐκεῖνα σοὶ διηγούμενος ἅπερ ὁρᾷν τὸ λοιπὸν οὐκ ἐπίστευες · τίνα ταῦτα; « Ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοί, καὶ  καλέσεις τὸ ὄνομα  αὐτοῦ Ἰωάννην· καὶ  ἔσται χαρὰ σοὶ καὶ  ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει  αὐτοῦ χαρήσονται ἐσται γὰρ μέγας ἐνώπιον Κυρίου, καὶ οἶνον καὶ  σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἐκ κοιλίας μητρὸς  αὐτοῦ, καὶ  πολλοὺς τῶν υἱῶν Ἰσραηλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν καὶ αὐτὸς προελεύσεται ἐν Πνεύματι καὶ  δυνάμει Ἠλιοῦ, καὶ ἐπιτρέψῃ καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίω λαὸν κατεσκευασμένον.»

ζ΄.  Ὁρᾷς οἷα τῆς Ἰωάννου καὶ πρὸ  αὐτῆς τῆς ἐν κοιλίᾳ συλλήψεως εἶναι μαρτυρεῖται φωναῖς ἀγγελικαῖς τὰ αὐχήματα; Ἐτέχθη μὲν γὰρ ἐκ στείρας καὶ Σαμουήλ, ἀλλ' οὐκ ἐκ γηραιᾶς οὐδὲ πατρὸς πρόβεβηκότος καὶ γέροντος. Ἐτέχθη καὶ Ἰσαὰκ ἐκ γηραιῶν μὲν καὶ τοῦ τίκτειν ἐνηλλαχότων τὸν καιρὸν καὶ  τὴν δύναμιν · ἀλλ' οὐ Πνεύματος ἁγίου ἐκ νηδύος αὐτῆς ἐνεπίμπλατο · ἀλλ' οὔτε τοῖς ἄλλοις ἅπασιν τούτων οὐδεὶς ὡραΐζετο, οἷς Ἰωάννης καὶ  πρὸ  τοκετῶν ὡραΐζεται. Καὶ  προφήτης μὲν ἦν ὁ Σαμουήλ, καὶ ὡς βλέπων ἀληθῶς ἐχρημάτιζε · ἔβλεπεν γὰρ ὡς παρόντα τὰ μέλλοντα καὶ  οἶνον οὐ πέπωκεν οὐδὲ σίκερα, ἀλλ' ἔρημον οὐ κατῴκησεν οὐδὲ ξέναις ἀνθρώποις τροφαῖς διετρέφετο· ἀλλ' οὔτε γεννώμενος χαράν πολλοῖς ἐνεποίησεν, ὥσπερ Ἰωάννης ὁ μέγιστος ἔδραμε τῆς παγκοσμίου χαρᾶς προγεννώμενος ἡγούμενος. Ἐγεγόνει στείρας καιρὸς καὶ Ἰωσὴφ ὁ σοφώτατος· καὶ  πρὸ  τοῦ γὲ ὁ ἐκ στείρας αὐτὸν Ραχὴλ γεννησάμενος Ἰακὼβ ὁ μακάριος · καὶ  σώφρων μὲν ἦν Ἰωσὴφ ( ἔστησε γὰρ κατὰ τῆς Αἰγυπτίας τὸ τῆς σωφροσύνης ἀξιάγαστον τρόπαιον), ἀλλ’ οὐ παρθενίας στρατηγδς ὡς Ἰωάννης ἐγένετο· ὅσον δὲ παρθενίας καὶ  σωφροσύνης τὸ μεταξύ, αὐτὰ βοᾷ τὰ τῶν ἀρετῶν ἀξιώματα · καὶ  ὁ κρείττων υἱῶν καὶ θυγατέρων τόπος, ὁ μόνοις ἐκεῖσε διδόμενος τοῖς ψυχῆς ὁμοῦ καὶ  σαρκὸς τὴν ἐν Χριστῷ παρθενίαν τιμήσασι, καὶ  μιμηταῖς τῆς τοῦτον τεκούσης ἀχράντου Παρθένου γενομένοις τὲ καὶ  ὑπάρξασιν. Τοῦτο δὲ καὶ  αὐτὸς ὁ Σωτήρ πᾶσιν ἐπιφανὲς ἐφανέρωσε, μὴ πάντας εἴπων τούτου τυγχάνειν χωρητικοὺς, τοῦ τῆς παρθενίας, λέγω, χαρίσματος, ἀλλά μόνους ἐκείνους ὁ Ἰησοῦς ὡς ἀξίους κατὰ θείαν ηὐτρέπισται πρόγνωσιν. Ἠγαπήθη Θεῷ καὶ  Ἰακὼβ ἔτι κατὰ τὴν μητρῴαν νηδὺν διαιτώμενος· ἐῤῥέθη γὰρ θείᾳ φωνῇ πρὸς τὴν τοῦτον ἐγκόλπιον φέρουσαν, « Τὸν Ἰακὼβ ἠγάπησα, καὶ  τὸν Ἠσαῦ ἐμίσησα·» ἀλλ'οὐ Πνεύματος ἁγίου κυοφορούμενος γέγονεν ἔμπλεως · καὶ  Θεῷ παλαίειν παννύχιος ἴσχυσε · νῦξ γὰρ ἀγνοίας τότε Θεοῦ τοῖς πάσιν ἐκέχυτο· ἀλλ' οὐ Θεοῦ προτρέχειν καὶ Θεὸν βάπτιζειν δεδύνητο, ὅ μόνος ἐν ἀνθρώποις Ἰωάννης ποιεῖν ἀπετόλμησεν. Ὄρθρος γὰρ ὁ τῆς θεογνωσίας ἀναβεβήκει, λοιπὸν καὶ  τῆς ἀληθοῦς ἡμέρας ἡ φαιδρότης ἐπέλαμπε· κἀκ τῆς πάλης ὁ ἀπάλαιστος τῷ μηρῷ διὰ τοὺς ἐξ  αὐτοῦ ἐκ μηροῦ γεννησομένους, ἐπέσκαζε, καὶ  ὅλως ὀξυδρομεῖν οὐκ ἤδυνατο, προμηνύων αὐτῶν ἐμφανῶς τῷ αἴνιγματι, τὸ πρὸς τὴν θείαν χάριν ἐπιδημοῦσαν τῷ βίῳ βραδὺ καὶ δυσκίνητον καὶ  τὴν ἐκ τούτου φανησομένην αὐτῶν πανολέθριον χώλανσιν, ἥν Ἰωάννης παντελῶς οὐχ ὑπέμεινε, καίτοι κατ' ἐκείνους ἐξ Ἰακὼβ καταγόμενος· ἂλλ' εὔδρομός τις πρὸς ταύτην καὶ Πρόδρομος γίγνεται τῆς Ἰουδαϊκῆς ἀπιστίας, καὶ νυκτὸς πόῤῥω καταλείπων τὰ μυστήρια.

η'. Ἠβουλόμην δὲ καὶ  τὸν Σαμψών παραγαγεῖν εἰς παράθεσιν. Ἐκ στείρας γὰρ καὶ αὐτὸς ἐγεγεννητο, καὶ  δεήσεως τῆς πρὸς Θεὸν βλαστὸς ἀναπέφηνε, καὶ  τὴν κεφαλὴν ἑκών οὐκ ἐκείρατο · « Ξυρὸν γάρ, φησὶν, οὐκ ἀνέβῃ ἐπὶ τὴν κεφαλὴν  αὐτοῦ· » καὶ ἄλλοις δὲ θείοις τισίν ἐκόμα δωρήμασιν· ἀλλ' ἡ Δαλιδὰ καὶ  νῦν τὸ πορνίδιον πάλιν αὐτὸν γενναίως κρατήσασα ἀκολουθεῖν ἡμῖν πρὸς Ἰωάννην οὐκ εἴασεν. Καὶ  μεγάλοι μὲν ἐνώπιον Κυρίου πάντες ἐτύγχανον, ἀλλ’ οὐ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν ἐπιστρέψαντες φαίνονται· οὔτε Χριστοῦ τοῦ Θεοῦ προωδεύκασιν ἐν Ἡλιοῦ δυνάμει καὶ  πνεύματι, οὔτε καρδίας πατέρων ἐπὶ τέκνα τῶν ἐν νόμῳ τραφέντων ἐπὶ τοὺς γεγονότας ἐν χάριτι μεθαρμόσαντες δείκνυνται, οὐδ' ἀπειθείας Ἰουδαίους ἐν φρονήσει δικαίων τῶν ἐν Χριστῷ δεδικαιωμένων ὡδήγησαν, οὔτε Κυρίῳ  ἐπὶ γῆς ἀναλὰμψαντι λαὸν κατεσκευασμένον ἠτοίμασαν, οὔτε τὰ τούτων ἐσχήκασιν μείζονα. Τί γὰρ μεῖζον τοῦ ἰδεῖν ἐν σαρκὶ καὶ  βαπτίσαι τὸν Κύριον ὕδασιν, καὶ  ἐκ στείρων ἔσχον  μητέρων τὴν γέννησιν; καὶ  ἄλλοις τισὶ  πλεονεκτήμασιν ἔθαλλον, μεγάλοις μὲν εἰ πρὸς ἑτέρων ἀρετὰς παραβάλλοιντο, μικροῖς δὲ λίαν εἰ τοῖς Ἰωάννου χαρίσμασι τολμοῖεν συγκρίνεσθαι. Πρὸς ἃ δι’ ὑπερβολὴν ἀνυπέρβλητον καὶ  Ζαχαρίας τότε ὁ μέλλων Ἰωάννου πατήρ ἀναδείκνυσθαι τὸν νοῦν ὡς ἐπ' ἀμηχάνοις τισὶν ἐκπληττόμενος, τῆς ἀπιστίας τὸ κέντρον ἐδέχετο· καὶ  δὴ τοὺτῳ πληγεὶς πρὸς τὸν μακάριον ἔφασκεν ἄγγελον ἐκεῖνα τῆς δεινῆς ἀπιστίας τὰ ῥήματα·» Κατὰ τὶ γνώσομαι τοῦτο; ἐγώ γὰρ εἰμί πρεσβύτης, καὶ  ἡ γυνή μου προβεβηκυία ἐν ταῖς ἡμέραις αὐτῆς · » ἅπερ εἰπεῖν Ἰωάννου τὸν πατέρα, παντελῶς οὐκ ἔπρεπεν ·  εἴρηκεν δὲ οὐχ ὁ Ἰωάννου πατήρ τῆς μεγάλα τὲ καὶ ἐξαίσια βοώσης φωνῆς, ἀλλ' ὡς τοῦ στενοφώνου καὶ βραδυγλώσσου νόμου φέρων τὸ πρόσωπον ·  στενὸφωνος γὰρ ὁ Μωϋσῆς καὶ βραδύγλωσσος ὁ τοῦτον γεγραφὼς ἀναγέγραπται · ὅθεν ᾧ εὐθὺς καὶ   πᾶν ἐπετάττετο, καὶ  εἰκονίζειν  ἐν ἑαυτῷ νόμου τοῦ Μωσαϊκοῦ τὴν σιώπησιν, ἥν ἐπιφανέντος ἡμῖν ἐν σαρκὶ τοῦ μεγάλου νομοθέτου Χριστοῦ σεσιώπηκεν, ὡς νόμου βουληθείς γενέσθαι προτύπωμα· ἐπείθετο γὰρ τοῦ ἀγγέλου τὴν σιωπὴν αὐτοῦ καθαρίζοντος·» Ἐγὼ εἰμὶ Γαβριὴλ ὁ παρεστηκώς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα ·  καὶ  ἰδοὺ ἔσῃ σιωπῶν, καὶ  μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρῶν αὐτῶν · » καὶ μάλα εἰκότως ἐπιτιμᾷ τὸ ἄφωνον, εἰ καὶ  τῆς φωνῆς γεννήτωρ ἤμελλεν γενέσθαι·  οὐ μόνον  ὅτι  τῶν ἐν νόμῳ διαπιστούντων γενέσθαι τύπος ἠνέσχετο, ἀλλ’  ὅτι μηδὲ τὴν ταῦτα κηρύττειν στελλομένην φωνὴν ἀπ’ αὐτοῦ προϊέναι πεπίστευκεν , καὶ τῇ τῆς φωνῆς ἀπιστήσας προόδῳ, δικαίως τῆς φωνῆς ἐστερίσκετο. Ἐπειδὴ δέ, « Δι’ ὧν τις ἁμαρτάνει, διὰ τούτων, ὡς ὁ σοφὸς φησιν Σολομών, κολάζεται,» ἵνα μάθοι τῇ, ἐξ ἐρήμου προϊούσῃ φωνῇ μὴ ἀπιστεῖν· ἐξ ἀγόνου γὰρ γῆς ἤτοι μήτρας ὁ Ἰωάννης ἐξέθορε, καὶ  ἐν ἐρήμῳ βοώση  ταῖς Ἰουδαίων πίστεως καρπὸν οὐ τικτούσαις ψυχαῖς, ἢ καὶ  τῇ ἐξ ἐθνῶν Ἐκκλησία ὡς καρπὸν οὐκ ἐχούσῃ τὸ πρότερον ἥμερον τὲ καὶ  τρόφιμον καὶ τρέφειν Χριστὸν κατὰ τὴν ἐν Σαμαρείᾳ βρῶσιν δυνάμενον · ἑκατέρω γὰρ τούτων Ἰωάννης ἐν ἐρήμω ἡ μεγάλη καὶ  μεγάλα βοῶσα φωνὴ τὸ σωτήριον ὄντως βεβόηκεν κήρυγμα, τὸ καὶ  καρποφόρον εἰς γῆν μεταβαλεῖν ἑκατέραν ἱκανὸν ἄκαρπον ἔρημον.

θ'. Τί γὰρ ἄρα καὶ  ὁ πρεσβύτης ἐκεῖνος καὶ  Ἱερεὺς καὶ  τοῦ νόμου παιδευτής καὶ  διδάσκαλος, καὶ  τὴν παράκλησιν τοῦ Ἰσραὴλ προσδεχόμενος, καὶ  ὑπὲρ ταύτης ἀεὶ προσάγων σύντονον δέησιν, μὴ τοῖς ταύτης εὐαγγελίοις ἐπείθετο, εἰ μὴ τὸν ὑπό νόμον ἐν ἑαυτῷ προεζωγράφει ἄπιστον; Εἰ μὲν γὰρ ἄγγελον ἅγιον ᾤετο τὸν τῷ θυσιαστήριῳ παρεστῶτα, καὶ ταῦτα πρὸς αὐτὸν ἐκεῖθεν φθεγγόμενον, διὰ τί μετὰ πίστεως τῶν λεγομένων οὐκ ἤκουε, τῷ κατὰ τὸν Ἀβραὰμ καὶ  τὴν Σάῤῥαν πρὸς τὸ πιστεῦσαι ρυθμίζων ἑαυτὸν ὑποδείγματι; καίτοι εἰ καὶ  τοῦτο μὴ ἦν, ἔδει πάντως Θεῷ πιστεῦσαι θεσπίσαντι ξένον τι καὶ  ὑπὲρ φύσιν ἐργάσασθαι · τί γὰρ ἐν τοῖς οὖσίν ἔστιν ὁ μὴ θάτερον πρὸς ὕπαρξιν τῷ τοῦ Θεοῦ πανσθενεῖ συντρέχει προστάγματι; ὅ καὶ Ἰώβ ὁ θαυμάσιος ὑπ' αὐτοῦ του Θεοῦ διὰ τῆς πρὸς αὐτὸν ἐν τῷ νέφει πειθομένης διδασκόμενος , θαυμασίως πως ἀνεβόησε · «Οἶδα  ὅτι  πάντα δύνασαι, ἀδυνατεῖ δὲ σοὶ οὐδέν · > εἰ δὲ δύναμιν ἔχθραν τινα καὶ  ἀντίθεον τὴν πρὸς αὐτὸν φθεγγομένην ἐτόπαζε, τι τῶν λαληθέντων ἐπεζήτει  · τὴν πίστωσιν, λέγων, Κατὰ τί γνώσομαι τοῦτο; εἴδως ὡς ψεύστης ἐστὶν ἀπ’  ἀρχῆς, καὶ ἀλήθειαν λαλεῖν οὐκ ἐπίσταται  ·  καὶ  ὡς τὸ πρῶτον ψευσὰ μένον, καὶ   ὅλως  δεχθείς ἐν τῷ ψεύσματι, οὐκ ἀπορήσει καὶ  τὸ δεύτερον ψεύσασθαι  ·  ὅπως μείζοσιν ἀπάταις αἰχμάλωτον τὸν ἁλόντα ταῖς πρῶταις  αὐτοῦ προσβολαῖς ἀπενέγχοιτο· ἀλλ' οὐ τοιοῦτος τὶς εὐήθης ὁ Ζαχαρίας ὁ Ἰωάννου τοῦ μεγάλου πατήρ ἔτυγχανεν, ἄπαγε· οὐδ’  ἐκ ῥίζης τοιαύτης οὕτω μωρᾶς ὁ γλυκύτατος οὗτος καρπὸς Ἰωάννης ἐφύετο, ὁ καὶ  διὰ τοῦτο τάχα τρεφόμενος μέλιτι ·  ὅτι  πᾶσι τοῖς τὴν ἐξαίρετον ἀγαπῶσι ζωὴν ἡδὺς ἐστιν καὶ γλυκύτατος, πρὸς τὴν οἰκείαν αὐτοὺς δι’ ἔνθεον ἡδονὴν προσκαλεῖται τὲ καὶ  προτρέπεται μίμησιν · ἀλλ' ἔκστασιν ὁ πρεσβύτης, ὡς ἔφημεν, οἶμαι, κατὰ τὸν Ἰσαὰκ ἐκεῖνον ὑπέμεινεν, ἵνα τοῦ μὲν νόμου τὴν σιγήν, καὶ  τὸν ὑπὸ νόμον προδηλῶσοι τὸ ἄπιστον· τοῦ δὲ Εὐαγγελίου τὴν βροντὴν τὴν πάντα τῆς οἰκουμένης κατακτυποῦσαν τὰ πέρατα, καὶ  τῶν ὑπὸ χάριν ἐθνῶν τὸ πιστὸν προμηνύσειεν.

ι᾿. Οὐκοῦν μέγας ὁ ἱερεὺς καὶ  μυστικῶς ἀπιστεῖ, καὶ  μυστικώτερον ἀφαιρεῖται τοῦ λόγου τὴν πρόοδον διὰ τὸ τῆς Ἰουδαϊκῆς ἀπιστίας ἀλόγιστον κἀκ τούτου Ἰωάννης ὁ τοῦ Λόγου πρόεισι Πρόδρομος φέρων ἐν ἑαυτῷ τὴν ἀρετήν τοῦ γεννήτορος · εἴπερ ἐκ τοῦ καρποῦ τὸ δένδρον γιγνώσκεται, καὶ  οὐ δύναται δένδρον σαπρὸν καρπὸν καλὸν ποιεῖν, κατὰ τὴν θείαν ἐκείνην φωνήνκαι θεότευκτον· εἰ γὰρ μὴ οὕτως τις τοῦ πρεσβύτου τὴν ἀπιστίαν νοεῖν ἐθελήσειεν, ἐσται πολύ της Ἐλισάβετ ἐν ἀρεταῖς ἐλαττούμενος · ἐκείνη γὰρ καίτοι τούτων μηδαμῶς ἐπακούσασα (ἄναυδος γὰρ ὡς αὐτὴν ὁ πρεσβύτης), ἀνέλυσε τὴν μακαρίαν Παρθένον ἐλθοῦσαν πρὸς αὐτὴν θεωρήσασα, καί τῆς παρθενικῆς πυθομένη προσρήσεως, Θεοτόκον αὐτὴν εὐθὺς ἀνηγόρευσε ·  « Εὐλογημένη σὺ ἐν γυναιξίν,» μεγὰλῃ βοῶσα τῇ φωνῇ, « καὶ  εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ  πόθεν μοι τοῦτο  ἵνα  Ἐλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με ; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἔσκιρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου, » ἥν καὶ ἀξίως ἐμακάριζεν λέγουσα, καὶ  « Μακαρία ἡ πιστεὺσασα,  ὅτι  ἔστι τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.» Οὐ μόνον γὰρ ἔγκυον αὐτὴν οὖσαν ἐπέγνω τῷ Πνεύματι, ἀλλά καὶ  τῶν παρὰ Θεοῦ λελαλημένων αὐτῇ δι’ ·  ἀγγέλου φωνῆς ἐπλούτει τὴν εἴδησιν  ·  ὅπερ ἄπιστον ἂν εἴη παντελῶς καὶ  ἀπίθανον  ·  δείκνυσι γὰρ Ζαχαρίου τὴν πρὸς Θεὸν τελειότητα, οὐ μόνον τὸ πρὸς αὐτὸν ἀπεστάλθαι τὸν ἄγγελον τὸν τὰ τοιαῦτα κατακοσμήσαντα ἐπὶ γῆς ἐπαγγελία, καὶ  τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ γενέσθαι, τὸ τῇ Χριστοῦ συγγενεία σεμνύνεσθαι· «Ἰδοὺ γάρ, φησὶν, Ἐλισάβετ ἡ συγγενὴς σου, » αὐτὸς ὁ τὴν ἁγίαν Παρθένον εὐαγγελισάμενος ἄγγελος · ἀλλά καὶ  ἐξ ὧν μετὰ τὸν Ἰωάννου τόκον προφητικῶς μεμελῴδηκεν, καὶ  τὰ περὶ Χριστοῦ προδιήγγειλεν «Εὐλογητὸς, βοῶν, Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ  ὅτι  ἐπεσκέψατο καὶ  ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ  ἤγειρεν κέρας σωτηρίας ἡμῖν, ἐν οἲκῳ Δαβίδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ’  αἰῶνος προφητῶν αὐτοῦ» καὶ  τὰ ἕτερα ὅσα περὶ αὐτοῦ τούτοις ἐπήγαγεν, ἅ καὶ  πρό  θανάτου θεάσασθαι ἑκάστης ὥρας προσηύχετο.-

ια΄. Ὁμοίως δὲ καὶ  ἀφ' ὧν πρός τῷ τοῦ ᾆσματος πέρατι περὶ τοῦ οἰκείου παιδὸς προεφήτευσεν· «Καὶ σύ, παιδίον, λέγων, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ  προσώπου Κυρίου ἑτοιμάσαι ὁδούς αὐτοῦ τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν ἡμῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.> Ἅπερ οὐκ ἀπὸ καρδίας ἀλλά Πνεύματος ἁγίου γενόμενος ἔμπλεος ἔλεγε · γὲγραπται γὰρ ἐν Εὐαγγελίοις ὧδε περὶ  αὐτοῦ · « Καὶ Ζαχαρίας, φησὶν, ὁ πατὴρ  αὐτοῦ ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσεν λέγων · » τί λέγων; ταῦτα δηλαδὴ ἅπερ προλαβόντες εἰρήκαμεν· πρόδηλον δὲ ὡς οὐκ ἂν οὗτος ὁ Ζαχαρίας ἁγίου σαφῶς ἐνεπίμπλατο Πνεύματος, εἰ μὴ πιστὸς τὶς ὑπῆρχε τῷ Πνεύματι καὶ  τῆς εὐκταίας  αὐτοῦ πληρώσεως ἄξιος· καὶ  ὡς οὐδὲ Ἰωάννου πατὴρ ἐχρημάτιζε, εἰ μὴ καὶ ταύτης ἥν τῆς ἀξίας ἐφάμιλλος. Ταῦτα μὲν οὖν ἅπαντα τῆς Ἰωάννου καθηγείσθω συλλήψεως, δεικνύντα πάντων αὐτὸν τῶν ἐν γεννητοῖς γυναικῶν πρὸ  συλλήψεως μείζονα · καθὰ καὶ  ταύτην αὐτῷ Χριστὸς ἡ ἀλήθεια τὴν μαρτυρίαν ἀληθῶς μεμαρτύρηκε· ἵνα μὴ κατὰ τοῦτο τινες τὸ μὴ ἐκ μεγάλων τετέχθαι τινῶν ὑπολάβοιεν αὐτὸν τινος τῶν ἀνθρώπων ἐλάττονα ·  ὅ καὶ  τὸ γράμμα τὸ εὐαγγελικὸν διὰ φροντίδος, ὡς οἷμαι, τιθέμενον διὰ τῆσδε τῆς περὶ αὐτὸν προεκτεθείσης Γραφῆς τὴν ὑπόνοιαν τῶν τοῦτο μελλόντων ὑπονοεῖν προαπεκήρυξε φῆσαν ἐναργῶς· «Ἦσαν δὲ καὶ  οἱ ἀμφότεροι ἐνώπιόν του Θεοῦ πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ  δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι · » τί δὲ ; τοῦ τοιαύτην ἑλεῖν τότε Ζαχαρίαν καὶ  τὴν Ἐλισάβετ τοὺς Ἰωάννου γεννήτορας ψῆφον εὐαγγελικὴν μαρτυροῦσαν αὐτοῖς τῶν ἀρετῶν τὴν ἀκρόπολιν, τὸ ὑπερέχον ἐστὶν ἐν ἀνθρώποις θεάσασθαι· οὐ μόνον γὰρ αὐτοῖς τὸ δίκαιον ἡ ἀδέκαστος ψῆφος παρέσχετο, ἀλλά καὶ  τὸ ἐνώπιον τοῦ Θεοῦ προσήγαγεν · Θεῷ γὰρ μὸνῳ καὶ  δίκαιοι φαίνεσθαι νόμοις εὐαγγιλικοῖς ἐπετήδευον, ὄμματι προφητικῷ ὡς ἤδη τεθέντας προβλέποντες ·. καὶ  τὸ, « Χεῖρα τὴν ἀριστερὰν τὸ δεξιὸν ἀποκρύπτειν,» πειρὰσθαι πολίτευμα, φθάνειν τῆς τοιαύτης νομοθεσίας ἔργῳ καὶ πράξει τὸ πρόσταγμα · πρόσκειται δὲ καὶ  τοῦτο τῇ ψὴφῳ σαφῶς ἡ πασῶν ὁμοῦ τῶν Μωσαῖκῶν ἐντολῶν καὶ δικαιωμάτων ἄμεμπτος πλήρωσις, ἵνα δείξῃ τούς ταυτηνὶ τὴν ἔννομον ἔχοντας, ἑκατέρους ἑκατέροις, τοῖς τε τῆς  παλαιᾶς νομοθεσίας στεφανουμένους αὐχήμασιν, καὶ τοῖς τῆς εὐαγγελικῆς πολιτείας λαμπρυνομένους ὑψώμασιν.

ιβ΄.  Τοιούτους γὰρ ἔδει καὶ  ἔπρεπε  καὶ τούς Ἰωάννου προβολέας ὁρᾶσθαι · ἐπειδὴ καὶ ὁ ἐκ τούτων ἡμῖν Διαθήκης ἑκατέρας μεσίτης ἤμελλε δείκνυσθαι, καὶ  συνέχειν ἐν ἑαυτῷ τῶν ἀμφοτέρων ἀληθῶς τὸ ἐξαίρετον · ὠμολόγηται γὰρ ὡς τῆς μὲν Πρεσβυτέρας τέλος ὠρίζετο (τοῦ γὰρ προφητικοῦ χοροῦ τὸν ἀριθμὸν αὐτὸς τετελείωκεν, ἐπειδὴ καὶ πάντες οἱ προφῆται ἕως Ἰωάννου τοῦ Βαπτιστοῦ προεφήτευσαν), τῆς δὲ Νεωτέρας ἀρχή καὶ  προοίμιον πάντων γὰρ τῶν ἀποστόλων αὐτὸς προηγήσατο· ἐπειδὴ προϊέναι τε καὶ  προτρέχειν Χριστοῦ ἀξίαν ἁγίων ἀγγελικὴν ἀπεστέλλετο. Θεοῦ γὰρ ὡς ἄγγελος προβαδίζειν κεκέλευστο, « Καὶ  ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ  βιασταὶ ἁρπαζουσιν αὐτὴν·» ἐξ ἐκείνου γάρ λαβοῦσα τὴν ἀρχὴν βιάζεσθαι διὰ τῆς εὐαγγελικῆς ἀγωγῆς ἑκουσίως ὑπὸ πάντων ἁρπάζεται · ἐξ ἱερέως τοίνυν καὶ προφήτου  πατρὸς   καὶ τἄλλα λαμπροῦ καὶ θεόφρονος ἐν κοιλίᾳ μητρὸς Ἱερᾶς καὶ  προφήτιδος, Ἰωάννης οὗτος ὁ ἐν πᾶσι προφήταις ἔχων τὸ περισσὸν συλλαμβάνεται, ὅς καὶ μόνος ἐν γαστρὶ·προεφήτευσεν · ἐπεὶ παρόντα γαστρὶ παρθενικῇ τὸν Δεσπότην ἥνωσε, καὶ  μόνος ἐν γαστρὶ Πνεύματος ἁγίου γέγονεν ἔγκυος, κυοφορῶν ἐν ἑαυτῷ καὶ  κυοφορούμενος·  κυοφορούμενος μὲν στείρᾳ μητρὶ, κυοφορῶν δὲ τὴν χάριν τοῦ Πνεύματος καὶ ὠδῖνα προφητικὴν πρὶν ὠδινηθῆναι ποιούμενος, καὶ  πρὸ  τοῦ τεχθῆναι τίκτων τὸ Πνεύματος χάρισμα·  εἴπερ ἐν γαστρὶ, κατὰ τὸν θεῖον Ἡσαΐαν, λαμβάνουσι καὶ  ὠδίνουσι καὶ  πάλιν ἔπειτα τίκτουσιν οἱ προφητικῶς ὑπηρετοῦντες τῷ Πνεύματι, καὶ τήν κρύφιον τούτου βουλὴν εἰς τοὐμφανές ἐξαγγέλλοντες· ἀλλά ταῦτα μὲν Ἰωάννης ὕστερον ἔδρασεν μετὰ τὴν  αὐτοῦ παρὰδοξον σύλληψιν·  ἐν στείρα γὰρ μήτρᾳ συνείληπτο καὶ ἐν πρεσβύτιδι μητρὶ ὑπὸ πρεσβύτου  πατρὸς κατεβέβλητο ·  πρὸ  τούτου δὲ τέως ἡσυχάζει βίᾳ μέν, μητρικῇ δὲ ὅμως κελεύσει πειθόμενος · οὐκ ἠβούλετο γὰρ ἀνενέργητον φέρειν τὴν χάριν τοῦ Πνεύματος, ἧς κατὰ τὴν ἀγγελικὴν φωνὴν ἐγκόλπιος ἔτι τελῶν ἐπίμπλατο·  ἐπειδὴ δὲ ὁ πενταμηνιαῖος ἐκεῖνος χρόνος παρῴχηκεν ὁ τὸν αἰσθητὸν ἡμῖν νόμον παραδηλῶν διὰ τὴν σύστοιχον αὐτῷ πεντάδα καὶ  προσφιλῆ τῶν σωματικῶν καὶ ταχυτέρων αἰσθήσεων, ὧν  ἡ μήτηρ ὡς εἴῃ μήτηρ ἑαυτήν περιέκρυβε, καὶ  τὸν ἀσίγητον τοῦτον προφήτην ἑαυτῇ συναπέκρυπτεν.

ιγ'. Μὴν δὲ λοιπὸν ὁ ἕκτος παρῆν·  καὶ  παρὴν ἡ Παρθένος τὸν ἄκτιστον ἐν γαστρὶ κτιζόμενον φέρουσα· ἐν ἕκτῳ γὰρ αὕτη συλλαμβάνει μηνὶ τὸν ἐν ἐξ ἡμέραις τὸν ἑξαήμερον κόσμον τευξάμενον, καὶ  ἡμέρα τῇ ἕκτῃ τὸν ἄνθρωπον κτίσαντα, καὶ  πάλιν αὐτὸν διὰ σταυροῦ πεπραχότα κακῶς, ἀνακτίσαντα·  οὐκέτι τὴν ἡσυχίαν ἄγειν ὁ Ἰωάννης ἠνίσχετο, οὔτε τοῦ Λόγου παρόντος ἡμερεῖν ἡ φωνὴ κατεδέχετο·  ἀλλά κήρυξ ἐγίγνετο πρόωρος, μηδαμῶς τῆς κηρύξεως διὰ τῶν τῆς γλώττης δεσμῶν κωλυομένης · ἐβόα γὰρ τοῖς σκιρτήμασιν ὡς πάρεστιν ὁ δεσμῶν ἡμᾶς τούς ἀνθρώπους λυτρούμενος· καὶ τὸ σκιρτᾷν ἡμῖν ὡς ἐκ δεσμῶν ἀνειμένων δωρούμενος ἠγαλλία κρὰζων τῷ Πνεύματι, ὅς ἀφίκετο πᾶν δάκρυον ἀπὸ προσώπου παντὸς ἀφαιρούμενος, καὶ  σταθερὰν ἀγαλλίασιν τῷ γένει παντὶ χαριζὸμενος · ἥπλου τὸν δάχτυλον καὶ τοῦ Θεοῦ τὸν Ἀμνὸν ἀπεδείκνυε, καὶ τὸν ὑπὲρ ἡμῶν δι’ ἁμαρτίαν ἐρίφων σφαττόμενον, καὶ  τοῦ κόσμου τὴν ἁμαρτίαν τέλεον αἴροντα · ἄμφω τὰς χείρας ἐξέτεινεν, καὶ τὸ τοῦ σταυροῦ προεκήρυττε τρόπαιον·  ὅπερ ὁ ἐν γαστρὶ Παρθένου παρὼν κατὰ δαιμόνων ἱστᾷν παραγέγονεν  ·  ὄρθιος ἵστατο καὶ τὴν ἐξ ᾅ πάντων ἀνάστασιν μυστικῶς ἐκελάδει τῷ σχήματι· ἥν ὁ ἐν ἀσπόρῳ μήτρᾳ τότε κρυπτὸμενος ἐν τάφῳ κρυφθείς ἐπεδείξατο · καὶ  τάχα ἂν τῇ μητρὶ διεμάχετο, ὅτι τὰ τοιαῦτα βοᾶν ἐφιέμενον φυσικοῖς δεσμοῖς ἐνεπόδιζε, καὶ  κατεῖχεν ἄκοντα δέσμιον, εἰ μὴ τὴν φωνὴν αὐτῷ θᾶττον δανείσασα πρὸς τὴν μακάριαν Παρθένον διαῤῥήδην φράσαι δι’ αὐτῆς συνεχώρησε ·  «Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου · καὶ  πόθεν μοὶ τοῦτο ἵνα  ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μὲ ;» Ἰωάννου γὰρ τάχα τοῦτο τυγχάνει τὸ κήρυγμα, καὶ  εἰ τὸ τῆς Ἐλισάβετ διεκεκήρυκτο στόματι · ἐπειδὴ καὶ  τὴν συγγενῆ φωνὴν καὶ ταυτὸλεκτον πρὸς τὸν Σωτήρα Χριστὸν ἀνακέκραγεν, ὅτε πάλιν πρὸς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τὸν ὄχλον βαπτίζοντα, ὑπ' αὐτοῦ βαπτισθῆναι καὶ  αὐτὸς παραγέγονε· ἀνεβόησε γὰρ καὶ  τότε ὡς ἴδεν αὐτὸν προσεγγίζοντα·  «Ἐγὼ χρείαν ἔχω σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ;» ἐγνώρισας τῆς φωνῆς τὴν συγγένειαν; γνώρισον τοῦτον εἶναι τὸν κἀκείνην καὶ ταύτην φθεγξάμενον· καὶ τὴν μὲν δι’ ἑαυτοῦ, τὴν δὲ διὰ τοῦ τῆς μητρὸς ἀνεφθέγξατο στόματος.

ιδ'. Οἶμαι δὲ τὸν οὕτως θερμὸν πρὸς τὸ κήρυγμα Χριστοῦ κατὰ τῆς κυοφορούσης καὶ τῆς πορείας εἰργούσης ἀλαλήτως ἐντυγχάνειν τῷ στείλαντι·  Δέσποτα, σὺ με κηρύττειν ἀπέστειλας τὴν σὴν ἐπὶ γῆς ἀνεκδιήγητον ἄφιξιν, καὶ  ἡ μήτηρ κατέχει πεδήσασα  · σὺ κελεύεις βοᾷν, καὶ  αὕτη τὴν γλώτταν συνέδησεν σὺ με προτρέχειν πέπομφας, καὶ  αὕτη μοι τὸν δρὸμον συνέκλεισε  ·  Δεσπότης ὑπάρχεις τῆς φύσεως  ·  κέλευσον, καὶ  ἡ φύσις τὸ κελευσθὲν διαπράττεται · μόνον πρόσταξον, καὶ  κωλύειν ἡ μήτηρ οὐ δύναται · μόνον εἰπέ, καὶ τὸ λεχθὲν εὐθέως γενήσεται·  σὺνδρομον γὰρ ἔχεις τῇ βουλῇ καὶ  τὴν δύναμιν, καὶ πάντα τῷ σῷ παντοδυνὰμῳ δουλεύει θεσπίσματι - εἰ δὲ τοῦτο μὴ κελεύεις μὲ διαπράξασθαι, μὴ καταδικάσῃς μοὶ ῥᾳθυμίαν τοῦ δρόμου, ὁ τοῦ δρόμου νομοθετήσας τὴν κώλυσιν – αὐτὸς γὰρ τοὺς ὅρους ἔθου τῆς φύσεως οὕς ὑπερβαίνειν οὐκ ἔνεστιν τοὺς νόμους δουλεύοντας φύσεως - ἀλλ’  οὐδὲν ὁ Δεσπότης διὰ τὴν Ἰωάννου πρὸς τὸ κηρύττειν θερμότητα, καὶ τῆς ἀρχῆθεν αὐτῷ καλῶς θεσπισθείσης προέταττε φύσεως, ἧς καὶ  αὐτὸς διὰ τοὺς ἀνθρώπους ἡμᾶς καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, νόμοις δουλεῦσαι σὺν ἡμῖν κατηξίωσεν-ἀλλ' ἐκεῖνα τάχα κἀνθάδε πρὸς αὐτὸν ἀπεκρίνατο, ἅ καὶ  μετὰ ταῦτα προσιών τῷ βαπτίσματι, «Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμᾶς πληρῶσαι πᾶσαν δικαιοσύνην» ὅν, ὡς εἰκὸς, Ἰωάννης ἄκουσας, ἡσύχασε καὶ  ἔτι λαλεῖν οὐκ ἐτόλμησεν· καίτοι λίαν τῆς συνεχούσης αὐτὸν νηδύος τοῦ διορισαμένου πᾶσιν τοῖς κυΐσκομένοις καιροῦ προεξελθεῖν ἐπειγόμενος, καὶ  τοῦ θεόθεν αὐτῷ δοθέντος κηρύγματος ἄρξασθαι· οὕτω δὲ μῆνας ἔτι τρεῖς καὶ συνοικοῦντα τὸν Κτίσαντα βλέποντι, καὶ τῶν αὐτῶν τῆς φύσεως θεσμῶν ἀνεχόμενον, ὁ τοῦ τόκου καιρὸς ἐπιγίνεται · τοὺς τρεῖς γὰρ ἡ τοῦτον κυοφοροῦσα Παρθένος τῇ Ἐλισάβετ συμπαρέμεινεν, ὅπως ἐντελῶς ὁ ἐξ αὐτῆς προερχόμενος, καὶ  κήρυξ ἀληθὴς τῷ κόσμω στελλόμενος, τῆς ὑπερτάτης Τριάδος ὡς ἐν νεφέλῃ Μωσαῖκῇ τῇ μητρῴᾳ γαστρὶ μυηθῇ τὰ μυστήρια·  καὶ  τίκτεται τοῦ ἐν μήτρᾳ τῇ παρθενικῇ κρυπτομένου Θεοῦ διατάξει.

ιε'. Καὶ  τεχθείς τῆς μὲν τεκούσης μητρὸς εὐθέως τό ὄνειδος ἔπαυσεν, ὅν ἐκ τοῦ τῆς ἀπαιδίας ἔσχεν ἐγκλήματος · τῆς δὲ τοῦ τεκόντος  πατρὸς   γλώττης τὸν χαλινὸν οὐκ ἀπέλυσεν, ὅν ἐκ τοῦ τῆς ἀπιστίας ἔσχε προσκόμματος·  καὶ παῖς μὲν τοῖς ὁρῶσι πᾶσιν εἶ ἀναμφίβολος· ἡ τεκοῦσα μὲν γάρ λαμπομένη τῷ Πνεύματι, Ἰωάννην αὐτὸν ἠβούλετο λέγεσθαι·  ὅ δὲ Ἑβραϊκῇ μὲν ἐκφωνεῖται φωνή, εἰς τὴν Ἑλληνίδα δὲ μετερχόμενον, Θεοῦ χάριν δηλοῖ καὶ  παράστασιν· οἱ δὲ συγγενεῖς καὶ  τῆς συναγωγῆς φίλοι καὶ  τρόφιμοι τῆς προφητικῆς ἐπωνυμίας ἀκούσαντες, καὶ  παρεῖναι τῷ κόσμῳ τοῦ Θεοῦ καὶ   Πατρὸς τὴν χάριν οἰόμενοι, ταύτην ᾐρνοῦντο, καὶ  μετά τῆς οἰκείας ἐμφάσεως ἔφευγον, καὶ δὴ καὶ ἀμείβειν αὐτὴν ἐπειρῶντο καὶ  ἤθελον, καὶ  τολμηρότερον πρὸς τὴν φύσασαν ἔλεγον· « Ὅτι οὐδεὶς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὅς καλεῖται τῷ ὀνόματι τούτῳ·» ἤμελλον γὰρ οἱ τὴν Ἰουδαϊκὴν ἀποπληροῦντες συγγένειαν ·  ὁ δὲ πυξίδα λαβών διὰ νεύματος, ἐπεὶ λαλεῖν μὴ ἐδύνατο, «Ἰωάννης τοὔνομα τοῦ παιδὸς,» ἀπεχάραττεν· οὐ μόνον δὲ τοῦτο τοῖς κηρίοις ἐνέγραφεν, ἀλλά καὶ  γράφων τοῖς γράμμασιν, ἐβόα, τοῖς ῥήμασιν, τῷ τῆς χειρὸς κινήματι, σύνδρομον τῆς γλώττης ἐμφαίνων τὴν κίνησιν, καὶ  τῇ γραφίδι τρεχούση δεικνὺς τὸν λόγον συντρέχοντα·  τοῦτο γὰρ σημᾶναι βουλόμενος καὶ  ὁ μακάριος εὐαγγελιστής ἐμφαντικώτερον ἔφησεν·  «Καὶ  αἰτήσας πινακίδιον ἔγραψεν λέγων ·  Ἰωάννης ἔσται τὸ ὄνομα  αὐτοῦ·» ἅμα γὰρ ἔγραφεν τε καὶ  ἔλεγεν, καὶ  σύγχρονον παρεῖχεν ὁρᾷν τὴν ἑκατέρου μέρους γλώττης καὶ  χειρὸς ἑκατέρας ἐνέργειαν· οὐ γὰρ ἔγραφε μέν, οὐκ ἔλεγεν δὲ·  ἤ ἔλεγε μέν, οὐκ ἔγραφεν δέ, ἀλλ' ἔλεγεν ἴσως καὶ  ἔγραφεν · καὶ  ἡ χεὶρ κατωθεν ἔθεεν, καὶ ὁ λόγος ἄνωθεν ἔῤῥεεν· καὶ  οὐδείς ἑκατέρων κατὰ θατέρου τὴν νίκην, ἀλλ’ ἄμφῳ φίλοι τοῦ δρόμου τὴν νύσσαν ἠσπάζοντο ·  καθὰ καὶ  βαλβίδων ἔξω δραμόντες, καὶ  ἄμφῳ νίκης στεφάνους εἰλήφασιν· οὐδενὸς τὴν ἧτταν ὁμολογεῖν ἐθελήσαντος· ἐφ’  ᾧ καὶ  ἐθαύμασαν ἅπαντες· θαύματος γὰρ ἦν ἀληθῶς τὸ πραττὸμενον ἄξιον· καὶ  εἰ τοῖς τότε τὸ χρῆμα θαυμάζουσι, μόνον σωματικῶς ἐθαυμάζετο, ἐπεὶ καὶ  μόνον σωματικῶς ὑπ' αὐτῶν κατεφαίνετο· ἀλλά μὴν τοῖς μύσταις τοῦ Πνεύματος οὐ μέχρι τῶν ὁρωμένων τὰ τοῦ Πνεύματος στήσεται , ἀλλ’ ἔχειν τι κρυπτὸν ὁ λόγος ἐνδείκνυται, ὅ διερευνῶντες τῷ Πνεύματι, πνευματικῶς ἀνιχνεύσωμεν· καὶ τούτου θηράσαντες τοῦ λύχνου δηλαδὴ τὴν αὐγὴν ἡμῖν καταπέμποντος τοῖς τοῦ Πνεύματος τέκνοις ὑμῖν, εἰς τροφὴν παραθώμεθα πνευματικήν.

ιστ'. Θεοῦ χάριν ἐλέγομεν Ἰωάννου σημαίνειν τὸ ὄνομα, ἐπειδὴ καὶ  ταύτης ἐπέμπετο πρόδρομος, μηνυτής ἀγαθὸς ἀπεστέλλετο· Θεοῦ δὲ χάρις ὁ τοῦ Θεοῦ Λόγος εἶναι πιστεύεται, ὁ δι’ ἡμᾶς τοὺς ἁμαρτίας αἴσχεσι βρίθοντας ἐν σαρκὶ καθ’  ἡμᾶς ἐσχηκώς τὴν φανέρωσιν· καὶ  τῶν μὲν τοιούτων ἡμᾶς λυτρωσάμενος αἴσχεων, δόξης δὲ τῆς οἰκείας πληρώσας καὶ  χάριτος·  οὕτως γὰρ ἁπάντων Θεὸς καὶ Πλάστης καὶ  πρύτανης πᾶσιν ὁμοίως ἐπέλαμψεν, Ἰουδαίοις, Ἕλλησι, βαρβάροις, ἰδιώταις, σοφοῖς, ἀσόφοις, δούλοις, δεσπόταις, καὶ  πᾶσιν ἴσην τήν τῆς οἰκείας φιλανθρωπείας αἴγλην προτέθεικεν, κἄν ἐξ Ἰουδαίων σαρκικῶς ἀπετίκτετο διὰ τὴν πρὸς Ἀβραὰμ τὸν πατριάρχην ἐπαγγελίαν καὶ  ἔντευξιν, τὸν ἐξ ἐθνῶν μὲν τὴν γέννησιν ἔχοντα, Ἰουδαίων δὲ τὸ γένος γεννήσαντα·  «Ἤ γάρ,» ὁ Παῦλος φησιν ὁ σοφώτατος, «ἤ Ἰουδαίων μόνον Θεὸς ὁ Θεὸς, οὐχὶ δὲ καὶ  ἐθνῶν ; ἔστι γὰρ ἀληθῶς καὶ  ἐθνῶν Θεὸς ὁ Θεός· ἐπεί καὶ εἷς καὶ μόνος ὑπάρχει Θεὸς, ὅς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διά τῆς πίστεως,» τὴν πρὸς τούτους οὖν ἑκατέρους τῆς θείας χάριτος ἴσην καὶ ὁμοίαν ἐμφάνειαν. Πάλιν ὁ Ζαχαρίας προφητικῷ κινούμενος Πνεύματι, λόγῳ καὶ γράμματι Ἰωάννου τὸ θαυμαστὸν προσεκόμιζεν ὄνομα, τῷ ἐφαμίλλῳ τῆς ἑκατέρας δεικνὺς ἐκφαινήσεως, ὡς μία τοῖς πᾶσιν τῆς υἱοθεσίας χάρις δοθήσεται τοῖς ἐκ νόμου καὶ ἐθνῶν ἐπ’ αὐτὴν ἐπιστρὲφουσιν, καὶ  προϊεμένοις αὐτὴν καὶ  λαμβάνουσι μετὰ πίστεως ἀληθοῦς καὶ ψυχικῆς καθαρότητος. «Ὅσοι γὰρ αὐτὸν ἔλαβον, φησίν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἒς αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν · » πρόδηλον γὰρ ὡς Ἰουδαῖοι μὲν τῷ τῆς πινακίδος ἐσημαίνοντο γράμματι, ὡς τῷ τοῦ νόμου δουλεύοντες γράμματι· τὰ ἔθνη δέ τῷ τοῦ στόματος Λόγῳ καὶ  Πνεύματι, ὡς Λόγου μᾶλλον μετέχοντες καὶ  τὰ τοῦ νόμου προσχωρήσαντες Πνεύματι· ἐπεὶ καὶ  ὁ νόμος αὐτὸς διπλοὺς ἐγνωρίζετο, τὸ μὲν ἔχον σαρκικὸν καὶ ἐν γράμματι, τὸ δὲ λογικὸν καὶ ἐν Πνεύματι · αὕτη διερμηνευομένη ἡμῖν τὸ εὐαγγελικὸν τοῦτο μυστήριον τῆς Ἰωάννου διπλῆς ἐν ταυτῷ καὶ  μυστικῆς ἐκφωνήσεως ἡ αἰτία κατείληπται, ἥν οὐχ ἡμεῖς ἐξ αὐτῶν εὑρεῖν δεδυνήμεθα, ἀλλ' Ἰωάννης αὐτὸς ὁ λύχνος ὁ ἄσβεστος ἀστράπτων καὶ  τὰ κρύφια φωτίζων ὑπέδειξεν · ὅθεν νῦν ἡμεῖς μᾶλλον θαυμάζομεν ἢ ἐκεῖνοι ·  ἐκεῖνοι τὸ παλαιὸν ἀλλ’  ἐπὶ μόνοις τοῖς ὁρκμένοις θαυμάζοντες· οὕτω δὲ Ἰωάννης ἐν βίῳ προέρχεται τοῦ τῆς δικαιοσύνης Ἡλίου προτρέχων τοῖς ἅλμασιν, ὥσπερ ἑωσφόρος τις δι’ αὐγῆς, καὶ λαμπρότατος καὶ πάντας ἐκπληττων τῷ μεγέθει τῆς οἰκείας λαμπρότητος, ἥν αὐτῷ προσφέρειν παρείχετο ἡ Ἡλίου τοῦ μετ' αὐτὸν εὐθὺς ἀνατέλλοντος δι’  ὑπερβολὴν μαρμαρυγῆς καὶ ἄκρας τοῦ φωτὸς καὶ  ἐκλάμψεως, ἡ μεγάλη τε καὶ  περιφανὴς καὶ  ἀχώριστος πρόοδος.

ιζ΄. Οὗτος τεχθείς, καὶ  Ἰωάννης κληθείς, καὶ  τῷ οἰκείῳ μηνύσας ὀνόματι τοῦ μετ' αὐτὸν ἐκ Παρθένου τεχθησομένου τὴν δύναμιν, λύει τοῦ τεκόντος καὶ  κεκληκότος νόμῳ τὴν γλῶτταν δεσμοῖς βραδυγλωττίας πρὸ  τούτου δουλεύουσαν, καὶ  παρέχει τῷ βαρυφώνῳ νόμῳ καὶ Πατρί φωνὴν ἡ φωνὴ διαπρύσιον τὸν Λόγον κηρύττειν τὸν μετ’  αὐτὸν φανητόμενον, τῷ καὶ  τὴν προσοῦσαν Μωϋσεῖ τῷ νομοθέτη βαρυφωνίαν ἐλαύνοντι · πῶς γὰρ ἦν δυνατὸν πρὸ τοῦ Λόγου τικτομένης τὸν Λόγον τῆς φωνῆς ἀφωνίᾳ τὸν ταύτη γεγεννηκότα κατέχεσθαι; ἢ δεσμοῖς ἀλογίας τὴν γλῶτταν πιέζεσθαι μέλλοντος ὅσον οὐδέπω τοῦ Λόγου προϊέναι καὶ  τίκτεσθαι; πρόδηλον γὰρ ὡς μετὰ Ἰωάννην τὴν φωνὴν Ἰησοῦς ὁ Λόγος γενόμενος, τὴν γλώτταν τοῦ νόμου βραδυγλωττίας δεσμῶν ἐλευθέρωσεν ·  ἐσφράγιστο γὰρ  αὐτοῦ καὶ  τῆς προφητικῆς ἐπαγγελίας τὰ κρύφια, καὶ  φωνὴν αὐτῷ μεγὰλην καὶ εὔρυθμον δέδωκεν ἀπελάσας  αὐτοῦ τὸ πρώην φαινόμενον ἄφωνον, καὶ  ἐξελών  αὐτοῦ τὴν ἀφωνίαν τῇ φανερώσει τῆς οἰκείας ἐκλάμψεως, τὴν πρὶν αὐτὸν ἀφανῶς καταθλίβουσαν · διὰ τοῦτο γὰρ ἐν Ζαχαρίᾳ τὸ  κατ’ αὐτὸν ἱερεῖ καὶ  προφήτῃ τυγχάνοντι, ἐτελεῖτο μυστικῶς τὰ ἑκάτερα, ὡς ἑκάτερου σαφῶς εἰκονίζοντι, τῇ μὲν ἱερωσύνῃ τὸν νόμον, καὶ  τῷ γηραλαίῳ τῷ παλαιῷ τὴν νομικὴν παλαιότητα·  τὸ δὲ τῆς προφητείας χάρισμα, τοῦ προφητικοῦ καιροῦ τήν ὁμήγυριν «Ἀνεῴχθη γάρ, φησίν, τὸ στόμα  αὐτοῦ παραχρῆμα, καὶ ἡ γλώσσα  αὐτοῦ, καὶ  ἐλάλει εὐλογῶν τὸν Θεόν» καὶ  γὰρ ὡς ἀληθῶς Χριστοῦ κατὰ γῆν τοῖς ἐπὶ γῆς ἐπιφανέντος, ὅς καὶ  Λόγος ἐστὶ καὶ σοφία τοῦ  πατρὸς, καὶ  τοῦ προφητικοῦ στόματος ἡ σφραγὶς ἀπεσφράγισται, καὶ  τῆς νομικῆς γλώττης ὁ δεσμὸς ἀπολέλυται · καὶ  ὁμοίως ἑκάτεροι ὁ τε νόμος καὶ  οἱ προφῆται λαλοῦσι φανερῶς Χριστοῦ τὸ μυστήριον, καὶ  εὐλογοῦσιν αὐτὸν ὡς Θεὸν προαιώνιον, τῷ εὐαγγελικῷ συναθλοῦντες καὶ  συμβροντῶντες κηρύγματι. Διὰ ταῦτα τῶν τότε παρόντων ὁ σύλλογος καὶ  τῶν γειτόνων ποιούμενων τὴν οἴκησιν, φόβῳ  μεγάλῳ συνείχοντο  ·  καὶ  περιμερίμνως περὶ αὐτὸν διελέγοντο. Καὶ  τί ἆρα καὶ  τὶς Ἰωάννης ἔσται, συνεχῶς διεσκέπτοντο· ὅτι γεννώμενος τοιαῦτα θαυμαστὰ συμβέβηκε πράγματα οἷαπερ ἐπ’  ἄλλου τινὸς μὴ συνήκαμεν.

ιη΄. Ἀλλ’  ἐγώ φήσω πρὸς τὴν ἐκείνων διάσκεψιν, ἐπεί μηδ' ἄλλος τις  κατ’ αὐτὸν μέχρις  αὐτοῦ γυναικὸς ἀποτίκτεται,  ἵνα  καὶ  τοιαῦτα συμβαίνῃ θαυμαστὰ καὶ  παράδοξα·  ἐπειδὴ γὰρ μείζων εἶναι τῶν ἐν γεννητοῖς γυναικῶν μεμαρτύρηται, ταύτῃ τοι καὶ δόξης ἠξίωται τηλικαύτης γενέσθαι,  ἵνα  καὶ  διὰ τοῦτο δοξάσοι Χριστὸν τὸν μετ' αὐτὸν δι’ ἡμᾶς τεχθησόμενον· οὐ μόνον δὲ ταύτῃ τῇ διὰ τεράτων Χριστὸς τὸν οἰκεῖον ἠμφίασε Πρόδρομον, ἀλλά καὶ ἀοράτως αὐτῷ συνών ὡς Θεὸς παρὰ πᾶσιν ἐποίει μέγα καὶ  ἐπίδοξον φαίνεσθαι ·  ἔχει γὰρ αὐτὸ περὶ τούτων τῆς εὐαγγελικῆς φωνῆς ἡ ὑφήγησις · «Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτοὺς καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας ἐλαλεῖτο πάντα τὰ ῥήματα ταῦτα· καὶ  ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· Τίς ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ  χεὶρ Κυρίου ἦν μετ’  αὐτοῦ·» εἴργετο γὰρ οὐδαμῶς ἡ τοῦ Κυρίου χεὶρ, ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος τοῦ εἶναι μετ’  αὐτοῦ τῇ θεότητι καὶ  μεγαλύνειν αὐτὸν ὥσπερ πρῶτον  αὐτοῦ καὶ  μέγιστον κήρυκα· αὐτὸς γὰρ ἡ τοῦ Θεοῦ δεξιὰ καὶ χεὶρ καὶ βραχίων ὠνόμασται, ὡς πάντα δρῶντος δι’ αὐτοῦ τὰ γενόμενα, κἄν ἐν μήτρᾳ παρθενικῇ σεσαρκωμένος συνείληπτο, καὶ  ὡς ἐν θαλάμῳ βασιλικῶς κατευνάζετο · ὅθεν ὁ Ἰωάννης γεννώμενος πάντας ὑπερέχων τοὺς ἐκ γυναικῶν γεννωμένους ἐδείκνυτο, καὶ  φόβον ἐγέννα καὶ ἔτικτε μέγιστον, οὐ μόνον τοῖς συνοικοῦσιν αὐτῷ καὶ 
ὁμόφροσι καὶ  ποθοῦσι Χριστοῦ τὴν θεΐκην εἷς ἠμᾶς ἐπιφάνειαν ἀλλά καὶ  τοῖς περιοικοῦσι καὶ  ἔξω τῆς χάριτος μένουσι διὰ τὴν ἐν τῷ τοῦ νόμου γραπτῷ δυσαπόσπαστον οἴκησιν περιοικεῖν γὰρ πως ἡμᾶς οὗτοι νομίζουσι μερικῶς τὸν νόμον δεχόμενοι, καὶ μονοστοιχοῦντες τῷ γράμματι· δι’  οὗ καὶ  ὑφ’  ἡμῶν γεγόνασιν ἔξοικοι καὶ  τῆς αὐτῶν νοουμένης ἀποικίσθησαν χάριτος · ἐκεῖνοι μὲν οὕτως οἱ δείλαιοι δι’ οἰκείαν κακόνοιαν τῆς ἐν νόμῳ κεκρυμμένης ζωῆς ἐξεβλήθησαν· ὁ δὲ ταύτης κῆρυξ καὶ  Πρόδρομος μετὰ τοιαύτης τεχθείς γαλουχεῖται δυνάμεως ·  καὶ μετὰ μαζὸν εἰς τὴν ἔρημον ἔξεισιν, παντὶ τὰς ἐν ἀνθρώποις διατριβάς ἀρνούμενος, ὡς οὐκ ἀξίας τῆς ὑπὲρ ἀνθρώπους  αὐτοῦ διαγωγῆς καὶ βιώσεως · πῶς γὰρ ὁ μηδὲν ἔχων χαμερπὲς καὶ  ἀνθρώπινον, μὴ οἶκον, μὴ τροφήν, μὴ σκέπην, μὴ φιλίαν, μὴ συναλλαγήν, μὴ πρὸς γένος συνάφειαν, μὴ πρὸς γυναίκα ὁμόνοιαν, μὴ ἄλλο τί τῶν ἐν κώμαις δρωμένων καὶ πόλεσιν, ἀνθρώποις συνῴκησεν ἐν πόλεσιν, ἢ κώμαις συνῴκησεν ; ἔξεισιν δὲ οὐ Μωϋσέα ζηλώσας τὸν ἄριστον, εἰ καὶ  πλείω Μωύσεως τὰ θεία παιδεύεται, καὶ  νομοθετών ἐπανέρχεται, καὶ  λαὸν λυτροῦται πλανώμενον, καὶ ποδηγεῖ καλῶς πρὸς εὐσέβειαν ὑπ' Αἰγυπτίων νοητῶν κακῶς ἐκθλιβόμενον· οὐδ’ Ἠλίαν τὸν παλαιὸν ἐκμιμούμενος τὸν μεγάλα κατὰ γῆν ἐργασάμενον τέρατα, κἄν νέος Ἠλιοῦ προσηγόρευται, καὶ  ἐν Ἠλιοῦ δυνάμει καὶ  Πνεύματι πρόεισι, καὶ  Ἡρώδην τὸν νέον Ἀχαάβ σωφρονίσων ἐπάνεισιν, καὶ ὑπὸ τῆς Ἡρωδιάδος τῆς ἄλλης Ἰεζάβελ διώκεται, καὶ  διωκόμενος κτείνεται, οὐδέτερον τινα τῶν κατὰ τούτους τοῦ ἰδίου βίου σκοπὸν προτιθέμενος, εἰ μὴ πρὸς ἥττους τὴν ἀρετήν τοῖς ἐνθέοις καὶ  σώφροσιν, ἀλλά πρὸς τοὺς κρείσσους εἴωθεν ἡ ἅμιλλα γίγνεσθαι · εἰ δὲ ἅ παρ’  ἀνθρώποις Ἰωάννου τὸν κρείττονα βλέπειν η φύσις οὐκ ἤνεγκεν ἄνθρωπον, ἄῤῥένα δὲ φημι διὰ τὴν ὑπὲρ πάντας ἀνθρώπους θηλείας καὶ ἄῤῥενας Παναγίαν Παρθένον καὶ  σεπτὴν θεομήτορα, οὔτε Χριστὸς ἐννοεῖν συνεχώρησεν, φανερῶς ὡς οὐκ ἀνθρώπων τινάς μιμησόμενος, ἀλλ' οὐρανίους ἀγγέλους εἰς τὴν ἔρημον ἔξεισιν, ἐπειδὴ καὶ  τῆς αὐτῶν προσηγορίας ἠξίωτο.

ιθ΄. Ἐσχε δὲ δικαίως πρὸς αὐτοὺς τὴν τοιαύτην ἔριν ἀγαθὴν καὶ  φιλόθεον ὁ μόνος φανεὶς ἐπὶ γῆς ἐνσώματος ἄγγελος, ὡς καὶ  τῆς αἰθρίας αὐτὸν ἀξίας συμμέτοχον, καὶ  τὴν ἴσην μέλλων Χριστῷ λειτουργίαν προσάγειν Ἰορδανοῦ βαπτιζομὲνῳ τοῖς ῥεύμασιν, καὶ  τὴν ἄλλην ἅπασαν ὑπηρεσίαν ἥν δι’  ὅλης αὐτοῦ τῆς ἐπιγείου ζωῆς ἀγγελικῶς ἐκτελῶν εἰσαγήοχεν μετὰ τοιαύτης γοῦν Ἰωάννης τῆς ἐφέσεως, τὴν πατρῴαν ἑστίαν ἀφείς, ὡς χῶρον ὑψηλὸν τινα καὶ  οὐράνιον τὴν ἔρημον ᾤκησε, πὰσι διδοὺς ἐνορᾷν τῷ αἰνίγματι ὡς τὴν κατὰ σάρκα γεννήσασαν καὶ πατρῴαν συναγωγὴν ἡ τοῦ Θεοῦ χάρις Χριστὸς καταλείψειε, καὶ  τὴν τῶν ἐθνῶν ἔρημον Ἐκκλησίαν οἰκήσειε ·  καὶ  τοῦτο οὐκ ἐπὶ χρόνον τινά, ἀλλ’  εἰς ἀεὶ διαπράξοιτο, καὶ  ἕως ἀναφανεῖν πάλιν τὸ δεύτερον ἀπ’  οὐρανοῦ μετὰ δόξης πολλῆς καὶ δυνάμεως πρὸς τὸν ἀληθινὸν Ἰσραὴλ ἀναδεικνύμενον. «Τὸ δὲ παιδίον ηὔξανεν, καὶ  ἐκραταιοῦτο πνεύματι, καὶ  ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως  αὐτοῦ πρὸς τὸν Ἰσραήλ · » ἴσασι γὰρ οἱ ἀγχινοίᾳ πατρικῇ στεφόμενοι, ὡς τοῖς Ἰουδαίων δήμοις εἰπὼν ὁ Χριστὸς, «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος,» οἶκον ἑαυτοῦ τὴν ἔρημον τῶν ἐθνῶν· Ἐκκλησίαν πεποίηται, καὶ  σῶμα ἴδιον τούς κεκλημένους ἡγούμενος, καὶ  ἐν ἴσῳ κεφαλῆς αὐτοῖς ἐπικείμενος· σῶμα γὰρ ἐσμεν Χριστοῦ καὶ μέλη ἐκ μέρους, καὶ κεφαλὴν αὐτὸν ἔχομεν, ὡς τὸ τῆς ἐκλογῆς ἐκδιδάσκον σκεῦος φησιν· αὔξει τὴν ἡμῶν τῶν μελῶν καὶ τοῦ σώματος οἰκειούμενος αὔξησιν, καὶ  κραταιοῦται πνεύματι ὁ τὴν πνευματικὴν ἡμῶν κρατύνων κραταίωσιν, ταύτην ἰδίαν διὰ τοὺς ἰδίους ἡμᾶς λογιζόμενος · εὖ δὲ καὶ  τὸ ἐν ἐρήμοις αὐτὸν εἶναι φάσκειν τὰ Λόγια·  δείκνυσι γὰρ τοῦτο ἐμφαντικώτερον λέγοντα, ὡς οὐκ ἐν ἔθνει μόνον ἑνὶ καθὰ καὶ  πρώην ἐν μόνῳ τῷ Ἰσραὴλ Χριστὸς ἐστι καί γίνεται, ἀλλ’  ἐν πάσι τοῖς ἔθνεσι καὶ  ταῖς ἐκ τούτων λαλούσαις Ἐκκλησίαις τὴν σύστασιν. Οὕτως γὰρ πολλαχοῦ τῆς Γραφῆς πληθυντικῶς ὀνομάζονται · νῦν μὲν ὄρη τὰ ὑψηλά, νῦν δὲ βουνοὶ, ἄρτι δὲ πηγαὶ, καὶ  ἄλλοτε νῆσοι τῶν ἐθνῶν, καὶ ἀλλαχοῦ πλοῖα Καρχηδόνος τροπικῶς σημαινόμενα. Σὺ μὲν οὖν, ὦ μακάριε Βαπτιστὰ (καλέσω γὰρ σὲ Χριστοῦ βαπτιστήν, καὶ  εἰ μήπω σὲ τοῦτο ποιεῖν ὁ Λόγος ὑπέδειξεν), οὕτω τε καὶ διὰ ταῦτα τὰς ἐρήμους κατέλαβες, ὡς ἐγὼ σε νοῆσαι καὶ  φρᾶσαι δεδύνημαι, μυστικώτερον πως αὐταῖς εὐαγγελιζόμενος τὴν καταλειψομένην θᾶττον αὐτάς τῆς θείας χάριτος σωτήριον ἄφιξιν.

κ’. Ἐγὼ δὲ σοι πρόθεσιν ἔχων τῷ λόγῳ συνέπεσθαι εἴργομαι καὶ  καρτερῶς κωλύομαι· τοῦτο μὲν δι’ ἀνθρωπίνην ἀσθένειαν (σοὶ γὰρ λέγειν τἀληθὲς οὐκ αἰσχύνομαι, ταύτην εἰδότι καὶ  πρὸ  τῆς ἡμῶν ἀγορεύσεως) · τοῦτο δέ, ὅτιπερ ὁ τῆς ἱερᾶς λειτουργίας καιρὸς, ὡς ὁρᾷς, παραγέγονεν, καὶ  πάντας ἡμᾶς ὡς ἑαυτὸν κατέχειν βιάζεται καὶ  σὺν σοὶ πρὸς τὴν φίλην χωρεῖν οὐκ ἀφίησιν ἔρημον· ὅν κἄν πρὸς βραχὺ οὔτε σοὶ ποθητὸν, οὒτ' ἐμοὶ δυνατὸν, οὔτε τῇ σῇ πανηγύρει πρέπον καθέστηκε· διὸ σοι συγγνώμης προσάγων τὴν αἴτησιν παρακαλῶ συμπαραμεῖναι τῷ Πνεύματι, κἄν εἰ τῷ σώματι χωρεῖς πρὸς τὴν ἔρημον, καὶ  τὴν σὴν ἀρωγὴν ἀπαύστως παρέχεσθαι τοῖς ταύτης ἡμῖν ἀδιαλείπτως ἐγχειρίζουσιν εἴργει γὰρ σὲ τόπος οὐδείς βοηθεῖν ἐπινεύσαντα, ἐν οὐρανῷ παρόντα τῷ Πνεύματι, καὶ  πάντας ἡμᾶς εὐχερῶς κατοπτεύοντα · καὶ  ταύτην μέν σου τὴν σεβασμίαν πανήγυριν δίδου μετὰ τῆς ἀξίας ἡμᾶς πανηγυρίσαι τερπνότητος, καὶ ὡς σοὶ τε φίλον τῷ Προδρόμῳ τῆς χάριτος, καὶ  τῇ Θεῶ σοι κεχαρισμένῃ πολιτείᾳ κατὰλληλον· τῆς παρούσης δὲ ζωῆς τὸ ἐπίλοιπον μόριον οὕτως ἄγοις καὶ  περιέποις, ὡς ὁ νόμος κελεύει τοῦ Πνεύματος, οὗ τύπος αὐτὸς ἡμῖν ἐν Χριστῷ προκεκάθικας, ἵνα  τούτου πληρωταὶ ταῖς σαῖς ἐπιπνοίαις γιγνόμενοι, καὶ  τῆς ἐνθάδε ζωῆς καλοίῃ Χριατὸς ὁ ταύτης χορηγὸς χωριζομένοις ἐν μιᾷ τὼν ὑπὸ τελουσῶν πόλεων, ὧν διδόναι σοὶ τε καὶ  τοῖς μετὰ σὲ θείοις ἀνδράσιν· οὐ γὰρ τολμήσω κατὰ σὲ φάναι, Χριστὸς ἐπηγγείλατο, ὡς ταῖς ἱεραῖς σοὺ κἀνθάδε νομοθεσίαις βραχέως πως πειθαρχήσαντι · ὅπως καὶ  ἡμεῖς ἐν ταύταις γινόμενοι, καὶ  σοὶ  μὲν ὡς ὑπασπιστῇ καὶ προστάτη καὶ  φύλακι νομοθέτῃ τὲ καὶ  παιδευτῇ τοῦ λαμπροῦ πολιτεύματος, τοῖς δὲ σοῖς ἤγουν τοῖς ὑπὸ σέ ὡς συνδούλοις ἐνθάδε τελέσασιν καὶ  γνησίοις μαθηταῖς συναπτόμενοι κοινωνοὶ καὶ  τῆς ἀποκειμένης σοι ζωῆς αἰωνίου γενοίμεθα, καὶ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι’ οὗ καὶ μὲθ’  οὗ τῷ Θεῷ καὶ Πατρὶ σὺν ἁγίῳ Πνεύματι δόξα, τιμή, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images