Σάββατο, 23 Νοεμβρίου 2024

Πρόκλου Κωνσταντινουπόλεως

 ( Ὁμιλία ΙΘ΄)

  «Ἐγκώμιον εἰς τόν Ἅγιον Ἀνδρέαν Ἀπόστολον»

 

(Migne, Patrologia Graeca, t. 65, 822D-828C)

 

 

 

Α΄. Ἰσχυρόν τῆς ἀποστολικῆς ἁλείας τό δίκτυον. Θαυμαστόν τῆς Ἀνδρέου μνήμης τό ἀμφίβληστρον. Ἀδιάκοπος τῶν ἀθανάτων νεκρῶν ἡ σαγήνη. Οὐ γὰρ- παλαιοῦται τῷ χρόνω τὰ θήρατρα, ἅπερ ἐνέπλεξεν οὐ τέχνη, ἀλλά χάρις. Οἱ μὲν γὰρ ἁλιεῖς εἰ καί ἀπῆλθον, ἀλλ' οὐ παλαιοῦται τῷ χρόνῳ τὰ τῶν λογικῶν  ἁλιέων ἐργαλεῖα, καί ἡ σαγήνη ἐν ᾗ τόν κόσμον θηρεύουσιν. Οἱ ἕλκοντες οὐχ ὁρῶνται, καί τὰ δίκτυα πεπλήρωται · Οὐκ ἐκτήσαντο κάλαμον, ὅν διαφθείρει χρόνος · οὐκ ἐχάλασαν λῖνον, ὅ διακόπτει παλαιότης · οὐκ ἐχάλκευσαν ἄγκιστρον, ὅπερ ἰός ἀναλίσκει· οὐ περιέθηκαν δέλεαρ τὴν τῶν ἰχθύων παγίδα * οὐκ ἐκάθησαν ἐπί πέτραν, ἧνπερ τινάσσει τὰ κύματα· οὐκ ἀνέβησαν εἰς σκάφος, ὅπερ διαλύει ζάλη,  οὐκ ἐθήρευσαν ἰχθύας, τὴν ἀλογίαν τῆς φύσεως. Ἀλλ' ὥσπερ ἡ τέχνη παράδοξος, οὕτως καί τὰ ἐργαλεῖα παράδοξα καὶ καινότερα. Ἀντί μὲν γὰρ καλάμου, τείνουσι τό κήρυγμα· ἀντὶ δὲ σπαρτίου, χαλῶσι τὴν μνήμην ἀντί ἀγκίστρου, καθιᾶσι τὴν δύναμιν · ἀντί δελέατος, περιτιθέασι τὰ θαύματα* ἀντί πέτρας, ἐξ οὐρανῶν ἁλιεύουσιν · ἀντί σκάφους, τό θυσιαστήριου κατέλαβον · ἀντί Ἰχθύων, βασιλέας θηρεύουσιν · ἀντί σαγήνης, τό εὐαγγέλιον ἐξέτειναν · ἀντί τέχνης, κέχρηνται τῇ χάριτι · ἀντί θαλάσσης, τόν βίον τελοῦσιν * ἀντί δὲ δικτύων, τῷ σταυρῷ σαγηνεύουσι. Τὶς ἴδε ποτὲ νεκροὺς ἁλιεύοντας, καί ζώντας ἁλιευομένους; Ὤ τῆς τοῦ Σταυρωθέντος δυνάμεως ! ὢ τῆς θεϊκῆς ἀξίας! ὢ τῆς ἀποστολικῆς εὐεργεσίας ! Οὐδὲν γὰρ ἐν βίῳ τοιοῦτον, οἷον ἡ ἀποστολικὴ χάρις,

Β΄. Πολλά μέν γάρ ἴδεν ὁ βίος θαυμαστά, κα΄παράδοξα. Ἴδε γὰρ αἷμα μετὰ ἔκχυσιν κράζον, καί φόνον ἄνευ γλώττης βοώντα · καί φύσιν διὰ φθόνον σχισθεῖσαν · καί γῆν διὰ τόλμαν μιάνθεισαν · καί ἀδελφοκτόνον προσπέμποντα τῷ θανὰτῳ τόν ὁμομήτριον, καί τὴν θύραν τοῦ θανάτου ἀπό βασκανίας ἀνεῳχθεῖσαν. "Ἴδε κιβωτόν ἐν ναυαγίῳ φύσεως μήτραν. "Ἴδε γέροντα διὰ πίστιν ὁπλιζόμενον κατὰ σπλάγχνων. "Ἴδε θυσιάζοντα τόν μὴ σφαγέντα, καὶ προσφερόμενον τόν μὴ νεκρούμενον. "Ἴδε καλύβην οὐρανοῦ πλατυτέραν, καὶ θεόν ὑπό σκηνὴν χωρούμενον. "Ἴδε κλοπὴν εὐλογιῶν μητέρα, καὶ πάλην πλαστοῦ καί δούλου. "Ἴδε φθόνον ἐν ἀδελφοῖς χορήσαντα, καί δουλείαν βασιλείας πρόξενον. Ἴδεν ὀνείρατα θρόνον εὐτρεπίσαντα, καί λιμόν τοῖς ὑποβούλοις ἑλκύσαντα μητέρα. "Ἴδε κύματα στερούμενα, καί βυθόν φωτιζόμενον. Ἴδεν ὁδοὺς σχεδιαζομένας, καί στύλον νεφέλης ὁδηγοῦντα τό ἀοίδιμον τῶν δήμων πλῆθος. "Ἰδεν ἄνευ γῆς βλαστήσασαν ῥάβδον καί οὐρανόν ἄρτον ποιήσαντα μάννα. "Ἴδε νομοθέτην στοιχείοις ἐπιτάξαντα, καί γράμμα βρύον κατάραν. "Ἴδεν ἄνθρωπον λόγῳ χαλινώσαντα ἥλιον, καί στείραν δι' εὐχῆς κυοφορήσασαν προφήτην. Ἴδεν ἀλεύρου δράκα, βαθυληΐβν πλουσιωτέραν, καὶ καμψάκην ἐλαίου, πηγῶν ἀφθονωτερον. Ἴδεν ἐν ἀΰλῷ ἅρματι ἀναλαμβανόμενον προφήτην, καὶ ὀστέα νεκρῶν ζωῇς φάρμακα. Ταὐτὰ καὶ ἄλλα πολλὰ καὶ θαυμαστὰ ἴδεν ὁ βίος, ἀλλ’ ἐκεῖνα ὥσπερ σκιὰ καὶ χλόη παρῆλθεν, καὶ ὡς λύχνος ἐκοιμήθη. Ἀνατείλαντος γὰρ τοῦ ἡλίου, ἡ σκιὰ παρέδραμεν · ὅτι οὐδὲν τοιοῦτον, οἷον οἱ ἀπόστολοι.

Γ΄. Ὑπηρέτησαν τῷ θεῷ λόγῳ· ἐψηλάφησαν σαρκωθέντα τὸν ἀσχημάτιστον · ἠκολούθησαν βαδίζοντι τῷ πανταχοῦ ὄντι· συνανέκεισαν τῷ ἀπεριγράπτῳ ·ἤκουσαν φωνῆς τοῦ ποιήσαντος λόγῳ τὰ πάντα · ἐσαγήνευσαν διὰ γλώττης τὸν κόσμον· περιῆλθον τῷ  λόγῳ  πάντα τὰ πέρατα · ἐξεῤῥιζωσαν τὴν πλάνην ὡς ζιζάνια · ἐθέρισαν τοὺς βωμοὺς ὡς ἀκάνθας· ἐνέκρωσαν τὰ εἴδωλα ὡς θηρία · ἐφυγάδευσαν τοὺς δαίμονας ὡς λύκους · συνήγαγον τὴν Ἐκκλησίαν ὡς ποίμνιον · ἐσώρευσαν τοὺς ὀρθοδόξους ὡς σῖτον, ἀπεσκυβάλισαν τάς αἱρέσεις ὡς ἄχυρα· ἐξήραναν τὸν Ἰουδαισμὸν ὡς χόρτον κατέφλεξαν τὸν Ἑλληνισμὸν ὡς ὕλην ἠροτρίασαν τῷ σταυρῷ τὴν φύσιν κατέσπειραν τὸν λόγον ὡς σῖτον κατήστραψαν τὰ πάντα ὡς ἑωσφόροι. Διὰ τοῦτο πρὸς αὐτοὺς ἐβόα ὁ Δεσπότης · Ὑμεῖς ἔστε τὸ φῶς τοῦ κόσμου. Ἀνατολὴν ἔχετε τὴν παρθενικὴν ὠδῖνα· ὄρθρον, τήν τοῦ βαπτίσματος μήτραν λαμπρότητα, τήν τοῦ Σταυρωθεντος χάριν · ἀκτῖνας, τάς παραδόξους γλώττας · ἡμέραν τὸν μέλλοντα αἰῶνα " μεσημβρίαν, τήν τοῦ σταυροῦ ὥραν · δύσιν, τήν τοῦ τάφου οἴκησιν · ἑσπέραν, τὸν πρόσκαιρον θάνατον · ἔλλαμψιν, τὴν τῶν νεκρῶν ἀνάστασιν. Ὑμεῖς ἔστε τὸ φῶς τοῦ κόσμου. Βλέπετε τὰ ἄστρα, καὶ ἐκπλάγητε τὴν φαιδρότητα.

Δ'. Διὰ τοῦτο σήμερον ὁ Ἀνδρέας καθάπερ θησαυρὸν φωτὸς εὑρηκὼς τὸν κοινὸν Δεσπότην, ἐβόα πρὸς τὸν Πέτρον τὸν ἑαυτοῦ ἀδελφὸν · Εὑρήκαμεν, φησί, τὸν Μεσσίαν. Ὢ φιλαδελφίας ὑπερβολή· ὢ τάξεως ἀντιστροφή! Δεύτερον τοῦ Πέτρου εἰς τὸν βίον ἐξεπήδησεν ὁ Ἀνδρέας, καὶ πρῶτος τοῦ Πέτρου εἰς τὸ Εὐαγγέλιον ἐθήρευσεν. Εὑρήκαμεν, φησί, τὸν Μεσσίαν. Ἐκ περιχαρείας ὁ λόγος, φαιδρὰ τῆς εὑρέσεως τὰ εὐαγγέλια. Εὑρήκαμεν, φησί, τὸν θησαυρὸν φεῦγε, Πέτρε, τὴν τῆς περιτομῆς πενίαν · ἀπόδυσαι τά τοῦ νόμου ῥάκια * ἀπόῤῥιψον τόν τοῦ γράμματος ζυγὸν · ὡς μικρὰ ἄρνησαι ταῦτα πάντα, καὶ ὡς ἐνυπνιατὰ παρόντα· τὴν Βηθσαϊδάν ὡς εὐτελὲς χωρίον τὸ ἀμφίβληστρον, ὡς πενίας ἐργαλεῖον · τὸ σκάφος, ὡς ναυαγίου θάλαμον,  τὴν τέχνην ὡς βωμοῦ μητέρα τοὺς ἴχθυας, ὡς γασιριμαργίας ἐμπορόαν τήν γῆν, ὡς θορύβου πέλαγος: τὸ γένος, ὡς φθορᾶς κλήματα· τόν κόσμον, ὡς γαστρός ἐμπόριον τό ναον, ὡς λῃστῶν σπήλαιον · τὴν Ἱερουσαλὴμ , ὡς προφητῶν πολυάνδριον, το ἔθνος, ὡς κατὰ θεόν λυσσῶν· τόν Καϊάφαν, ὡς πονηροῦ συνεδρίου πατέρα. Εὑρήκαμεν τόν Μεσσίαν, ὅν προεκήρυξαν οἱ προ-φῆται, ὅν προεσάλπισεν ὁ νόμος. Εὑρήκαμεν τόν τοῦ νόμου θησαυρὸν φεῦγε, Πέτρε, τόν τοῦ γράμματος λιμόν. Εὑρήκαμεν τὸν Μεσσίαν, ὅν προεσκιαγράφησε τά σημεῖα· ὅν ἴδεν Μηχαίας ἐπὶ τοῦ θρόνου τῆς δόξης ·ὅν Ἠσαΐας ἐθεάσατο ἐπὶ τῶν Σεραφὶμ · ὅν Ἐζεκιήλ ἴδεν ἐπί τῶν χερουβὶμ· ὅν Δανιὴλ ἐθεάσατο ἐπὶ τῶν νεφελῶν · ὅν Ναβουχοδονόσωρ ἴδεν ἐν τῇ καμίνῳ · ὅν Ἰακώβ οὐκ ἀφῆκεν εἰ μὴ εὐλογήθη · οὗ Μωυσῆς τὰ ὀπίσθια ἴδεν ἐπὶ τῆς πέτρας. Τοῦτον εὑρήκαμεν, ἀνάρχως γεννηθέντα, καὶ ἐπ' ἐσχάτων φανερωθέντα· τόν θησαυρόν, οὗ ἡ εὐπορία ἀκένωτος, καὶ ο πλοῦτος ἄσυλος, καὶ ἡ ὕπαρξις ἄναρχος, καὶ ἡ εὕρεσις πρόσφατος. Εὑρήκαμεν τόν Μεσσίαν, ὅ ἐστ μεθερμηνεύαμενον Χριστός. Πολλοὶ χριστοὶ γεγόνασιν, ἀλλὰ θανὰτῳ πάντες ἐδούλευσαν. Ἀβραὰμ χριστός, ἀλλ’ ἐν τάφῳ διελύθη ·Ἰσαὰκ χριστὸς · ἀλλ' ἐν ὀστέοις ἡ μνήμη αὐτοῦ ·Ἰακὼβ χριστός, ἀλλὰ θανάτου πάρεργον γέγονε· Μωυσῆς χριστός, ἀλλ' οὐδὲ ὅπου ἐτάφη ἴσμεν · Δαβίδ χριστός, ἀλλὰ πάντες λάφυρα. Πάντες χριστοὶ, ἀλλά θανάτου αἰχμάλωτοι. Εἰς δὲ ὁ Χριστὸς ὁ τῇ φύσει θεός, καὶ δι’ εὐσπλαγχνίαν ἄνθρωπος· ο Παρθένου γαστέρα τῷ τόκῳ σφραγίσας, καὶ πηγὰς ἰαμάτων τούς ἁλιεῖς ἀναδείξας · αὐτῷ τό κράτος, καὶ ἡ βασιλεία καὶ ἡ δόξα, καὶ ἡ προσκύνησις, σὺν τῷ ἀχράντῳ καὶ ὁμοουσίῳ , καὶ ὁμοδυνάμῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images