Τρίτη, 08 Οκτωβρίου 2024

Θεοδότου Ἀγκύρας

Ὁμιλία Α΄

Λεχθεῖσα ἐν τῇ ἡμέραι τῆς γεννήσεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,

ὑπανεγνώσθη δὲ καὶ αὐτὴ ἐν τῇ αὐτῇ συνόδῳ

 

(J.-P. MIGNE, Patrologia Graeca, t. 77, 1349A-1369A)

            Λαμπρὰ καὶ παράδοξος τῆς παρούσης ἑορτῆς ἡ ὑπόθεσις, λαμπρὰ μὲν ὅτι κοινὴν  ἀνθρώποις σωτηρίαν ἐπήγαγε, παράδοξος δὲ ὅτι τὸν τῆς φύσεως λόγον ἐνίκησε. φύσις μὲν γὰρ τὴν τεκοῦσαν οὐκ οἶδεν οὐκέτι παρθένον, ἡ δὲ χάρις καὶ τίκτουσαν ἔδειξε καὶ παρθένον  ἐφύλαξε καὶ μητέρα ἐποίησε καὶ παρθενίαν οὐκ ἔβλαψε· χάρις γὰρ ἦν, σωφροσύνην φυλάττουσα. ὢ γῆς ἀσπόρου καρπὸν βλαστησάσης σωτήριον· ὢ παρθένος αὐτὸν νικήσασα τῆς Ἐδὲμ τὸν παράδεισον. ἐκεῖνος μὲν γὰρ μοσχευτῶν φυτῶν γένος ἀνέτειλεν, ἐκ παρθένου γῆς ἀνατειλάντων φυτῶν· ἡ δὲ παρθένος αὕτη κρείττων ἐκείνης τῆς γῆς. οὐ γὰρ ὀπώρας ἀνέτειλε δένδρα, ἀλλὰ τὴν ῥάβδον Ἰεσσαὶ καρπὸν σωτήριον τοῖς ἀνθρώποις  παρέχουσαν. κἀκείνη ἡ γῆ παρθένος ἦν καὶ αὕτη παρθένος· ἀλλ' ἐκεῖ μὲν φῦναι δένδρα προσέταξεν ὁ θεός, ταύτης δὲ τῆς παρθένου αὐτὸς ὁ δημιουργὸς κατὰ σάρκα γέγονε  βλάστημα. οὐδὲ ἐκείνη μόσχευμα πρὸ τῶν δένδρων ἐδέξατο οὐδὲ αὕτη ἐκ τοῦ τόκου τὴν παρθενίαν ἠδίκησεν. ἡ παρθένος τοῦ παραδείσου ἐνδοξοτέρα γεγένηται· ὃ μὲν γὰρ θεοῦ γεώργιον γέγονεν, ἣ δὲ κατὰ τὴν σάρκα θεὸν αὐτὸν ἐγεώργησεν, ἑλόμενον ἀνθρώπου συναφθῆναι τῆι φύσει.  Εἶδες πῶς γέγονε παράδοξον τὸ μυστήριον παρωσάμενον τὸν τῆς φύσεως λόγον; εἶδες τὸ ὑπὲρ φύσιν πρᾶγμα θεοῦ δυνάμει μόνηι γενόμενον; εἶδες τὸν λόγον ὑπὲρ τὸν λόγον τικτόμενον; ὅτι γάρ ἐστιν ὁ τεχθεὶς λόγος θεοῦ, δῆλον ἐξ ὧν τὴν παρθενίαν οὐκ ἔλυσεν. ἡ τίκτουσα σάρκα ψιλὴν τῆς παρθενίας παύεται· ἀλλ' ἐπειδὴ ἐτέχθη σαρκὶ λόγος θεοῦ, φυλάττει τὴν παρθενίαν, ἑαυτὸν λόγον δεικνύς. ὅταν δὲ λόγον ἀκούσηις,  οὐσιώδη τε καὶ ἐνυπόστατον νόει, μὴ τοῦτον τὸν διὰ στόματος προχεόμενον. τίκτεται  οὖν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ὁ καὶ λόγος καλούμενος, οὐκ ἀρχὴν τοῦ εἶναι λόγος ἐκ τοῦ τόκου λαβών, ἀλλὰ τοῦ γενέσθαι ἄνθρωπος ἀρχὴν τὸν τόκον ποιούμενος. ἦν μὲν γὰρ πρὸ αἰώνων θεὸς λόγος, τῶι γεννήσαντι συναίδιος· ἐπειδὴ δὲ ἄνθρωπος γενέσθαι  δι' ἀνθρώπους ἠθέλησεν, οὐ μεταβολῆι θεικῆς φύσεως, ἀλλὰ θαύματι καὶ θελήσει θεοῦ, ὡς  ἀρχὴν τοῦ γενέσθαι ἄνθρωπος τὸν τόκον ἠσπάσατο. διὰ τοῦτο καὶ ὡς ἄνθρωπος τίκτεται καὶ ὡς θεὸς λόγος παρθενίαν ἐφύλαξεν. οὐδὲ γὰρ ὁ ἡμέτερος λόγος τικτόμενος φθείρει διάνοιαν, οὐδὲ λόγος θεοῦ οὐσιώδης τε καὶ ἐνυπόστατος τὸν τόκον ἑλόμενος παρθενίαν διέφθειρεν. ὑπὲρ λόγον οὖν τῆς φύσεως ἐστὶ τὸ γενόμενον, καὶ μηκέτι κατάβαινε πρὸς λόγους τῆς φύσεως· θαῦμά σοι λέγω. μὴ κίνει τοὺς λογισμούς· θεὸν τεχθέντα σοι λέγω, ἑλόμενον τόκον, οὐκ ἀρξάμενον τῆς θεότητος. ὢν θεὸς ὠικειώσατο τόκον, οὐχ ὁ τόκος αὐτὸν κατεσκεύασε θεόν. ὃ ἦν, ἔμεινε, καὶ γέγονεν ὃ οὐκ ἦν. τοῦτο οὖν δι' οἰκονομίαν γενέσθαι βουλόμενος ὅπερ οὐκ ἦν, αἱρεῖται τὸν τόκον ὡς τῆς οἰκονομίας ἀρχήν. γέγονεν ἄνθρωπος, οὐ μεταβληθείσης τῆς φύσεως, οὐ κινηθέντων τῶν ὅρων θεικῆς οὐσίας· <σὺ γὰρ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν,> ἡ θεία γραφή φησι, καὶ <σὺ καθήμενος τὸν αἰῶνα,> τοῦτο δηλοῦσα τῆς θεικῆς οὐσίας τὸ ἀμετάβλητον. καὶ πάλιν <ὁ θεός,> φησιν, <ὁ αὐτὸς εἰμὶ καὶ οὐκ ἠλλοίωμαι.> οὐ κινηθείσης οὖν τῆς τοῦ θεοῦ οὐσίας γέγονεν ἄνθρωπος οὐδὲ μεταβληθείσης εἰς φύσιν ἑτέραν. ἦ γὰρ ἂν οὐκ ἦν θαῦμα τὸ γεγενημένον, εἰ φύσεως μεταβολῆι φύσιν ἑτέραν ἐδέξατο.  πολλαὶ γὰρ παρ' ἡμῖν γίνονται τοιαῦται πραγμάτων μεταβολαί, ἀλλ' ἐν τούτωι θαυματουργεῖ  θεὸς ὅτι μένων ὃ ἦν, γέγονεν ὃ οὐκ ἦν, ὃ δὴ καὶ σημαίνων ὁ μέγας ἀπόστολος ἔλεγεν·   <ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων, ὑπάρχων> λέγει, οὐχ ὑπάρξας ποτέ, ἵνα δείξηι τῆς φύσεως τὸ μόνιμον. <ὃς ἐν μορφῆι θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο  τὸ εἶναι ἴσα θεῶι,> εἶναι λέγει ἴσα θεῶι, οὐ γενήσεσθαί ποτε. εἶτα πάλιν βοᾶι λέγων·  <ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.> ὁρᾶις πῶς καὶ μένει ὃ ἦν, καὶ ἑαυτὸν ἐκένωσεν εἰς τὴν τοῦ δούλου μορφήν, κἀκεῖνο ὢν καὶ τοῦτο γενόμενος, θαυματουργήσας, οὐ φύσιν μεταβαλών, θελήσας, οὐκ ἀναγκασθεὶς μεταβολῆι τῆς οὐσίας; ὃ γὰρ λέγει  θεός, ποιεῖ, κἂν ὑπὲρ τὸν λόγον τῆς φύσεως ἦι τὸ λεγόμενον. ἔχει γὰρ καὶ δύναμιν θαυματουργεῖν δυναμένην καὶ οὐκ ἐκδεχομένην τοὺς λόγους τῆς φύσεως. διὰ τοῦτο καὶ ὑπάρχει θεὸς καὶ κενοῦται εἰς δούλου μορφήν, καὶ ἴσος ἐστὶ θεῶι καὶ ἄνθρωπος γίνεται, καὶ ἐστὶ προαιώνιος καὶ τόκον ὑφίσταται, καὶ ταῦτα θαυματουργεῖ ἅπερ οὐκ οἶδεν ὁ λόγος τῆς φύσεως. Ἔνθεν καὶ τοῖς Ἕλλησι μωρία λογίζεται τοῦ Χριστοῦ τὸ μυστήριον καὶ Ἰουδαῖοι  σκάνδαλον λέγουσι τῆς οἰκονομίας τὸν λόγον, ὃ καὶ Παῦλος ἐδήλου λέγων· <κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.> διὰ τί μωρίαν τοῖς Ἕλλησιν; ὅτι <ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῶι ἐστιν.> τῆι γὰρ φύσει παρακαθήμενος ὁ ψυχικὸς καὶ λογισμοῖς  ψυχῆς τὰ πάντα διερευνώμενος τὰ θαύματα τοῦ θεοῦ μωρίαν λογίζεται, οὐκ ἔχοντα μεθ' ἑαυτῶν τὸν λόγον τῆς φύσεως. καὶ γὰρ ἀκούων Ἕλλην ὅτι κεκλεισμένης τῆς θύρας εἰσῆλθεν ὁ σωτήρ, διαγαγὼν τὸ παχὺ τοῦτο σῶμα καὶ τόπου δεόμενον, γελᾶι, οὐ πιστεύων τῶι θαύματι, ἀλλὰ ζητῶν τὸν λόγον τοῦ πράγματος. καὶ ἀκούων ὅτι παρθένος τεκοῦσα μεμένηκε παρθένος, μωρίαν ἡγεῖται τὸν λόγον, οὐ μαθὼν πιστεύειν θαυματουργίαι θεοῦ. οὐκοῦν καὶ ἀκούων ἀμεταβλήτως θεὸν γενόμενον ἄνθρωπον, ἀδύνατον τὸ γενόμενον οἴεται, φύσεως κἀνταῦθα μεταβολὰς ἀπαιτῶν. ἀλλ' οὐχ οὕτως ἐδίδαξεν ὁ Παῦλος εἰπὼν τὸν ὄντα ἴσον θεῶι γεγενῆσθαι ἄνθρωπον. ἑαυτὸν γὰρ κεκενωκέναι φησί, μὴ ἀποβαλόντα τὸ πλήρωμα τῆς θεότητος. δι' ὃ καὶ ἔλεγεν· <ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.> καὶ διὰ τί Ἕλλησι μωρίαν, εἰ ψιλὸς ἐσταύρωται ἄνθρωπος; οὐδενὶ νομίζεται μωρὸν τὸ κατὰ φύσιν γινόμενον. εἰ ὃ ἐπεφύκει, πέπονθε, πῶς νομίζεται μωρὸν τὸ διήγημα; ἀλλ' ἐπειδὴ Χριστόν, φησί, κηρύσσομεν σταυρούμενον, <ὃν> πάλιν λέγομεν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν (<αὐτοῖς> γὰρ <τοῖς κλητοῖς,> φησίν, <Ἰουδαίοις τε καὶ Ἕλλησιν κηρύσσομεν Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν>), ὡς σταυρουμένην, φησί, κηρύσσοντες θεοῦ σοφίαν, μωρίαν λέγειν τοῖς Ἕλλησι νομιζόμεθα πιστεύειν οὐκ εἰδόσι θαυματουργοῦντι θεῶι, ἀλλὰ περὶ πάντων φύσεως κινεῖν λογισμοὺς καὶ ἡγουμένοις ὑβρίζειν θεὸν οἰκειωσάμενον πάθη, ἵνα σώσηι τὸ παθητόν. οὐ γὰρ τὸν ἀνυόμενον ὁρῶσι σκοπόν, σωτήριον ὄντα καὶ τῆι ἀγαθότητι πρέποντα τοῦ θεοῦ, ἀλλὰ μόνον ὅτι θεὸς ἑαυτῶι συνῆψε παθήματα, λέγουσιν, οὐ σκοποῦντες τὸ ἐκ τούτου τῆς τῶν ἀνθρώπων σωτηρίας κατόρθωμα. οὐδὲν δὲ τῶν σωιζόντων ἄνθρωπον ὑβρίζει θεόν, τούτοις δεικνύμενον οὐ παθητόν, ἀλλὰ φιλάνθρωπον. ἀλλὰ ἀνθρώπου πάθη, φησίν, οὐ τολμῶ προσάψαι θεῶι. οὐκοῦν οὐδὲ σώζειν αὐτὸν τοῖς πάθεσι τὸν ἄνθρωπον λέγεις οὐδὲ τῶι σταυρῶι στηλιτεύειν διαβόλου τὴν δύναμιν οὐδὲ τὴν ἡμῶν ἁμαρτίαν προσηλωκέναι τῶι ξύλωι οὐδὲ τοῖς ἰδίοις πάθεσιν τὰ τῶν ἀνθρώπων ἰᾶσθαι παθήματα οὐδὲ θανάτωι λέγεις αὐτὸν καταργῆσαι τὸν θάνατον. εἰ γὰρ οὐκ ὠικειώσατο τὰ πάθη θεός, πόθεν τοῖς πάθεσι τοῦ Χριστοῦ τὰ τοσαῦτα κατορθώματα πῶς ἐγένοντο δυνάμεις; πῶς ἀναιρεῖται θανάτωι ὁ θάνατος, εἰ μὴ θεὸς αὐτὸν ἴδιον ἐποιήσατο; ἀλλὰ ταῦτα τὰ πάθη οἰκειωθέντα θεῶι τὴν μὲν ἰσχὺν τῶν τοσούτων κατορθωμάτων ἐκ θεότητος ἔλαβεν, ὡς θεοῦ ἴδια γεγενημένα, οὐσίαν δὲ θεότητος οὐ παρέβλαψεν ἐν τῆι ἑαυτῆς ἀεὶ μένουσαν ἀπαθείαι. πῶς γὰρ προσηλώθη τῶι ξύλωι τὸ καθ' ἡμῶν τῆς ἁμαρτίας χειρόγραφον, ἀνθρώπου ψιλοῦ τὸν σταυρὸν ὑπομείναντος; πῶς δὲ σταυρὸς ἁμαρτίαν ἐσταύρωσεν ἢ θάνατος θανάτου τὴν τυραννίδα διέλυσεν, εἰ μὴ ταῦτα γέγονε θεοῦ καὶ παρ' ἐκείνου τὴν δύναμιν ἔλαβεν οἰκειωσαμένου τὰ ἡμέτερα, οὐ παθόντος φύσει; ὃ δὴ καὶ σημαίνων ὁ μέγας ἀπόστολος ἔλεγεν ὅτι <οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου> τοῦ κυριακοῦ πάθους τὸ μυστήριον <ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν,> φησίν, <οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.> διὰ τοῦτο λέγομεν καὶ μένειν αὐτὸν ὃ ἦν, καὶ γεγονέναι ὅπερ οὐκ ἦν. τῆι γὰρ οὐσίαι μένων ὃ ἦν, ἐδέξατο πάθη, ἑαυτὸν ἑνώσας φύσει τῆι παθητῆ. ὑπήκοος γέγονε, βασιλείαν μὴ ἀποθέμενος· γέγονεν ἄνθρωπος, μείνας θεός τε καὶ λόγος· ἀσώματος ὢν τὴν φύσιν, ἀναλλοιώτως γέγονε σάρξ. πῶς καὶ τίνα τρόπον; οὐχ ὡς λογίζεσθαι δύνασαι, ἀλλ' ὡς ἐκεῖνος θαυματουργεῖν ἐστινἱκανός. ὅταν γὰρ θαῦμά σοι λέγω, κατάλειπε λογισμούς. σημεῖα γὰρ καὶ τεράστια τῆι τοῦ θεοῦ πίστει κρατύνεται καὶ οὐκ ἐρευνᾶται τοῖς λόγοις. οὐδὲ γὰρ ἄλλο τι τῶν θαυμάτων κατὰ λόγον ἐστὶ τὸν ἡμέτερον, ἀλλ' ὅμως γέγονεν ἕκαστον, κἂν ὁ λογισμὸς ἡμῶν οὐκ ἐφικνῆται τοῦ πράγματος.  Ταῦτα καὶ μάγοι ὡμολόγησαν, ἀστέρι πιστεύσαντες καὶ οὐ πολυπραγμονήσαντες 5φύσιν. βάρβαροι δέχονται πίστει θαύματα, καὶ ὁ πιστὸς σὺ τί ἀπιστεῖς πρὸς λογισμὸν καταπίπτων ἀνθρώπινον; οἱ ἐκ Χαλδαίας παραγενόμενοι, ὡς ὁ εὐαγγελιστὴς ἔλεγε σήμερον, αὐτοῖς τοῖς δώροις τὸ μυστήριον ἔδειξαν τῶι τὸν σκοπὸν τῶν βαρβάρων συνορῶντι καλῶς. τριττὸν γὰρ εἶδος τῶν δώρων προσκομίζουσι, χρυσὸν λίβανον σμύρναν, χρυσὸν μὲν, ὅτι βασιλεὺς ὁ τιμώμενος, λίβανον δέ, ὅτι θεὸς ἦν ὁ τεχθείς· τοῦτον γὰρ ἐξ ἔθους προσεκόμιζον τοῖς ὑπ' αὐτῶν νομιζομένοις θεοῖς. προσφέρουσι δὲ καὶ σμύρναν, τὸ πάθος, οἶμαι, τοῦ θανάτου ταύτηι μηνύοντες. εἶδες πῶς καὶ μάγοι ἐπέγνωσαν ὅτι καὶ θεὸς ἔμεινε καὶ ἄνθρωπος γέγονε δεχόμενος θάνατον; γέγονε γὰρ ὅπερ ἐγώ, ἵνα τὴν ἡμετέραν ἀναβιβάσηι φύσιν πρὸς τὴν ἰδίαν ἀξίαν. ἡ γὰρ ἕνωσις τοῦτο ποιεῖ ἑκατέρωι τὰ τοῦ ἑτέρου συνάπτουσα. διὰ τοῦτο οὖν θεὸς ὢν ἄνθρωπος γέγονεν, ἵνα καὶ ἄνθρωπος γένηται θεός, τῆι συναφείαι ταύτηι πρὸς θεικὴν δόξαν ἀναγόμενος, ὡς ἕνα καὶ τὸν αὐτὸν εἶναι θεικῶς τε δοξαζόμενον καὶ πάσχοντα τὰ ἀνθρώπινα.  Καὶ ταῦτα ἡμῖν συνομολογήσειαν ἂν ἅπαντες οἱ ἕνωσιν ὁμολογοῦντες θεότητός τε   αὶ ἀνθρωπότητος· τὸ γὰρ ἑνωθὲν οὐκέτι δύο, ἀλλ' ἓν ὀνομάζεται, τῆι δὲ ἐννοίαι πάλιν [εἰ] διαιρεῖς καὶ ἕκαστον κατ' ἰδίαν σκοπεῖς. οὐκοῦν λύεις τὴν ἕνωσιν· ἀδύνατον γὰρ ἅμα καὶ φυλάττειν τὴν ἕνωσιν καὶ ἑκάτερον κατ' ἰδίαν σκοπεῖν, ἀλλὰ τὸ ἑνωθὲν ἀλύτως ἓν γέγονε καὶ οὐκέτι γίνεται δύο. ἀλλ' ἐπινοίαι μόνηι χωρίζω, φησίν. οὐκοῦν τῆι αὐτῆι ἐπινοίαι καὶ τὴν ἕνωσιν ἔλυσας· ὧι γὰρ ἂν διαστήσηις τοῦ ἑτέρου τὸν ἕτερον, τούτωι καὶ τὴν συνάφειαν ἔτεμες. τί οὖν ἀναλύεις οἰκονομίαν σωτήριον, δύο νοῶν καὶ τὴν ἕνωσιν ἀθετῶν; ἀλλὰ καθὼς καὶ ὁ μέγας ἀπόστολός φησιν, <Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας,> ἕνα καὶ τὸν αὐτὸν λέγων αἰώνιόν τε θεὸν καὶ ἀπὸ χρόνων ἀρχόμενον ἄνθρωπον, καὶ ἡμεῖς ὁμολογῶμεν τὸν αὐτὸν θεόν τε καὶ θρωπον τὸ μὲν ὄντα πρότερον, τὸ δὲ γενόμενον ὕστερον. ἀλλὰ πῶς, φησίν, ὁ μονογενὴς δοῦλος γεγένηται, μείνας ὃ ἦν, καὶ γενόμενος ὃ οὐκ ἦν; [εἰ] βούλει οὖν τοῦτο μαθεῖν; μάθε ὅτι γέγονε, τὸ δὲ πῶς γέγονεν, ὁ θαυματουργήσας ἐπίσταται μόνος. οὐδὲ γὰρ σύ μοι δύνασαι λέγειν πῶς ὁ τῶν Αἰγυπτίων ποταμὸς αἷμα γεγένηται, ἀμεταβλήτου μεινάσης τῆς τοῦ ὕδατος φύσεως. καὶ γὰρ ὡς ὕδατι μὲν οἱ Ἑβραῖοι ἐκέχρηντο, αἷμα δὲ τοῖς Αἰγυπτίοις ὁ Νεῖλος ἐγένετο, καὶ γέγονεν ὃ οὐκ ἦν, μείνας ὃ ἦν. εἰπέ μοι τὸν τρόπον. ἀλλ' οὐκ ἔχεις εἰπεῖν· θαῦμα γάρ ἐστι θεοῦ, λογισμοὺς παρωθούμενον. πῶς δὲ καὶ τὸ φῶς ἐν Αἰγύπτωι γέγονε σκότος, οὐ σβεσθέν, ἀλλὰ μένον ὃ ἦν; ἡμέρα γὰρ τοῖς Ἰσραηλίταις ἦν καὶ λαμπρὸν αὐτοὺς περιεῖχε τὸ φῶς, τοῖς δὲ Αἰγυπτίοις τὸ φῶς τοῦτο γέγονε σκότος, καὶ ἓν ὂν τὸ ὁρώμενον φῶς τε ἦν ὁμοῦ καὶ σκότος, οὐδὲ ἐκ τούτου μεταβληθὲν κἀκεῖνο γενόμενον. οὐδὲν γὰρ τοῦ φωτὸς παθόντος σκότος ἐγένετο, τοῦ θεοῦ θαυματουργοῦντος καὶ τὸν λόγον οὐκ ἐκδεχομένου τῆς φύσεως. πῶς οὖν τὸ ὕδωρ τοῦ είλου μεῖναν ὕδωρ αἷμα γεγένηται; ἢ πῶς ἐπὶ τῆς ἰδίας φύσεως μεῖναν τὸ φῶς σκότος ἐγένετο; οὐδὲ γὰρ τοῦτο ἔφθαρται κἀκεῖνο γεγένηται. οὐδὲ γὰρ ἐφθάρη ἡ φύσις τοῦ ὕδατος, καὶ ἐδήλουν οἱ Ἑβραῖοι, τοῦτο πότιμον ἔχοντες· ἀλλ' ἔμεινε καὶ αὐτὴ ἡ φύσις ἐν ἰδίοις ὅροις καὶ γέγονεν αἷμα, ὅπερ οὐκ ἦν, θεοῦ ὑπὲρ λόγον δεικνύντος τὸ θαῦμα. ἡ δὲ Βαβυλωνία φλὸξ πῶς δρόσος τοῖς τρισὶν ἐγένετο παισί; καὶ γὰρ φλὸξ ἦν καὶ δρόσος ἐγένετο, καὶ ἄμφω ταῦτα δηλοῦνται τῆι ἐνεργείαι. ὅτι μὲν γὰρ δρόσος ἦν, οἱ τρεῖς διδάσκουσι παῖδες ταύτηι καταψυχόμενοι· ὅτι δὲ καὶ φλὸξ ἦν, οἱ ταύτηι κατακαυθέντες μηνύουσι Βαβυλώνιοι. εἶδες πῶς τὸ πῦρ ἔμεινε πῦρ καὶ δρόσος ἐγένετο· οὐ δύο πράγματα οὐδὲ δύο φύσεις, ἀλλ' ἓν ἦν καὶ <τὸ αὐτὸ> τὸ ὁρώμενον. ὃ γὰρ ἦν φλόξ, τοῦτο γέγονε δρόσος, καὶ μαρτυροῦσιν οἱ δίκαιοι. μηκέτι οὖν ἐρώτα με τῶν τοῦ θεοῦ σημείων   τὸν τρόπον. πάλιν γὰρ ἐρῶ σοι, τὰ θαύματα δεικνὺς μὲν ὅτι γέγονε, θεῶι δὲ καταλιμπάνων εἰδέναι τῶν θαυμάτων τὸν λόγον. εἶτα εἰπέ μοι· ταῦτα θαυματουργεῖ θεὸς καὶ τὴν φλόγα <φυλάττων> δρόσον ποιεῖ, οὐδὲ φλόγα μεταβαλὼν καὶ πρὸς δρόσον αὐτὴν μεθιστῶν, τυράννου τὴν ἀπόφασιν λῦσαι βουλόμενος καὶ ἠδικημένους ἐκδικῆσαι θέλων καὶ τοὺς αἰτίους καταναλῶσαι βουλόμενος βαρβάρους [καὶ θαυματουργεῖ τὰ τοιαῦτα θεὸς τὸ πῦρ φυλάξας ἐν ἰδίοις ὅροις καὶ δρόσον ἐπιδείξας, καὶ ἵνα τρεῖς παῖδες σωθῶσι, θαυματουργεῖ τὰ τοιαῦτα θεός], ἵνα δὲ κόσμον σώσηι θεός, ἀμφιβάλλεις ὅτι αὐτὸς μείνας θεὸς γέγονεν ἄνθρωπος; οὐκ ἐδεήθη φλόγα μεταβαλεῖν, ἵνα δρόσον ἐργάσηται, καὶ αὐτὸς ἄνθρωπος γενέσθαι βουληθεὶς διὰ σωτηρίαν ἀνθρώπων τὴν ἑαυτοῦ φύσιν ἐδεήθη μεταβαλεῖν; πῦρ ἔμεινε καὶ γέγονε δρόσος, καὶ σὺ λέγεις· πῶς μένει θεὸς καὶ γίνεται ἄνθρωπος;  Ἐπειδὴ γὰρ τὴν φύσιν ἡμῶν βουλόμενος σῶσαι θεὸς οὐ δι' ἑτέρων τὴν σωτηρίαν ἡμῶν, ἀλλὰ δι' ἑαυτοῦ κατεσκεύασεν, ἐπειδὴ πᾶσα κτίσις ἠτόνει πρὸς σωτηρίαν ἡμῶν ἕξιν ἐχόντων καὶ κακίας καὶ πλάνης· ἡ γὰρ μακρὰ τῆς κακίας συνήθεια ἀντὶ φύσεως τοῖς ἀνθρώποις ἐγίνετο παρωσαμένη τὴν φύσιν, προεφήτευσε προφήτης, ἀλλ' ἠτόνει ὁ λόγος τῆι κακίαι νικώμενος, ἄγγελοι λειτουργοὶ τῆς ἡμέτερας ἐγίνοντο σωτηρίας (καὶ μαρτυρεῖ ὁ μέγας Παῦλος λέγων περὶ ἀγγέλων· <οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;>), ἄγγελος ὁ κρείττων τὴν φύσιν ἐλειτούργει πρὸς σωτηρίαν ἡμῶν, ἀλλ' οὐκ ἐσώιζετο ἄνθρωπος, ταῖς κακίαις σπουδαίως ἐγκείμενος, ἠτόνει οὖν ἅπαντα πρὸς ἀνθρώπων τὴν ἀμέλειαν· ἡ γὰρ κακία τῶν πονηρῶν τὴν σπουδὴν ἐνίκα τῶν ἀγαθῶν, οὐχ ὅτι νικᾶται θεός, ἀλλ' ὅτι γνώμηι τοῦ αὐτεξουσίου τὴν ἀρετὴν ἐπιτρέπει, ἀνάγκηι οὐκ ὠθεῖ σε πρὸς κατορθώματα οὐδὲ μὴ βουλόμενον ἕλκει πρὸς ἀρετήν, ἵνα σοι τὴν ἀρετὴν κατασκευάσας ἑκούσιον σὸν αὐτὴν ποιήσηι κατόρθωμα, τί οὖν; ἐπειδὴ καὶ προφῆται ἐνενίκηντο καὶ οὐκ ἐνήργουν διδάσκαλοι καὶ νόμος ἠτόνει καὶ ἄγγελοι τῆς σπουδῆς ἀπετύγχανον, τῆς γνώμης τῶν ἀνθρώπων οὐκ εἰκούσης τοῖς ἀγαθοῖς, αὐτὸς ὁ τῆς φύσεως ποιητὴς ἐπεδήμησε, φύσιν νενικημένην ἀνορθῶσαι βουλόμενος, καὶ παραγίνεται, οὐ κτυπῶν ὡς θεὸς οὐδὲ βρονταῖς καταπλήττων τὰς ἀκοὰς οὐδὲ γνόφον περιβαλλόμενος καὶ πῦρ φοβερὸν ἐν τῶι γνόφωι δεικνὺς οὐδὲ σάλπιγγος ἤχωι τοὺς ἀκούοντας δεδιττόμενος, ὥς ποτε τοῖς Ἰουδαίοις ἐπεφάνη φόβον ἐμποιῶν, οὐ σοβῶν τὸν οἰκέτην, χάριτι δὲ μᾶλλον αὐτὸν προσκαλεῖται καὶ ἀγαθότητι. οὐ δορυφορίας ἐπάγεται ἀρχαγγέλων· οὐ κινεῖ τὰ τῶν ἀγγέλων στρατόπεδα. οὐ γὰρ ἠθέλησε σοβῆσαι τὸν δραπέτην τὸν φυγάδα τῶν ἐκείνου νόμων γενόμενον, ἀλλ' ἔρχεται ὁ πάντων κύριος ἐν δούλου μορφῆι, πτωχείαν περιβαλλόμενος, ἵνα μὴ σοβήσηι τὸ θήραμα. ἐν ἀδήλωι τίκτεται χωρίωι, ἀγρὸν ἀφανῆ πρὸς γέννησιν ἐκλεξάμενος· διὰ πτωχῆς τίκτεται παρθένου καὶ πάντα πτωχὰ προσλαμβάνεται, ἵνα ἡσύχως πρὸς σωτηρίαν ἀγρεύσηι τὸν ἄνθρωπον. εἰ γὰρ ἐπιδόξως ἐτέχθη καὶ πλοῦτον πολὺν περιβαλλόμενος παρεγένετο, εἶπον ἂν οἱ ἄπιστοι ὅτι ἡ τοῦ πλούτου δαπάνη τὴν μεταβολὴν τῆς οἰκουμένης εἰργάσατο. εἰ τὴν μεγάλην Ῥώμην εἵλετο πόλιν, τῆι δυναστείαι τῶν πολιτῶν τῆς οἰκουμένης τὴν μεταβολὴν ἐλογίζοντο. εἰ υἱὸς ἐγένετο βασιλέως, τῆι δυναστείαι τὴν ὠφέλειαν ἐπέγραφον. εἰ νομοθέτου ἐγεγόνει υἱός, αὐτοῦ τοῖς προστάγμασι τὴν ὠφέλειαν ἐπέγραφον. ποιεῖ; πάντα [τὰ ἔργα] πτωχὰ καὶ εὐτελῆ, πάντα μέτρια καὶ τοῖς πλείοσιν ἀφανῆ, ἵνα θεότης μόνη γνωρισθῆι τὴν οἰκουμένην μετακοσμήσασα. διὰ τοῦτο πτωχὴν αἱρεῖται μητέρα, πτωχοτέραν πατρίδα, ἐνδεὴς τοῖς χρήμασι γίνεται. Καὶ τὴν ἔνδειαν ἑρμηνευέτω σοι ἡ φάτνη. οὐχ ὑπαρχούσης γὰρ κλίνης ἐφ' ἧς κατακλιθῆι ὁ κύριος, ἐν φάτνηι τίθεται καὶ γίνεται τῆς χρείας τὸ ἄπορον προφητείας κάλλιστον μήνυμα. ἐν φάτνηι γὰρ κατετέθη, μηνύων ὅτι καὶ ἀλόγων ἔσται τροφή. ὁ γὰρ τοῦ θεοῦ λόγος πρὸς ἑαυτὸν ἐφείλκετο καὶ πλουσίους καὶ πένητας καὶ ἐλλογίμους καὶ τῶι λόγωι βραδεῖς, πενίαι τε συζῶν καὶ ἐν φάτνηι τεθείς. ὁρᾶις πῶς τῆς χρείας ἡ ἔνδεια προφητείαν εἰργάσατο καὶ ἡ πτωχεία τὸν δι' ἡμᾶς πτωχεύσαντα εὐπρόσιτον πᾶσιν ὑπέδειξεν; οὐδεὶς γὰρ δεδοικὼς τοῦ Χριστοῦ πλοῦτον ὑπέρογκον ἄτολμος ἦν· οὐδένα προσελθεῖν αὐτῶι βασιλείας ὕψος ἐκώλυσεν, ἀλλὰ κοινὸς ὤφθη καὶ πένης ὁ πᾶσιν ἑαυτὸν εἰς σωτηρίαν προθείς. ἐν φάτνηι γὰρ ὁ τοῦ θεοῦ κατατίθεται λόγος καὶ διὰ μέσου τοῦ σώματος, ἵνα ἄδειαν ἔχηι λογικός τε καὶ ἄλογος μεταλαβεῖν τῆς σωτηριώδους τροφῆς. καὶ τοῦτο τάχα καὶ ὁ προφήτης πρότερον ἐβόα, τῆς φάτνης ταύτης διηγούμενος τὸ μυστήριον λέγων· <ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν.> εἰ γὰρ καὶ ἁπλουστέραν ἔννοιαν ὁ λόγος ἔχει, δεικνὺς τὸν Ἑβραῖον τῶν ἀλόγων ἀγνωμονέστερον, ἀλλὰ δύναιτ' ἂν καὶ τοῦτο δηλοῦν, φάτνην ὑποδεικνὺς τοῦ κυρίου, ἐφ' ἧς τεθεὶς τροφὴ τοῖς ἀλογωτέροις ἐγένετο. καὶ γὰρ οὐκ ἀορίστως ὁ προφήτης φάτνην δηλοῖ, ἀλλὰ τὴν φάτνην ταύτην ἔφη τοῦ κυρίου αὐτοῦ, τῶι ἄρθρωι τούτωι, οἶμαι, τὴν φάτνην ὡρισμένως σημαίνων. καὶ ταῦτα μὲν φιλοσοφείτω ὁ βουλόμενος, τῆι ποικίληι θεωρίαι τῆς θείας γραφῆς ἐντρυφῶν· ἡμεῖς δὲ ἐδείξαμεν ὅτι ἐπτώχευσε δι' ἡμᾶς ὁ πλούσιος τῶι τῆς θεότητος λόγωι εὔληπτον πᾶσι τὴν σωτηρίαν ποιῶν. ὃ δὴ καὶ σημαίνων ὁ μέγας Παῦλος ἔλεγε· <δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῆι ἐκείνου πτωχείαι πλουτήσωμεν.> καὶ τίς ἦν ὁ πλουτῶν; τί δὲ ἐπλούτει; καὶ πῶς οὗτος ἐπτώχευσε δι' ἡμᾶς; λεγέτωσαν ἡμῖν οἱ τοῦ θεοῦ λόγου διαιροῦντες τὸν ἄνθρωπον καὶ τὸ ἑνωθὲν διιστάντες τῆι μνήμηι τῶν φύσεων, οἱ δύο τινὰ λέγοντες τὸν Χριστὸν καὶ τὸ <ἓν> ἐπινοίαι μόνηι πρὸς ἀπολογίαν κομίζοντες. τίς οὖν ὢν πλούσιος, εἰπέ μοι, τὴν ἐμὴν πτωχείαν ἐπτώχευσεν; ἆρα ὁ φαινόμενος ἄνθρωπος, ὃν σὺ διιστᾶις τῆς θεότητος; ἀλλ' οὐδέποτε οὗτος ἐγένετο πλούσιος· ἦν πτωχός, ἐκ πτωχῶν προγόνων τεχθείς. τίς οὖν ὁ πλούσιος καὶ τί πλουτῶν   ἦν, ὃς δι' ἡμᾶς ἐγένετο πένης; θεός, φησίν, ἐπλούτει τὴν κτίσιν. οὐκοῦν θεὸς καὶ πένης ἐγένετο, ἰδίαν πενίαν τὴν τοῦ ὁρωμένου ποιούμενος. ὁ γὰρ αὐτὸς καὶ ἐπλούτει τὴν θεότητα καὶ δι' ἡμᾶς πένης ἐγένετο. οὐδὲ γὰρ τὸν ἄνθρωπον ἂν εἴποις πλουτεῖν, πτωχὸν ὄντα καὶ φύσει καὶ χρήμασιν, οὐδὲ [γὰρ] τὸν πλουτοῦντα θεότητος ἀξίαν πτωχεύειν ἂνεἴποις, μὴ προσάψας αὐτῶι τὰ ἀνθρώπινα. διὰ τοῦτο καὶ ὁ ἀπόστολος συνάπτων δόξαν θεότητος ἀνθρωπίνοις παθήμασιν, οὐδὲ ἐπινοίαι διαιρεῖν οὐδὲ λόγωι διαστῆσαι τὰ ἑνωθέντα βουλόμενος, τὸν αὐτὸν ἔφη πλουτεῖν θεότητα καὶ πτωχεύειν παθήμασι καὶ τὸ μὲν δι' ἑαυτὸν εἶναι, τὸ δὲ δι' ἡμᾶς πεπονθέναι. εἰ δὲ ὁ πλουτῶν τὴν θεότητα πτωχεύει τὴν ἀνθρώπων πτωχείαν, πῶς οὐχὶ καὶ τὰ λοιπὰ πέπονθεν, ἅπαξ ἄνθρωπος γενέσθαι διὰ φιλανθρωπίαν ἑλόμενος;  Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον· σὺ δέ μοι βλέπε τὸ πτωχότατον οἴκημα τοῦ πλουτοῦντος τὸν οὐρανόν· βλέπε τὴν φάτνην τοῦ ἐπὶ τῶν χερουβὶμ καθημένου· βλέπε σπάργανα τοῦ δήσαντος ψάμμωι τὸ πέλαγος· βλέπε τὴν κάτω πτωχείαν, τὸν ἄνω πλοῦτον αὐτοῦ λογιζόμενος. οὕτως γὰρ ἂν καὶ χάριτος καὶ φιλανθρωπίας ἴδοις τὸ μέγεθος, εἰ τὴν τοσαύτην τοῦ θεοῦ λογίσηι συγκατάβασιν. καὶ γὰρ ἐν ταύτηι τῆι πτωχείαι ὁ πλοῦτος αὐτοῦ τῆς θεότητος δείκνυται, ἀστέρος τοῖς μάγοις δηλοῦντος τὸν πένητα καὶ τοὺς βαρβάρους ἄγοντος ἐπὶ τὴν φάτνην τοῦ πένητος. ἀλλὰ καὶ ἄγγελοι χαίροντες τοῦτον ἀνηγόρευον τὸν πτωχὸν τοῖς ποιμέσιν, ἄιδοντες τὸν πλοῦτον αὐτοῦ τῆς θεότητος. καὶ γὰρ οἱ μάγοι τῶι φαινομένωι τὸν λίβανον προσεκόμισαν ὡς θεῶι, οὐ διιστῶντες τὴν φύσιν

τῆς φύσεως οὐδὲ ἐπινοίαις τέμνοντες τὸν ἡνωμένον, ἀλλ' ἅπαξ τῶι θαύματι τὸνφαινόμενον εἰδότες θεὸν προσφέρουσι λίβανον αὐτῶι τούτωι θεικὴν ἀξίαν μηνύοντες. οὐδὲ ἄγγελοι ταῖς ἐπινοίαις ταῖς κατὰ σὲ τὸ τεχθὲν τοῦ θεοῦ λόγου διέστησαν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν εἰδότες καὶ ὁρώμενον καὶ νοούμενον ἐβόων λέγοντες· <δόξα ἐν ὑψίστοις θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία,> καὶ οὐκ ἄλλα μὲν λέγοντες κατὰ σέ, ἄλλα δὲ ἐπινοοῦντες καὶ ῥήμασι μὲν ὁμολογοῦντες ἕνα Χριστὸν Ἰησοῦν, ἐπινοίαι δὲ διαιροῦντες τὸν αὐτόν, ὥσπερ σύ, ἐννοίας ἔχων μαχομένας τοῖς ῥήμασιν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δοξάζουσι θεόν. καὶ ἐν πενίαι τοίνυν καὶ ἐν φάτνηι τοῖς πᾶσιν ἐφαίνετο. διὰ τοῦτο καὶ ἐν σπαργάνοις ἐστὶ καὶ ὑπὸ ἀγγέλων δοξάζεται ** οὐ τοῦ ἀστέρος καταβάντος πρὸς τοὺς μάγους (οὐδὲ γὰρ τοὺς τόπους ἀμείβουσιν οἱ ἀστέρες), ἀλλ' ἐπειδὴ τῶν Χαλδαίων ἡ γῆ πολλοὺς ἔχει τῆι κινήσει τῶν ἀστέρων προσέχοντας, ἡ δύναμις ἡ κρείττων ὁδηγοῦσα τοὺς μάγους ἀστέρος ἀνέλαβεν ἰδίωμα, ἵνα ἀφ' ὧν ἔμαθον οἱ Χαλδαῖοι μάθωσιν ὃ οὐκ ἤιδεισαν, καὶ ἀστρονομίαι προσέχοντες αὐτοῖς τοῖς ἄστροις τὰ τοῦ Χριστοῦ διδαχθῶσι μυστήρια. ὅτι γὰρ οὐκ ἦν ἀστήρ, ἀλλὰ δύναμις ἀγγελικὴ ὁδηγοῦσα τοὺς βαρβάρους πρὸς τὴν εὐσέβειαν, αὐτὸς ὁ εὐαγγελιστὴς δηλοῖ, τὸν ἀστέρα τοῦτον καὶ ἐν ἡμέραι ποτὲ φαίνεσθαι, ποτὲ δὲ κρύπτεσθαι λέγων, ἄλλοτε δὲ καὶ ὁδηγεῖν αὐτὸν τοὺς μάγους   φησὶ καὶ σὺν αὐτοῖς ἐπὶ τὴν Βηθλεὲμ ἰέναι, ὅπερ οὐκ ἄν τις εἴποι τινὰ τῶν συνήθων ἀστέρων [δῆλον τῆι αἰσθήσει] ποιεῖν, ἀλλὰ δύναμιν ἐν ἄστρου σχήματι φαινομένην τοῖς ἀστρονόμοις. τὸ δὲ <καὶ ἔστη ἐπάνω τοῦ παιδίου> περὶ τοῦ ἀστέρος ῥηθὲν δύναμιν εἶναι τὸ φαινόμενον μηνύσει σαφῶς. οὐ γὰρ ἄν τις τῶν ἐν οὐρανῶι τεταγμένων ἀστὴρ δῆλος ἐγένετο ἐπάνω στὰς τοῦ παιδίου, ἐπειδὴ τὸ τοῦ διαστήματος μέγεθος τῆς ὄψεως κλέπτον τὴν κρίσιν οὐδὲ στάσιν οὐδὲ κίνησιν τῶν ἀστέρων δήλην τῆι αἰσθήσει ποιεῖ. <ἔστη,> φησίν, <ὁ ἀστὴρ ἐπάνω οὗ ἦν τὸ παιδίον.> οὐκοῦν ἀπολιπὼν τὸ ὕψος ὁ φαινόμενος ἀστὴρ χθαμαλώτερος γέγονεν, ἵνα τῆι στάσει δείξηι τοῦ βασιλέως τὴν γέννησιν. καὶ γὰρ ὡς βασιλέα ἐζήτουν οἱ μάγοι, βασιλέως ἐπερωτῶντες τὸν τόκον καὶ τοῖς Ἰουδαίοις λέγοντες· <ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῆι Ἀνατολῆι καὶ ἤλθομεν προσκυνῆσαι αὐτῶι.> βασιλέα ζητεῖς, ὦ μάγε· τίνος ἕνεκεν ὡς θεῶι προσφέρεις τὸν λίβανον; ἀλλ' οἶδα καὶ βασιλέα καὶ θεὸν ἐγνώρισα· διὰ τοῦτο καὶ χρυσὸν αὐτῶι προσφέρω καὶ λίβανον, τοῖς δώροις ὁμοῦ καὶ θεὸν καὶ βασιλέα μηνύων.  Ἀλλ' οὗτος ὁ τότε μάγους ἑλκύσας ἀρρήτωι δυνάμει πρὸς τὴν εὐσέβειαν καὶ νῦν τὴν φαιδρὰν πανήγυριν συνεκρότησε σήμερον, οὐκέτι ἐν φάτνηι τιθέμενος, ἀλλ' ἐπὶ τῆς σωτηριώδους τραπέζης ταύτης προκείμενος. ἐκείνη γὰρ ἡ φάτνη τῆς τραπέζης ταύτης μήτηρ ἐγένετο· διὰ τοῦτο ἐν ἐκείνηι τίθεται, ἵνα ἐπὶ ταύτης βρωθῆι καὶ γένηται τοῖς πιστοῖς σωτήριον ἔδεσμα. ἀλλ' ἡ μὲν φάτνη τὴν λαμπρὰν ταύτην ἀνέδειξε τράπεζαν, ἡ δὲ παρθένος τοὺς χοροὺς τούτους ἐβλάστησε τῆς παρθενίας, ἡ δὲ τοῦ ἐν Βηθλεὲμ οἰκίσκου εὐτέλεια τοὺς περιφανεῖς τούτους ἀνέδειξε ναούς, τὰ δὲ τότε σπάργανα νῦν τῶν ἁμαρτημάτων λυτήρια γέγονεν. εἶδες τῆς τότε πενίας τὰ νῦν φαινόμενα κατορθώ-ματα; εἶδες πτωχείαν τοσούτου πλούτου γεγενημένην μητέρα; μὴ βλάπτει ἡ κάτω τοῦ μονογενοῦς πρὸς ὀλίγον εὐτέλεια, τοσοῦτον πλοῦτον τῆι οἰκουμένηι κομίσασα; τί οὖν ὀνειδίζεις Χριστῶι τὴν ἐν Βηθλεὲμ εὐτέλειαν; διὰ τί πενίαν φέρεις εἰς μέσον, τὰ ἐξ αὐτῆς κέρδη τοῦ κόσμου μὴ λογιζόμενος; διὰ τί ἀνάξιον λέγεις θεοῦ πάθος τοσούτων ἀγαθῶν γενόμενον πρόξενον; διὰ τί ἀφαιρῆι τοῦ μονογενοῦς τὰ τραύματα, ἃ τοσαύτην σωτηρίαν τοῖς ἀνθρώποις ἐπήγασε; τί παρακαθέζηι παθήμασι καὶ οὐ βλέπεις τῶν παθημάτων τὰ νῦν γενόμενα κατορθώματα; διὰ τί πάθος ἀνάξιον λέγεις θεοῦ, ὧι λέλυται τυραννὶς διαβόλου; διὰ τί πενίαν λέγεις ἀναξίαν θεοῦ, δι' ἧς ὁ κόσμος πλουτεῖ τὴν εὐσέβειαν; διὰ τί θάνατον ἀνάξιον λέγεις θεοῦ, ὧι θεὸς ἀνήλωσε θάνατον; τίνος ἕνεκεν σταυρὸν οὐ λέγεις θεοῦ, ὧι θεὸς τὴν κακίαν τοῦ δαίμονος ἐθριάμβευσεν; διὰ τί τοῦτο μόνον οὐ λέγεις θεοῦ, ὃς τὴν ἐμὴν ἁμαρτίαν τῶι ξύλωι προσήλωσε; μὴ διαβάληις πάθη ἀφ' ὧν ἀπάθεια τίκτεται· μὴ διασύρηις εὐτέλειαν ἀφ' ἧς διαβόλου τυραννὶς καταλύεται· μὴ ὀνειδίσηις ῥάπισμα θεῶι, δι' οὗ τῆς ἁμαρτίας τὸν ἄνθρωπον ἠλευθέρωσε· μὴ θεοῦ δεσμὸν εἴπηις ἀνάξιον, ὧι τὸν δεσμὸν τῶν σειρῶν τῆς ἁμαρτίας ἀνέλυσε· μὴ λέγε πενίαν ἀναξίαν θεοῦ   ὅτι ὁ διάβολος πλουτῶν τὴν πλάνην ἐπτώχευσε· μὴ καταγνῶις σταυροῦ βωμοὺς καταλύσαντος· μὴ ἐξευτελίσηις ἥλους οἷς τὴν οἰκουμένην Χριστὸς εἰς ἓν φρόνημα τῆς εὐσεβείας συνέπηξε. μὴ λογίζου τὰ εὐτελῆ, ἀλλὰ τὰ ἐκ τούτων τοῦ παθόντος γενόμενα κατορθώματα, ἃ οὐκ ἂν εἴποις ἀνθρώπου γεγονέναι παθόντος ψιλοῦ, νοῦν ἔχων καὶ τοῖς φαινομένοις πειθόμενος. διὰ τί δὲ καὶ καλεῖς εὐτελῆ ἃ ὁ θεὸς διὰ σωτηρίαν ἀνθρώπων ἠσπάσατο; εἰ γὰρ παθήματα τῆι φύσει ἐστί τε καὶ λέγεται, ἀλλ' ἰατρεία γέγονε τῶν ἡμετέρων παθῶν. μηκέτι οὖν αὐτὰ προσαγόρευε πάθη, ἀλλὰ παθῶν τῶν ἡμετέρων ἰάματα.  Καὶ μή μοι τὰ μέλη τῆς παρθένου εἰς ὄνειδος θεότητος φέρε. οὐδὲ γὰρ τούτων ἡ φύσις ἐστὶν ἀναξία, κἂν ἐπεισελθόντα τὰ τῆς ἀτιμίας πάθη τὴν εὐγένειαν τοῦ σώματος ἐλυμήναντο. οὐ γὰρ αἰσχρὰ τῆι φύσει τὰ μέλη, ἀλλὰ δι' ἐπιθυμίας ἀτόπου ὑβρίζεται. εἰ γὰρ ἦν αἰσχρὰ τῆι φύσει, οὐκ ἂν ταῦτα θεὸς ταῖς ἰδίαις παλάμαις διέπλασεν, ἐπειδήπερ οὐκ αἰσχρῶν ὁ θεός, ἀλλὰ τῶν καλλίστων ἐστὶ ποιητής· <εἶδε> γὰρ <πάντα ὅσα ἐποίησεν ὁ θεός, καὶ ἰδοὺ καλὰ λίαν.> οὐδὲν γὰρ τῶν ὑπὸ θεοῦ γενομένων τῆι ἰδίαι φύσει κακόν, οὐδὲ αἰσχρόν τι θεὸς κατεσκεύασεν, ἀλλ' ἡμεῖς τῆς πρώτης ἐκπεσόντες κατασκευῆς ἐπιθυμίαις ἀτόποις τὴν φύσιν ἡμῶν καθυβρίσαμεν. εἰ οὖν πλάσας ὁ θεὸς τὰ μέλη τῆς γυναικὸς οὐ διαβάλλεται, οὐδὲ ἐνοικήσας ἐν αὐτοῖς ἐνυβρίζεται· ἐν ἰδίαι γὰρ κτίσει θεὸς οὐκ ἀναξίως οἰκεῖ. εἰ δὲ λέγεις· πῶς οὐρανὸν καταλιπὼν ἐν μήτραι κατώικησεν; ἐρῶ σοι κἀγὼ ὅτι θεὸς ὢν ἄνθρωπος δι' ἀνθρώπους ἐγένετο, μείνας θεὸς καὶ οὐ μετατεθείσης οὐσίας.  Ὁμολογῶ τοιγαροῦν τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον, θεὸν μὲν πρὸ αἰώνων, ἄνθρωπον δὲ γενόμενον ἐκ τοῦ τόκου ἀρξάμενον, οὐ δύο, ἀλλ' ἕνα, οὐ φραζόμενον ὡς ἕνα, διττὸν δὲ ἐπινοούμενον· οὐδὲ γὰρ μάχεσθαι δεῖ τῶι λόγωι τὴν ἔννοιαν. οὐ νοοῦμεν δύο, ὁμολογοῦμεν δὲ ἕνα· τὸ γὰρ οἰκονομίαι καὶ θαύματι συνημμένον οὐδὲ λόγος διίστησιν οὐδὲ ἔννοια. εἰ δέ τις ἐπινοίαι διαστήσειε τὸ συνημμένον, διαλελυμένον ἐνόησε καὶ ψευδὴς ἡ ἔννοια γίνεται, διαστήσασα <δηλονότι> τὸ συνημμένον ἀεί. δεῖ οὖν συνομολογοῦσαν ἔχειν τῶι λόγωι τὴν ἔννοιαν. ἕνα λέγεις Χριστόν, τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον; οὐκοῦν ἕνα καὶ νόει. εἰ δὲ λέγεις μὲν ἕνα, ἐπινοεῖς δὲ δύο, τῶι λόγωι σου πολεμοῦσαν ἔχεις τὴν ἔννοιαν. μὴ οὖν λέγε δύο διαφορᾶι τινι διιστάμενα. εἰ γὰρ ἑνοῖς τῶι λόγωι, μὴ τέμηις τῆι ἐννοίαι· εἰ δὲ τέμνεις ταῖς ἐννοίαις, τὴν ἕνωσιν ἤρνησαι. μὴ οὖν πρὸς φύσεις διισταμένας καταγάγηις τὸν λογισμόν, θεοῦ τὴν ἄκραν θαυματουργήσαντος ἕνωσιν. πίστευε τῶι θαύματι καὶ μὴ ἐρεύνα λογισμοῖς τὸ γενόμενον. μὴ καταλύσηις τὸ θαῦμα, εὑρεῖν τὸν λόγον φιλονεικῶν· οὐ γὰρ μένει τὸ θαῦμα οὗ ὁ λόγος γνωρίζεται. εἰ τοῦ γενομένου γνώριμος ὁ λόγος, οὐκέτι σημεῖον οὐδὲ θαῦμα τὸ γεγονός· εἰ δὲ σημεῖον καὶ θαῦμα, καταλιπὼν λογισμοὺς τὴν πίστιν ἀνάλαβε, ὁμολογῶν ἕνα κύριον   Ἰησοῦν Χριστὸν καὶ θεὸν καὶ ἄνθρωπον τὸν αὐτὸν οὐδὲ ἐπινοίαις οὐδὲ λογισμοῖς διιστάμενον, ἵνα μὴ τὰ ἑνωθέντα λογισμοῖς διαστήσαντες οἰκονομίαν σωτήριον ἀρνησώμεθα. εἰ γὰρ ἕνωσις θεοῦ καὶ ἀνθρώπου διὰ τῆς οἰκονομίας γνωρίζεται, ὁ τὴν ἕνωσιν διαστήσας τὴν οἰκονομίαν ἠρνήσατο. πιστεύσωμεν οὖν τῆς οἰκονομίας τοῖς θαύμασιν, ἵνα πιστευθεὶς ὁ Χριστὸς τοῖς ὁμολογοῦσι ταύτην τὴν χάριν βασιλείαν οὐρανῶν δωρήσηται, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Χριστοῦ, ὧι ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images