Τρίτη, 03 Δεκεμβρίου 2024

Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

«Εἰς τά Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος»

(J.-P. Migne, Patrologia Graeca, t.36, 312Α-334Α)

ΛΟΓΟΣ ΛΗʹ.

Αʹ. Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. Ἄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν' ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν· χαρᾷ, διὰ τὴν ἐλπίδα. Χριστὸς ἐκ Παρθένου· γυναῖκες παρθενεύετε, ἵνα Χριστοῦ γένησθε μητέρες. Τίς οὐ προσ κυνεῖ τὸν ἀπ' ἀρχῆς; τίς οὐ δοξάζει τὸν τελευταῖον;

Βʹ. Πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται, πάλιν Ἰσραὴλ στύλῳ φωτίζεται. Ὁ λαὸς, ὁ καθήμενος ἐν σκότει τῆς ἀγνοίας, ἰδέτω φῶς μέγα τῆς ἐπι γνώσεως. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὸ γράμμα ὑποχωρεῖ, τὸ πνεῦμα πλεονεκτεῖ, αἱ σκιαὶ παρατρέχουσιν, ἡ ἀλήθεια ἐπεισέρχεται. Ὁ Μελχισεδὲκ συνάγεται· ὁ ἀμήτωρ, ἀπάτωρ γίνεται· ἀμήτωρ τὸ πρότερον, ἀπάτωρ τὸ δεύτερον. Νόμοι φύσεως καταλύονται. Πληρωθῆναι δεῖ τὸν ἄνω κόσμον. Χριστὸς κελεύει· μὴ ἀντιτείνωμεν. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ (τῷ γὰρ σταυρῷ συνεπαίρεται), καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς, τῆς τοῦ Πατρὸς, Ἄγγελος. Ἰωάννης βοάτω· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Κἀγὼ βοήσομαι τῆς ἡμέρας τὴν δύναμιν· Ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται, ὁ ἀναφὴς ψηλαφᾶται, ὁ ἄχρονος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, Ἰησοῦς Χριστὸς, χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ἰουδαῖοι σκανδαλιζέσθωσαν, Ἕλληνες διαγελάτωσαν, αἱρετικοὶ γλωσσαλγείτωσαν. Τότε πιστεύσουσιν, ὅταν ἴδωσιν εἰς οὐρανὸν ἀνερχόμενον· εἰ δὲ μὴ τότε, ἀλλ' ὅταν ἐξ οὐρανῶν ἐρχόμενον, καὶ ὡς κριτὴν καθεζόμενον.

Γʹ. Ταῦτα μὲν ὕστερον. Τὰ δὲ νῦν Θεοφάνια, ἡ πανήγυρις, εἴτουν Γενέθλια· λέγεται γὰρ ἀμφότερα, δύο κειμένων προσηγοριῶν ἑνὶ πράγματι. Ἐφάνη γὰρ Θεὸς ἀνθρώποις διὰ γεννήσεως· τὸ μὲν ὢν, καὶ ἀεὶ ὢν ἐκ τοῦ ἀεὶ ὄντος, ὑπὲρ αἰτίαν καὶ λόγον (οὐδὲ γὰρ ἦν τοῦ Λόγου λόγος ἀνώτερος)· τὸ δὲ, δι' ἡμᾶς γενόμενος ὕστερον, ἵν' ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι χαρίσηται· μᾶλλον δὲ, ῥεύσαντας ἡμᾶς ἀπὸ τοῦ εὖ εἶναι διὰ κακίαν, πρὸς αὐτὸ πάλιν ἐπα ναγάγῃ διὰ σαρκώσεως. Ὄνομα δὲ, τῷ φανῆναι μὲν, Θεοφάνια· τῷ δὲ γεννᾶσθαι, Γενέθλια.

Δʹ. Τοῦτό ἐστιν ἡμῖν ἡ πανήγυρις, τοῦτο ἑορτά ζομεν σήμερον, ἐπιδημίαν Θεοῦ πρὸς ἀνθρώπους, ἵνα πρὸς Θεὸν ἐνδημήσωμεν, ἢ ἐπανέλθωμεν (οὕτω γὰρ εἰπεῖν οἰκειότερον), ἵνα τὸν παλαιὸν ἄν θρωπον ἀποθέμενοι, τὸν νέον ἐνδυσώμεθα·καὶ ὥσπερ ἐν τῷ Ἀδὰμ ἀπεθάνομεν, οὕτως ἐν τῷ Χριστῷ ζή σωμεν, Χριστῷ καὶ συγγεννώμενοι, καὶ συσταυ ρούμενοι, καὶ συνθαπτόμενοι, καὶ συνανιστά μενοι. Δεῖ γάρ με παθεῖν τὴν καλὴν ἀντιστροφήν· καὶ ὥσπερ ἐκ τῶν χρηστοτέρων, ἦλθε τὰ λυπηρὰ, οὕτως ἐκ τῶν λυπηρῶν, ἐπανελθεῖν τὰ χρηστότερα. Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευ σεν ἡ χάρις· καὶ εἰ ἡ γεῦσις κατέκρινε, πόσῳ μᾶλλον τὸ Χριστὸν παθεῖν ἐδικαίωσεν; Τοιγαροῦν ἑορτάζωμεν, μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ' ὑπερκοσμίως· μὴ τὰ ἡμέτερα, ἀλλὰ τὰ τοῦ ἡμετέρου, μᾶλλον δὲ τὰ τοῦ Δεσπότου· μὴ τὰ τῆς ἀσθενείας, ἀλλὰ τὰ τῆς ἰατρείας· μὴ τὰ τῆς πλάσεως, ἀλλὰ τὰ τῆς ἀναπλάσεως.

Εʹ. Ἔσται δὲ τοῦτο πῶς; Μὴ πρόθυρα στεφανώ σωμεν, μὴ χοροὺς συστησώμεθα, μὴ κοσμήσωμεν ἀγυιὰς, μὴ ὀφθαλμὸν ἑστιάσωμεν, μὴ ἀκοὴν καταυλήσωμεν, μὴ ὄσφρησιν ἐκθηλύνωμεν, μὴ γεῦσιν κα ταπορνεύσωμεν, μὴ ἁφῇ χαρισώμεθα, ταῖς προχεί ροις εἰς κακίαν ὁδοῖς, καὶ εἰσόδοις τῆς ἁμαρτίας, μὴ ἐσθῆτι μαλακισθῶμεν, ἁπαλῇ τε καὶ περιῤῥεούσῃ, καὶ ἧς τὸ κάλλιστον ἀχρηστία, μὴ λίθων διαυγείαις, μὴ χρυσοῦ περιλάμψεσι, μὴ χρωμάτων σοφίσμασι ψευδομένων τὸ φυσικὸν κάλλος, καὶ κατὰ τῆς εἰκόνος ἐξευρημένων· μὴ κώμοις καὶ μέθαις, οἷς κοίτας καὶ ἀσελγείας οἶδα συνεζευγμένας· ἐπειδὴ κακῶν διδασκάλων κακὰ τὰ μαθήματα, μᾶλλον δὲ πονηρῶν σπερμάτων πονηρὰ τὰ γεώργια. Μὴ στιβάδας ὑψηλὰς πηξώμεθα σκηνοποιοῦντες τῇ γαστρὶ τὰ τῆς θρύ ψεως. Μὴ τιμήσωμεν οἴνων τοὺς ἀνθοσμίας, ὀψο ποιῶν μαγγανείας, μύρων πολυτελείας. Μὴ γῆ καὶ θάλασσα τὴν τιμίαν ἡμῖν κόπρον δωροφορείτωσαν· οὕτω γὰρ ἐγὼ τιμᾷν οἶδα τρυφήν. Μὴ ἄλλος ἄλλον ἀκρασίᾳ νικᾷν σπουδάζωμεν. Ἀκρασία γὰρ ἐμοὶ, πᾶν τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν· καὶ ταῦτα πεινώντων ἄλλων καὶ δεομένων, τῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τε καὶ κράματος.

ςʹ. Ἀλλὰ ταῦτα μὲν Ἕλλησι παρῶμεν, καὶ Ἑλληνικοῖς κόμποις, καὶ πανηγύρεσιν· οἳ καὶ θεοὺς ὀνομάζουσι κνίσσαις χαίροντας, καὶ ἀκολούθως τὸ θεῖον τῇ γαστρὶ θεραπεύουσι, πονηροὶ πονηρῶν δαιμόνων, καὶ πλάσται, καὶ μυσταγωγοὶ, καὶ μύσται τυγχάνοντες. Ἡμεῖς δὲ, οἷς Λόγος τὸ προσ κυνούμενον, κἄν τι δέῃ τρυφᾷν, ἐν λόγῳ τρυφήσωμεν, καὶ θείῳ νόμῳ, καὶ διηγήμασι, τοῖς τε ἄλλοις, καὶ ἐξ ὧν ἡ παροῦσα πανήγυρις· ἵν' οἰκεῖον ᾖ τὸ τρυφᾷν, καὶ μὴ πόῤῥω τοῦ συγκαλέσαντος. Ἢ βούλεσθε (καὶ γὰρ ἐγὼ σήμερον ἑστιάτωρ ὑμῖν) ἐγὼ τὸν περὶ τούτων παραθῶ λόγον τοῖς καλοῖς ὑμῖν δαιτυμόσιν, ὡς οἷόν τε δαψιλῶς τε καὶ φιλοτίμως, ἵν' εἰδῆτε, πῶς δύναται τρέφειν ὁ ξένος τοὺς ἐγχωρίους, καὶ τοὺς ἀστικοὺς ὁ ἄγροι κος, καὶ τοὺς τρυφῶντας ὁ μὴ τρυφῶν, καὶ τοὺς περιουσίᾳ λαμπροὺς, ὁ πένης τε καὶ ἀνέστιος; Ἄρξομαι δὲ ἐντεῦθεν· καί μοι καθήρασθε, καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα· ἐπειδὴ περὶ Θεοῦ, καὶ θεῖος ὁ λόγος· ἵν' ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τε ἅμα καὶ συντομώτατος· ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν, μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον.

Ζʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλλον δὲ ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνομάζει, τῷ Μωϋσεῖ χρη ματίζων ἐπὶ τοῦ ὄρους. Ὅλον γὰρ ἐν ἑαυτῷ συλ λαβὼν, ἔχει τὸ εἶναι, μήτε ἀρξάμενον, μήτε παυσό μενον, οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπῖπτον ἔννοιαν, καὶ χρόνου καὶ φύσεως· νῷ μόνῳ σκιαγραφούμενος, καὶ τοῦτο λίαν ἀμυδρῶς καὶ μετρίως, οὐκ ἐκ τῶν κατ' αὐτὸν, ἀλλ' ἐκ τῶν περὶ αὐτὸν, ἄλλης ἐξ ἄλλου φαν τασίας συλλεγομένης, εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα, πρὶν κρατηθῆναι, φεῦγον, καὶ πρὶν νοηθῆναι, διαδιδράσκον· τοσαῦτα περιλάμπον ἡμῶν τὸ ἡγεμονικὸν, καὶ ταῦτα κεκαθαρμένον, ὅσα καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης. Ἐμοὶ δοκεῖν, ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον, καὶ ἀνεπιχείρητον), τῷ δὲ ἀλήπτῳ θαυ μάζηται, θαυμαζόμενον δὲ ποθῆται πλέον, ποθούμε νον δὲ καθαίρῃ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζη ται, τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις, ἤδη προσομιλῇ, τολμᾷ τι νεανικὸν ὁ λόγος, Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους. Ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον· καὶ τοῦτο πάντη καταληπτὸν αὐτοῦ μόνον, ἡ ἀπειρία· κἄν τις οἴηται τῷ ἁπλῆς εἶναι φύσεως, ἢ ὅλον ἄληπτον εἶναι, ἢ τελέως ληπτόν. Τί γὰρ ὃς ἁπλῆς ἐστι φύσεως, ἐπι ζητήσωμεν. Οὐ γὰρ δὴ τοῦτο φύσις αὐτῷ ἡ ἁπλότης· εἴπερ μηδὲ τοῖς συνθέτοις, μόνον τὸ εἶναι συνθέτοις.

Ηʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρταῦτα, καὶ μὴ ἐν τού τοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν· ὅταν δὲ εἰς τὰ κάτω καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον· ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρό νος, οὔτε χρόνου τι μέρος· οὐδὲ γὰρ μετρητόν· ἀλλ' ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις, αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα, καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ' οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν· οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἢ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἀμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφι λοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.

Θʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμενα (τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος), πρῶ τον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις καὶ οὐρανίους· καὶ τὸ ἐννόημα ἔργον ἦν, Λόγῳ συμπληρούμενον, καὶ Πνεύματι τελειούμενον. Καὶ οὕτως ὑπέστησαν λαμπρότητες δεύτεραι, λειτουργοὶ τῆς πρώτης λαμπρότητος· εἴτε νοερὰ πνεύματα, εἴτε πῦρ οἷον ἄϋλον καὶ ἀσώματον, εἴτε τινὰ φύσιν ἄλλην, ὅτι ἐγγυτάτω τῶν εἰρημένων, ταύτας ὑποληπτέον. Βούλομαι μὲν εἰπεῖν, ὅτι ἀκινήτους πρὸς τὸ κακὸν, καὶ μόνην ἐχούσας τὴν τοῦ καλοῦ κίνησιν, ἅτε περὶ Θεὸν οὔσας, καὶ τὰ πρῶτα ἐκ Θεοῦ λαμπομένας· τὰ γὰρ ἐνταῦθα, δευτέρας ἐλλάμψεως Πείθει δέ με, μὴ ἀκινήτους, ἀλλὰ δυσκινήτους, καὶ ὑπο λαμβάνειν ταύτας, καὶ λέγειν, ὁ διὰ τὴν λαμπρότητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενόμενος, καὶ λεγόμενος, αἵ τε ὑπ' αὐτὸν ἀποστατικαὶ δυνάμεις, δημιουργοὶ τῆς κακίας, τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡμῖν πρόξενοι.

Ιʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ, καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κό σμον ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι τὸ ἐξ οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα, ἐπαινετὸν μὲν τῆς καθ' ἕκαστον εὐφυΐας, ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρμοστίας καὶ συμφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσμου συμπλή ρωσιν· ἵνα δείξῃ, μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν, καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι· Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων; Κέντει τὸν πῶλον περὶ τὴν νύσ σαν. Τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς προκαθεζόμεθα σήμερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ μι κρὸν ἄνωθεν ἠρξάμην, οὕτω τοῦ πόθου καὶ τοῦ λόγου βιασαμένων.

ΙΑʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγαλουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶμα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σοφίας μείζονος γνώρισμα, καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδεί ξασθαι Λόγος, καὶ ζῶον ἓν ἐξ ἀμφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος), οἷόν τινα κόσμον δεύτερον, ἐν μικρῷ μέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτὸν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος· τὸν αὐτὸν, πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν, ἵνα μένῃ καὶ δο ξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας τοῦ μυστηρίου τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσον τος ὑψηλότερον.

ΙΒʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωργὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἀπλουστέρων καὶ τῶν τελεωτέρων, γυμνὸν καὶ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προβλήματος. Τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ' ἀρχῆς. Καὶ δίδωσι νόμον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόμος ἦν ἐντολὴ, ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὐ μὴ προσαπτέον. Τὸ δὲ ἦν τὸ ξύλον τῆς γνώσεως, οὔτε φυτευθὲν ἀπ' ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονε ρῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ θεομάχοι, μηδὲ τὸν ὄφιν μιπείσθωσαν)· ἀλλὰ καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὲ θεωρία, ἧς μόνοις ἐπιβαίνειν ἀσφαλὲς τοῖς τὴν ἕξιν τελεωτέροις), οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι καὶ δεομένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπαθεν ὡς ἁπαλωτέρα, καὶ ἢν προσήγα γεν ὡς πιθανωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενείας! ἐμὴ γὰρ ἡ τοῦ προπάτορος), τῆς μὲν ἐντολῆς ἐπελάθετο τῆς δοθείσης, καὶ ἡττήθη τῆς πικρᾶς γεύσεως· ὁμοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ τοῦ Θεοῦ, διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερματίνους ἀμφιέννυται χιτῶνας, ἴσως τὴνπαχυτέ ραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶτον γινώσκει τὴν Ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύπτεται. Κερδαίνει μέν τι κἀνταῦθα· τὸν θά νατον, καὶ τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν· καὶ γίνεται φιλανθρωπία ἡ τιμωρία. Οὕτω γὰρ ἐγὼ πείθομαι κολάζειν Θεόν.

ΙΓʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον, ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, ση μείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν ἀνελπίστοις μεταβολαῖς, ὑφ' ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν. Τέλος ἰσχυροτέρου δεῖται φαρμά κου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορκίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρείαις, καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγ χάνει. Τὸ δὲ ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρ χετύπου κάλλους, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος· ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. Καὶ πάντα γίγνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆναι)· προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ Πνεύματος· ὧν, τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως! ὢ τῆς παραδόξου κράσεως! ὁ ὢν γίνεται, καὶ ὁ ἄκτιστος κτίζεται, καὶ ὁ ἀχώρητος χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι, καὶ σαρκὸς παχύτητι. Καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν' ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν' ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; Τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμ βάνει τῆς ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμ βάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστε ρον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.

ΙΔʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέ θανε, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ Πονηροῦ πλάσματα; Τοῦτο ἐγκαλεῖς Θεῷ, τὴν εὐεργεσίαν; Διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινός; Ὅτι ἐπὶ τὸ πλα νώμενον ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ' ὧν ἐθυσίαζες, καὶ πλανώμενον εὗρε· καὶ εὑρὼν, ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ' ὧν καὶ τὸ ξύλον· καὶ λαβὼν, ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωήν· καὶ ἀναγαγὼν, τοῖς μένουσι συνηρίθμησεν; Ὅτι λύχνον ἧψε τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἂς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο; Ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκο λουθεῖ τὸ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος; Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; Διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν; Ὅτι διὰ τὴν συγκύπτουσαν χαμαὶ ψυχὴν τα πεινοῦται, ἵνα καὶ συνανυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελώνων ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν· εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι· καὶ τὸν ἐπικλινόμενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος, κατὰ τὸν νόμον, ἀνασώσηται.

ΙΕʹ. Ἀπεστάλη μὲν, ἀλλ' ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδί ψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε νόμῳ σώμα τος· εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς, ἀποστολὴν εἶναι νόμισον, ἐφ' ὃν ἀνα φέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παρα δεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρὸς, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνε ληλυθέναι πάλιν. ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λο γίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγος! Ὑπὸ μὲν τῶν, ὡς Θεὸς, τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν, ὡς σὰρξ, ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῇ πλέον; Μᾶλλον δὲ τίσιν ἀφῇ; Τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέ μνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τού τους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ θεότητι. Προσκόπτεις τῇ σαρκί; Τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς; καὶ τὸ ἑξῆς σιωπήσομαι. Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαί μονες. Ὦ δαιμόνων ἀπιστότερε, καὶ Ἰουδαίων ἀγνωμονέστερε! Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν, ὁμοτιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν. Ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν θεό τητα. Κρεῖττον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν' εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως.

Ιςʹ. Μικρὸν μὲν οὖν ὕστερον ὄψει καὶ κα θαιρόμενον Ἰησοῦν ἐν τῷ Ἰορδάνῃ τὴν ἐμὴν κάθαρσιν· μᾶλλον δὲ ἁγνίζοντα τῇ καθάρσει τὰ ὕδατα (οὐ γὰρ δὴ αὐτὸς ἐδεῖτο καθάρσεως, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου), καὶ σχιζομένους τοὺς οὐρανοὺς, καὶ ὑπὸ τοῦ συγγενοῦς Πνεύματος μαρτυρούμενον, καὶ πειραζόμενον, καὶ νικῶντα, καὶ ὑπὸ ἀγγέλων ὑπηρετούμενον, καὶ θεραπεύοντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ζωοποιοῦντα νεκροὺς (ὡς ὄφελόν γε καὶ σὲ τῇ κακοδοξίᾳ νενεκρωμένον), καὶ δαίμονας ἀπελαύνοντα, τὰ μὲν δι' ἑαυτοῦ, τὰ δὲ διὰ τῶν μαθητῶν, καὶ ἄρτοις ὀλίγοις τρέφοντα μυριάδας, καὶ πεζεύοντα πέλαγος, καὶ προδιδόμενον, καὶ σταυρούμενον, καὶ συσταυροῦντα τὴν ἐμὴν ἁμαρ τίαν· ὡς ἀμνὸν προσαγόμενον, καὶ ὡς ἱερέα προσ άγοντα, ὡς ἄνθρωπον θαπτόμενον, καὶ ὡς Θεὸν ἐγειρόμενον, εἶτα καὶ ἀνερχόμενον, καὶ ἥξοντα μετὰ τῆς ἑαυτοῦ δόξης. Πόσαι μοι πανηγύρεις καθ' ἕκα στον τῶν τοῦ Χριστοῦ μυστηρίων! Ὧν ἁπάντων κε φάλαιον ἓν, ἡ ἐμὴ τελείωσις καὶ ἀνάπλασις, καὶ πρὸς τὸν πρῶτον Ἀδὰμ ἐπάνοδος.

ΙΖʹ. Νυνὶ δέ μοι δέξαι τὴν κύησιν, καὶ προσ κίρτησον· εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ' ὡς Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν αἰδέσθητι, δι' ἣν εἰς οὐρανοὺς ἐγρά φης· καὶ τὴν γέννησιν σεβάσθητι, δι' ἣν ἐλύθης τῶν δεσμῶν τῆς γεννήσεως· καὶ τὴν Βηθ λεὲμ τίμησον τὴν μικρὰν, ἥ σε πρὸς τὸν παράδεισον ἐπανήγαγε· καὶ τὴν φάτνην προσκύνησον, δι' ἣν ἄλογος ὢν, ἐτράφης ὑπὸ τοῦ Λόγου. Γνῶθι, ὡς βοῦς, τὸν κτησάμενον, Ἡσαΐας διακελεύεταί σοι, καὶ, ὡς ὄνος, τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόμον, καὶ μηρυ κισμὸν ἀναγόντων τοῦ λόγου, καὶ πρὸς θυσίαν ἐπι τηδείων· εἴτε τῶν ἀκαθάρτων τέως, καὶ ἀβρώτων, καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς μερίδος. Μετὰ τοῦ ἀστέρος δράμε, καὶ μετὰ Μάγων δωροφόρησον, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν, ὡς βασιλεῖ, καὶ ὡς Θεῷ, καὶ ὡς διὰ σὲ νεκρῷ. Μετὰ ποιμένων δόξα σον, μετὰ ἀγγέλων ὕμνησον, μετὰ ἀρχαγγέλων χό ρευσον. Ἔστω κοινὴ πανήγυρις οὐρανίων καὶ ἐπι γείων δυνάμεων. Πείθομαι γὰρ κἀκείνας συναγάλλεσθαι καὶ συμπανηγυρίζειν σήμερον· εἴπερ εἰσὶ φιλάνθρωποι καὶ φιλόθεοι, ὥσπερ ἃς Δαβὶδ εἰσάγει μετὰ τὸ πάθος συνανιούσας Χριστῷ, καὶ προσυπαντώσας, καὶ διακελευομένας ἀλλήλαις τὴν τῶν πυλῶν ἔπαρσιν.

ΙΗʹ. Ἓν μίσησον τῶν περὶ τὴν Χριστοῦ γένναν, τὴν Ἡρώδου παιδοκτονίαν· μᾶλλον δὲ καὶ ταύτην αἰδέσθητι, τὴν ἡλικιῶτιν Χριστοῦ θυσίαν, τοῦ καινοῦ σφαγίου προθυομένην. Ἂν εἰς Αἴγυπτον φεύγῃ, προθύμως συμφυγαδεύθητι. Καλὸν τῷ Χριστῷ συμφεύγειν διωκομένῳ. Ἂν ἐν Αἰγύπτῳ βραδύνῃ, κάλεσον αὐτὸν ἐξ Αἰγύπτου, καλῶς ἐκεῖ προσκυνούμενον. Διὰ πασῶν ὅδευσον ἀμέμπτως τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων, ὡς Χριστοῦ μαθητής.

Ἁγνίσθητι, περιτμήθητι, περιελοῦ τὸ ἀπὸ γενέσεως κάλυμμα. Μετὰ τοῦτο δίδαξον ἐν τῷ ἱερῷ, τοὺς θεοκαπήλους ἀπέλασον· λιθάσθητι, ἂν τοῦτο δέῃ παθεῖν· λήσῃ τοὺς βάλλοντας, εὖ οἶδα, φεύξῃ καὶ διὰ μέσου αὐτῶν, ὡς Θεός. Ὁ Λόγος γὰρ οὐ λιθάζεται. Ἂν Ἡρώδῃ προσαχθῇς, μηδὲ ἀποκριθῇς τὰ πλείω. Αἰδεσθήσεταί σου καὶ τὴν σιωπὴν πλέον ἢ ἄλλων τοὺς μακροὺς λόγους. Ἂν φραγελλωθῇς, καὶ τὰ λειπόμενα ζήτησον. Γεῦσαι χολῆς, διὰ τὴν γεῦσιν· ὄξος ποτίσθητι, ζήτησον ἐμπτύσματα, δέξαι ῥαπίσματα, κολαφίσματα· ἀκάνθαις στεφανώθητι, τῷ τραχεῖ τοῦ κατὰ Θεὸν βίου· περιβαλοῦ τὸ κόκκινον, δέξαι κάλαμον, προσκυνήθητι παρὰ τῶν παιζόντων τὴν ἀλήθειαν· τέλος συσταυρώθητι, συννεκρώθητι, συντάφηθι προθύμως, ἵνα καὶ συναναστῇς, καὶ συνδοξασθῇς, καὶ συμβασιλεύσῃς, Θεὸν ὁρῶν ὅσον ἐστὶ, καὶ ὁρώμενος, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ δοξαζόμενον, ὃν καὶ νῦν τρανοῦσθαι ἡμῖν εὐχόμεθα, ὅσον ἐφικτὸν τοῖς δεσμίοις τῆς σαρκὸς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images