Σάββατο, 23 Νοεμβρίου 2024

Γεωργίου Νικομηδείας

(Λόγος Α΄)

«Εἰς τόν χρημαστισμόν τῆς συλλήψεως τῆς ἁγίας Ἄννης»

(J.-P. Migne, Patrologia Graeca, t. 100, 1336Α-1354Β)

 

Λαμπρὰ μὲν καὶ περιφανὴς ἡ τῆς παρούσης ἑορτῆς τελετή λαμπροτέρα δὲ τῇ τῶν ἐν ταύτῃ συνδραμόντων διανίσχει φιλοτιμίᾳ. Ἔχει μὲν γάρ καὶ καθ' ἑαυτὴν τήν διαφανῆ μεγαλοπρέπειαν, δημοσιεύει δὲ ταύτην τῇ τῶν συνερχομένων ὁμηγύρει. καί φαιδρύνεται μέν αὐτή διά τοῦ πλήθους, φαιδρύνει δὲ τὸ πλῆθος τῇ τῶν χαρίτων ἐπιλάμψει. οὐκ ἐκ μετοχῆς τινος τὴν τοῦ φωτός ἐπίτασιν δεχομένη τῇ μεταδόσει δὲ τὴν οἰκείαν εἰς τοὺς ἀγειρομένως φανεροῦσα καὶ παραδεικνῦσα λαμπρότητα. τῇ περιφανείᾳ τῆς αἴγλης συνεπτεκτείνεται. Καὶ ὥσπερ ὁ ὁρώμενος οὗτος ἥλιος, ἔχει μἐν παρ᾿ ἑαυτῷ καὶ τῶν ὄψεων ἀποκρυπτόμενος τό φαιδρότατον διανίσχων δὲ καί ἐξ ἡλιβάτων προκύπτων ὀρέων, ἐπὶ τὰ κάλλιστα μὲν ἐφαπλοῖ τῆς πτίσεως τὰς ἀκτῖνας, τῇ ἐκείνων δὲ περιαυγάσει τὴν τοῦ θαύματος συνεπιτείνει μεγαλειότητα, οὕτω καὶ ἡ τῷ νοητῷ φωτὶ τῆς χάριτος ὑπεραυγαζομένη σήμερον ἑορτὴ, ἔχει μὲν καθ' ἑαυτὴν τὸ ἀειλαμπές, ὑπερεκτείνει δὲ τοῦτο τῇ ἀναλόγῳ τῶν συντρεχόντων καὶ φωτιζομένων συνελεύσει. Οὐκοῦν ἐπειδή ταῖς μυστικαῖς αὕτη τοῦ πνεύματος ἀκτῖσι καταυγάζει, φωτίζονται δέ πάντας οἱ ἐν ταύτῃ συνερχόμενοι, κρεῖττον ἂν εἴη παντὸς αἱρετοῦ προσδραμεῖν αὐτῇ προθύμους, καὶ φωτισθῆναι, καταυγασθῆναι διάνοιαν καί περιλαμφθῆναι φωτὶ, νέφει τῷ ἐπικήρῳ μὴ καλυπτομένῳ. Τοιαύτη γὰρ ἡ ἑορτή παρούσῃ εὐφροσύνης ἐφαπλουμένη λαμπρότης. καὶ οὕτω διαρκεστέραν, μᾶλλον δὲ ὑπερφαῆ τοῖς φαινομένοις τὴν αἴγλην ἐνίησι. Σήμερον γάρ τῆς νοητῆς νεφέλης ἐφαπλοῦσθαι κηρυττομένης, αἱ τοῦ ἀδύτου μὲν φωτὸς προανίσχουσι εἰς τὸν κόσμον ἀκτῖνες, τὸ κρατῆσαν δὲ τῆς ἀθεΐας ἀπομειοῦσθαι καὶ ἀπελαύνεσθαι ἄρχεται σκότος. Σήμερον τῆς τοῦ θεϊκοῦ σκηνώματος οἰκοδομῆς μηνυομένης, οἱ τῆς εὐσεβείας μὲν καταπήγνυνται θεμέλιοι, ἐκ βάθρων δὲ τά τῆς ἀσεβείας ὀχυρώματα κατασείεται. Σήμερον τῆς βασιλικῆς ἐξυφαινομένης ἀλουργίδος, ἡ τοῦ τῶν ὅλων Βασιλέως προκαταγγέλλεται ἐνδημία ἐκ τῶν ἐκπεπολεμωμένων ἀνθρώπων προϋπογράφονται ὑπαλλαγαί τά κατὰ τοῦ πολεμήτορος αὐτῶν προαναφωνεῖται τρόπαια. Σήμερον ἡ ρίζα τῶν ἀγαθῶν ἐν ἀκάρπῳ προαγορευομένη φύεσθαι νηδύϊ, τήν ἀποξηρανθεῖσαν ἡμῶν τῇ κακίᾳ φύσιν, νεοθαλῆ τῆς εὐσεβείας ἀναφύειν προμηνύει βλαστήματα. Σήμερον ἡ ἀδιόδευτος τοῦ βασιλέως ἐρειδομένη πύλη, αὐτοῦ μέν τῇ ὑπέρ ἔννοιαν προετοιμάζεται διόδῳ ἡμῖν δέ βασίμους τὰς οὐρανίους προκατασκευάζει πύλας. Σήμερον ἄγονοι πατέρες τῆς πολυγόνου τῶν ἀγαθῶν ἀφθονίας τὴν αἰτίαν εὐαγγελιζόμενοι τίκτειν, παντὶ τῷ γένει τὴν τοῦ πλούτου προευτρεπίζουσι μέθεξιν. Ἀλλ᾿ ὡς δεδοξασμένον τὸ τούτων εἰς αἰῶνας συμπαρατείνεται μνημόσυνον! ὡς ἀναφαίρετον αὐτῶν διαμένει τὸ κλέος! ὡς μακαρία μὲν ἡ ἐκλογὴ, μακαριστὸν δὲ αὐτῶν τὸ ἐν ἀρεταῖς εὐδόκιμον, δι᾿ οὗ καὶ τὸ ἐκλεγῆναι αὐτοῖς προσεγένετο! Τούτῳ γὰρ ἁπάντων κρατήσαντες ὁμοφυῶν προαιρέσεως μεγαλοφυΐα, τῇ κατ᾽ ἐκλογὴν χαρισμάτων ὑπερανέβησαν μεγαλοπρεπείᾳ. Προετιμήθησαν γάρ παντὸς τοῦ γένους, ἐπειδή πάντων τῶν ὄντων τὸν Δημιουργὸν προετίμησαν. Προεκρίθησαν, ἐπειδὴ τήν τοῦ Δεσπότου τῆς οἰκείας ζωῆς προϋκριναν ἀγάπην. Προεξελέχθησαν εἰς μυστηρίων λειτουργίαν, ἐπειδήπερ τά τοῦ ἐκλεξαμένου θελήματα μόνα πληροῦν διά παντὸς ἠρετίσαντο' ἐδοξάσθησαν ἐπειδή δι’ οἰκείων αὐτὸν ἐδόξασαν ἔργων ἐμεγαλύνθησαν τῇ τῆς χάριτος μεγαλοδωρεᾷ, ἐπειδήπερ ἀξίους ἑαυτοὺς τῆς τοιαύτης ὑποδοχῆς προκατεσκεύασαν. Τοῦτο γάρ αὐτοὺς τῶν προγεγενημένων ἁπάντων ὑπερετίμησε δικαίων. Τοῦτο αὐτοὺς τῶν ἐκείνοις ἐπιθυμητῶν κατηξίωσεν ἐναπολαῦσαι μυστηρίων- τοῦτο τῶν προφητευθέντων  αὐτοῖς καί πολυποθήτως ἐπιζητηθέντων, τήν τῆς ἐκβάσεως ἀρχήν παραχθῆναι πεποίηκε. Διά τοῦτο τῶν συμφυλετῶν ἁπάντων προτεθέντες, τοῦ ἀσυγκρίτου τετυχήκασιν ἀξιώματος. Ἀνεπίμικτον γάρ τό βασίλειον τηρήσαντες γένος, ἀνόθευτον αὐτό καί ἀπαραχάρακτον ταῖς βασιλικαῖς διετήρησαν ἀρεταῖς. Οὐ παρεσύρησαν τοῦ τῆς ἀξίας ὑπερανεστηκότος πρός δουλοπρεπῆ τῶν ἡδονῶν ταπείνωσιν, ἀλλ’ ἀταπείνωτον τό μεγαλοπρεπές αὐτοῦ διασώζοντες, τῇ καταλλήλῳ μέν αὐτοῦ διαβοήθησαν ἀνακηρύξει, τήν Βασιλίδα δέ τοῦ παντός, ὡς εὐσεβείας καί κράτους καρπόν ἀποκυῆσαι κατηξιώθησαν. Οὕτω γὰρ ἡ τά περί αὐτῶν διηγουμένη ἱστορία συνῳδὰ τοῖς πράγμασι παρατιθεμένη φησίν · ὡς καθάπερ οὗτοι τό θεοειδὲς κάλλος, καί τήν πρώτην εὐπρέπειαν, οὕτω καί τοῦ γένους ἀνεπίμικτον διετήρησαν εὐγένειαν, ἐν τοῖς τῶν φυλῶν καλλίστης τιμώμενοι · μᾶλλον δέ, τῶν τιμωμένων ὑπερτιθέμενοι* πλουτοῦντες μὲν ἐν τῇ τῶν ἐκτός περιουσία, ὑπερπλουτοῦντες δὲ ἐν τῇ τῆς προαιρέσεως φιλοτιμίᾳ· οὕτω τὸν ἄλλους πρός ἥδονας παρακαλοῦντα καί καθέλκοντα πλοῦτον, ὕλην αὐτοί καλοκαγαθίας καὶ ἐπιβάθραν εἰς τό τῶν ἀρετῶν ὕψος πεποίηνται, οὗ μόνον τά κατὰ νόμον καὶ θεσμοὺς ἐκπληροῦντες, δι’ ὧν ἡ εὐλογία μὲν τῷ πλούτῳ, ἡ εὐνομία δὲ

τοῖς καρποφοροῦσιν ἀφορίζεται * ἀλλὰ τὰ πολλὰ τούτων ὑπερβαίνοντες, μᾶλλον δὲ τὸ πᾶν τῆς περιουσίας ἀνατιθέντες Θεῷ, ὑπερετέθησαν τῶν καρποφορησάντων ἁπάντων τῇ μεγαλοψυχία τῶν προσαγομένων. Προσέφερε γάρ, φησὶν, Ἰωακεὶμ διπλᾶ τὰ δῶρα αὐτοῦ, λέγων. Ἔστω τό τῆς περιουσίας μου παντὶ τῷ λαῷ, καὶ τό τῆς ἀφέσεως μου Κυρίῳ τῷ Θεῷ.  Ὤ τῶν εὐπροσδέκτων τούτων δώρων! ὤ καρποφορίας ἑν ἀσυλήτοις ἀποτεθείσης θησαυροῖς! ὢ πλούτου τῆν ἀκένωτον τῶν ἀγαθῶν θησαυρίσαντος ἀφθονίαν! ὤ προαιρέσεως τῇ δαψιλείᾳ τῶν καλλιερουμένων θαυμαζομένης. Ὥσπερ, φησὶΘεῷ τά κατά θεσμοὺς διοριζόμενα προσάγεσθαι δίκαιον, οὕτω καὶ τὸ τῆς περιουσίας ἅπαν τῷ λαῷ καὶ τοῖς ἐνδεέσι προτίθεσθαι ἄξιον. Θεῷ γὰρ καὶ ταῦτα διά τῶν δεχομένων προσάγονται καὶ τίς, ὤ δίκαιε, νόμος, ὁ τήν ἐν διπλῷ τῶν δώρων καὶ ἀφαιρεμάτων προσαγωγὴν παρακελευόμενος; ποῖος δὲ θεσμὸς τὸ τῆς περιουσίας ἅπαν διανέμεσθαι τῷ λαῷ προστάττει; Νόμος μὲν, φησὶν, οὐδεὶς, οὐδὲ θεσμός τίς ὁ ταῦτα καταναγκάζων ποιεῖν παρ᾽ ἑαυτῷ δὲ τὸ καλὸν ἐφευρῶν, ὡς αἱρετὸν ὃν Θεῷ, ἀποπληρῶ. Αὐτοῦ, φησὶν, ὁ δεδωρημένος πλοῦτος, αὐτῷ καὶ ἀντιδίδοσθαι δίκαιον. Τῆς αὐτοῦ προμη- θείας εὐεργεσίαι τυγχάνουσαι, ἀντευεργετείτωσαν τοὺς ὁμοφύλους. Περιουσία τὰ δεδομένα, εἰς περιούσιον διαχείσθω λαόν. Χάρις ὄντα ταῦτα, οὐκ ἔργων ἀμοιβαὶ, τοῖς πράγμασι τὸ ὄνομα βεβαιούτω τήν τοῦ χαρισαμένου κηρυττέτω φιλανθρωπίαν. Μεριζέσθωσαν εἰς πλείονας αἱ τοῦ πλούτου φροντίδες, μᾶλλον δέ τὸ πᾶν αὐτοῦ ἐξ ἡμῶν ἀποφορτιζέσθω βάρος. Σκεδαζέσθω τῶν αἰσθητηρίων ὁ τῶν χρημάτων ὄχλος, τοῦ τῶν θείων ἀνεμποδίστως ἀντιλαμβάνεσθαι χαρισμάτων. ᾽Απελαυνέσθω τοῦ λογισμοῦ τὸ ἐπισκοτοῦν τῶν μεριμνῶν νέφος, τοῦ μόνῳ καθαρῶς τῷ φέγγει τῆς ἀπαθείας ἐνατενίζειν. Μὴ καθελκέσθω τὸ πτερὸν τῆς διανοίας τῶν μετεωροπόρων ἰχνευμάτων, τῷ βάρει τῶν ἐπικήρων διανοημάτων ἀκώλυτον τήν πρὸς τά ἄϋλα διανυέτω τοῦτο πτῆσιν ἀπερίκτυπα τά τῆς ψυχῆς ὦτα τοῦ τῶν ματαίων διαμένοντα θορύβων, τὴν τῶν ἀΰλως ἐορταζόντων ἐνηχείσθω φωνήν τῆς γλυκείας τῶν ἐν οὐρανοῖς ἀγαλλομένων ἀντιλαμβανέσθω μελῳδίας. Καὶ οὕτω μὲν ἡ τῶν δικαίων καρποφορία, καὶ παρὰ τοιαύτης μεγαλοφυοῦς προσαγομένη γνώμης, τῆς καταλλήλου τοῦ τῶν ὅλων θεοῦ καταξιοῦται ἀποδοχῆς. Οἱ δὲ τοῦ γένους συμμετεσχηκότες, καὶ ἐν ταῖς εὐσήμοις τῷ δικαίῳ συγκαρποφοροῦντες ἑορταῖς οὐ τὸ τῆς φιλοθέου μεγαλοψυχίας αὐτοῦ θαυμάζοντες διάπυρον, τῷ ὑπερβάλλοντι δὲ ταύτης διαφθονοῦντες, ἔθιμά τινα προτείνουσι αὐτῷ, τά καρποφορεῖν ἀπαγορεύοντα Θεῷ, ἀτέκνῳ τε ὄντι καὶ ἀκάρπῳ, τῆς τοῦ γένους στερουμένῳ διαδοχῆς. Οὐκ ἔξεστι γάρ σοι φησὶ, προσενεγκεῖν τὰ δῶρα, καθότι οὐκ ἐποίησας σπέρμα ἐν υἱοῖς Ἰσραήλ. Τινὲς μέν φασιν- οὐκ ἔξεστί σοι πρῶτον, προσενεγκεῖν, ὡς καθόλου τοῦτον τοῦ καλλιεργεῖν διείργεσθαι. Εἴτε οὖν τοῦτο ληφθείη, εἴτε ἐκεῖνο, φθονούντων ἐστὶ παραγγέλματα. Δέον γάρ αὐτοὺς τὸ μεγαλόδωρον θαυμάσαι τοῦ δικαίου δέον τῇ ἀφθονία τῶν προσαγομένων ἐπικροτῆσαι  τῇ τῆς αἱρέσεως συνησθῆναι μεγαλοπρεπείᾳ οἱ δὲ, πρός τῷ μὴ δικαίας ἀποδοχῆς ἀξιοῦν ταῦτα βούλεσθαι, καὶ ἀποπέμπειν πειρῶνται. Τί τῶν προσαγομένων καταγνοὺς ὁ ἀπωθεῖσθαι ταῦτα βουλόμενος, εἰς σκῆψιν τοῦ μὴ ἀναφέρεσθαι προβάλλῃ; ποίαν τοῦ ἀνατιθεμένου μικραψυχίαν συνέγνως; τί τῶν ἀβουλήτων ἐν τοῖς καρποφορουμένοις ἐφώρασας; Ἆρ' οὐχ ὁλόκληρα ταῦτα; ἆρ᾿ οὐ μόνον τῷ ἀνελλιπεί, ἀλλὰ καὶ τῷ πλεονάζοντι. θαυμάζεται; ἆρ᾿ οὐκ ἐκ προαιρέσεως ὀρθῆς καὶ διεκρίθησαν καὶ ἀνετέθησαν; 'Αλλ' ἔθος, φησὶ, νόμου βεβαιότητι κρατῆσαν, τοὺς ἀγόνους παρακελεύεται μὴ παραπλησίως τοῖς εὐτεκνοῦσι καρποφορεῖν Θεῷ, μηδὲ τῶν ὁμοίων συμμετέχειν αὐτοῖς τιμῶν. Ἐγὼ δὲ, ὅτι μὲν νόμος ὁ τεθεσπισμένος οὐ τετύπωται περὶ αὐτοῦ βεβαίως ἔχω ὅτι δ᾽ εἴπερ ἔθος ἐπικεκαινοτομημένον τι, τῆς σῆς παχύτητος ἕνεκα καὶ χαμαιζήλου γνώμης προσεπετειχίσθη, ἀσφαλῶς, εἴδως, διαμαρτύρομαι. Οὐ γάρ διὰ τεκνογονίαν ἡ πολυτεκνίαν, τό τῶν θυσιῶν καί ἀφαιρεμάτων εὐπρόσδεκτον παρὰ Θεῷ κρίνεται , ἀλλὰ διὰ περιουσίαν ἀρετῶν- διὰ καλοκαγαθιῶν τρόπων διά φιλοτιμίαν γνώμης · δι ἀφθονίαν, οὐ τοσούτον τῶν ἀναφερομένων, ὅσον τῆς μεγαλοδώρου προαιρέσεως -δι' ὑποβεβηκυῖαν ψυχήν, καί φρόνημα συνεσταλμένον καί μηδὲν τῶν προσαγομένων κατ΄ ἀξίαν οἰόμενον εἶναι θεοῦ. θυσία γάρ, φησί, Θεῷ , πνεῦμα συντετριμμενον. Ἐπεί εἰ μὴ ἐκ τούτων τό ἀποδεκτὸν τοῖς ἀναφερομένοις, αὐτός τε δεχόμενος ἐπιμαρτυρήσει σὲ Θεός , καί οἱ τῇ τῶν

κρειττόνων προστιθέμενοι ψήφῳ συνομολογήσαιεν ἅπαντες. Πολλὰς γάρ τῶν ἁγίων καί δικαίων θυσίας αὐτόν ἐπαινέσαντα προσδέξασθαι τόν Θεό, ἥ τε θεία παραδίδωσι Γραφή, καὶ ἡ τῶν προσενεγκόντων συνεπιμαρτύρεται δόξα. Καί γάρ αὐτοῦ Ἄβελ τοῦ πρώτου μαρτυρηθέντος δικαίου, οὐ διά τεκνογονίαν τά δῶρα ἐπῃνέθησαν καί ἀπεδέχθησαν, ἀλλὰ διὰ τὴν δαψιλῇ τῆς προαιρέσεως καρποφορίαν · διὰ τό τὰ κάλλιστα Θεῷ προσανατιθέναι · διὰ τό ἀνεπίμικτον λογισμῶν μικροψυχίας τὴν εἰλικρινῆ θυσίαν ἀαφέρειν . Ἐπεί καί Κάιν ἀτέκνου προσενεγκόντος θυσίαν, οὐ διὰ τὴν ἀτεκνίαν αὕτη, διὰ δὲ τὴν ἀκαρπίαν ἀποδοκιμάζεται τῆς προαιρέσεως* διὰ τὴν ἄγονον μικροψυχίαν καί φίλαυτον προτίμησιν, διά τό ἄνισον τῆς διαιρέσεως, μᾶλλον δὲ ἄδικον, καί μακρόν τῶν τῷ Θεῷ ἀναφερομένων ἀφοριζόμενον. Οὕτω μὲν τοῦ τοῖς τοῦ δικαίου δικαίως προσενεχθεῖσιν ἐπινεύει δώροις ὁ Δεσπότης, καί δεῖγμα τῆς ἀποδοχῆς ἐναργέστατον τό πῦρ ἄνωθεν ἐπαφίησι, τά προσαγόµενα µέν ὁλοκαυτῶν, φαιδρῷ καί τῷ συνθήµατι τήν τοῦ προσάξαντος ἀνακηρύττον δικαιοσύνην. Ὁ δέ ἄδικος φανείς περί τήν τῶν ἀναφερομένων διαίρεσιν, δικαίως τῆς ἀποδοχῆς διαµαρτάνει. Οὐ µόνον γάρ οὐκ ἐπινεύοντα τούτοις τόν δικαιότατον κατανοεῖ ἀλλά καί προσονειδίζοντα, καί τό τῆς πράξεως ἄτοπον φονερῶς διελέγχοντα. Φησί γάρ πρός αὐτόν Οὐκ ἄν ὀρθῶς προσενέγκης, ὀρθῶς δέ µή διέλεις. ΔΣύ μέν γάρ, φησιν, ὡ Κάϊν, εὔλογον οἰόµενος ἀποδεχθῆναί σου τήν προσφοράν, τῇ παροράσει ταύτης καί ἀποπέμψει δυσανασχετεῖς, ἡ δέ, ὡς οὐκ εὐπρεπῶς διερέθη,  οὐδέ ὀρθῶς προσηνέχ0η. Οὐκ ἄν γάρ ὀρθῶς προσενέγκης, ὀρθῶς δέ μή διέλῃς. Τινές φασι περί τῶν ὁλοκαυτοῦσθαι µελλόντων τοῦτο θυµάτων λεχθῆναι. Διχοτοµοῦντες γάρ πρότερον, διήρουν κατά µόρια τάς προσαγομένας οἱ παλαιοί θυσίας µή κατά λόγον δέ τήν διαίρεσιν των προσφεροµένων πεποιῆσθαι τόν Κάϊν, καί διά τοῦτο τοῦ σκοποῦ διαµαρτεῖν. Τοῦτο δέ πόρρω τῆς Γραφικῆς καθέστηκεν ἀληθείας. Οὐ γάρ ζωοθυσίαν αὕτη τήν τοῦ Κάϊν προσφοράν, ἀλλά τῆς ἐν χερσί καρποφορίας ἀπαρχήν εἶναι φησιν. Ἐγένετο γάρ Ἄβελ ποιμήν προβάτων. Κάϊν δέ ἦν ἐργαζόµενος τήν γῆν, καί ἤνεγκε Κάϊν ἀπό τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Θεῷ. καὶ ῎Αβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Τί οὖν ἐστιν. Οὐκ ὀρθῶς προσενέγκης, ὀρθῶς δέ μή διέλῃς; Ὅ λέγει τοιοῦτο ἐστιν. Οὐ δυνήσῃ φησίν, ὀρθῶς προσφέρειν, ἐάν µή πρότερον ὀρθῶς διέλῃς. Τί δέ ἐστιν ὀρθῶς διελεῖν; Τό κατά λόγον ἐπιµερίσαι, τό τήν διαίρεσιν καί ἐκλογήν τῶν προσαγοµένων Θεῷ ποιούμενον, µή τῇ οἰκείᾳ τά κάλλιστα µερίδι, αὐτῷ δέ τά χείριστα κατακληροῦν. Εἰ γάρ ἄνθρωποι κοινῶν τινων εἰς διαίρεσιν χρηµάτων, τόν ἰσονοµίᾳ ποιεῖσθαι ταῦτα οἷόν

τε ὄντα ἐκλιγόµενοι προκρίνουσι, καί τῆς ἰσότητος τῶν µεριζοµένων παρατρεπόµενον ἀπωθοῦνται καί ἀποπέμπουσι. Πῶς ἄν ὁ τῶν ὅλων Θεος, τῶν οἰκείων δωρηµάτων ἄνισον ὁμοῦ καί ἄδικον γενόμενον τόν Κάϊν μεριστήν, ἤ προσεδέξατο ἀνεξελέγκτως ἤ τοῖς ἐκείνου ἐπεῖδε δώροις; Ἐμά, φησίν, ᾦ Κάϊν, τά πάντα, τῆς ἐμῆς ταῦτα κηδεμονίας δωρήματα, τῶν ἐμῶν οἰκτιρμῶν εὐεργετήματα. Κοινωνόν σέ οὖν τούτων, οὐ δι’ ἔργων ἀμοιβήν, ἀλλά διά μόνην πεποίηκα φιλανθρωπίαν. Καί τούτων μέν ἀνενδεής ὤν ἐγώ, τῆς σῆς δέ σωτηρίας ἐπιδεόμενος ἀπαρχάς εἰσδέχομαι. Οὐκ ἐπίσης τῇ ποσότητι τά παρασχεθέντα σοι μερίζεσθαι προστάττων, τῆς σῆς δέ γνώμης τό φιλόθεον διά τῶν ἀπαρχομένων ἐπζητῶν, σοί δέ τῶν ἐμῶν ἀγαθῶν ἐναπολαύειν παρασχόμενος ἐγώ, καί σέ κύριον τῆς τῶν ἀναφερομένων μοι διαιρέσεως προστησάμενος, κακόν περί τόν εὐεργέτην εὗρον, ἀχάριστον πρός τήν τῶν ἀγαθῶν ἀφθονίαν, πονηρόν τήν διαίρεσιν τῆς ἀπαρχῆς. Καί ταύτην γάρ ποιούμενος, ἀναξίαν τοῦ δωροδότου πεποίησαι, σ’ αὐτῷ μέν, ὡς τά πλείονα, οὕτω καί τά κρείττονα τῶν  δωρημάτων ἐγκατέλεξας, ἐμέ δε τῇ τῆς προσφορᾶς ἐνύβρισας μικροψυχίᾳ. Καί ταῦτα μέν ἡμῖν οὐ παρέργως εἴρηται, διά δέ τό δεῖξαι βούλεσθαι προαιρέσεως φιλοθέου μᾶλλον, ἀρετῶν εὐθηνούσης, καρποφορίας, τήν τῶν ἀναφερομένων ἐκλογήν εἶναι καί ἀποδοχήν, ἤ τεκνογονίας ἀφορμήν. Καὶ κα­τα­λι­πεῖν οὐ μεμ­πτέ­ον δι­ὰ τό συμ­με­τρί­ας στο­χά­ζε­σθαι τόν λό­γον, ὅπως τὲ ὁ πατριάρχης Ἀ­βρα­ὰμ πρό τε­κνο­γο­νί­ας, δι' ἧς ἔ­δει τά ἀ­ψευ­δῶς ἐ­παγ­γελλ­όμε­να πλη­ροῦ­σθαι, καί θυ­σι­α­στή­ρι­ον προῳκο­δό­μη­σε, καί τὴν δι­α­βό­η­τον ἐκεί­νην μετά ταῦτα προ­στάτ­τε­ται ποι­εῖν θυ­σί­αν. λά­βε μοι γάρ, φη­σί δά­μα­λιν τρι­ε­τί­ζου­σαν, καί κριόν τρι­ε­τί­ζοτ­τα, καί ὅσα τοι­α­ῦτα πρός πα­ρα­σκευ­ὴν τῆς ὁ­λο­καυ­τώ­σε­ως ἐ­πι­συλ­λέ­γειν κε­λεύ­ε­ται. Πρός τού­τοις καί τῶν ἄλ­λων δι­καί­ων τάς ἐν ἀ­παι­δί­α καρ­πο­φο­ρί­ας · τήν τε Μα­νω­ὲ θυ­σί­αν ἐπί τὴν πέ­τραν τε­λε­σι­ου­γεῖσθαι προ­στατ­τομέ­νην, δι' ἧς , τῆς κρα­τού­σης ἀ­τε­κνί­ας λύ­σιν, αὐτ­ός τὲ καί ἡ στει­ρεύ­ου­σα σύνοι­κος εὐ­αγ­γε­λί­ζε­ται, καί τῆς ἐκ­βά­σε­ως το­ῦ μη­νυ­ο­μέ­νου βε­βαί­ω­σιν, τόν ἐπιβάν­τα τῆς φλο­γός, καί πρός οὐ­ραν­όν ἀ­να­πτάν­τα κα­τέ­χου­σιν ἄγ­γε­λον. Τῆς δὲ προ­φή­τι­δος τάς ἔρ­γῳ καί λὸγῳ δε­κτὰς προ­σα­γο­μέ­νας καρ­πο­φο­ρί­ας, πῶς ὁ περί τού­των δι­α­μαχ­όμε­νος οὐκ ἀποπέμπῃ; Ποῖ­ον δὲ ἐξ ὀσφύ­ος Ἡλιοῦ καὶ Ἐ­λισ­σαί­ου σπέρ­μα κα­θυ­ποδεί­ξαι ἂν ἔ­χοις, τῶν ἐν­δε­λε­χῶς μὲν εὐ­πρόσ­δε­κτους ἀ­να­φε­ρόν­των λο­γι­κά; Θε­ῷ θυ­σί­ας, καιρῷ δὲ τῷ προσα­παι­τοῦν­τι καὶ τάς ἐναί­μους ; Πῶς οὐ καὶ τῶν εὐ­χῶν καί ὕ­μνων καί δι­η­νε­κῶν Θε­ο­ῦ δο­ξο­λο­γι­ῶν τοὺς ἄπαιδας δι­είρ­γων ἀ­πο­κλεί­εις ; Τού­τοις γὰρ μᾶλ­λον ἐκ συν­τε­τριμ­μέ­νης ψυ­χῆς ἀ­να­φε­ρό­με­νος, ἤ ταῖς ζωοθυσί­αις ἐ­πι­νεύ­ει Θεός. Ἀλ­λὰ σὺ μέν, τοὺς τῆς δι­α­νοί­ας ὀ­φθαλ­μοὺς ἀ­πο­μύ­σας, ἑ­κὼν ἑ­αυτῷ τὴν τῶν κα­λῶν δη­μι­ουρ­γεῖς ἀ­βλε­ψίαν · τῷ φθὸνῳ δὲ το­ῦ δι­καί­ου πε­ρι­οι­δαί­νων, κατ' αὐτο­ῦ τόν οἰκεῖον δ’ εὐ­νο­μί­αν

προ­φα­σι­ζό­με­νος ἐ­ξε­μεῖς ἰόν. Οὐχ ἔ­ξε­στι γὰρ σοί, φησί, προ­σε­νεγ­κεῖν τὰ δῶ­ρα. Δι­ὰ τί; δι­ὰ τό τῆς φι­λο­θε­ΐ­ας αὐτο­ῦ θερ­μότα­τον οὐκ  ἔξεστι; δι­ὰ τὴν

τῶν προ­σα­γο­μέ­νων ἀ­φθο­νί­αν; δι­ό­τι τὰ τοῦ Θεοῦ ὑ­πε­ρευ­νο­μεῖ, σὲ δὲ με­γα­λο­ψύ­χως εὐ­ερ­γε­τεῖ; Ἔ­σται γάρ, φησίν αὐτός , τό τῆς πε­ρι­ου­σί­ας μου παντί λαῷ. Οὐ­κοῦν καί σοὶ,  μέ­ρος γάρ εἶ το­ῦ ὁ­μο­φύ­λου λα­οῦ. Οὐκ ἔ­δει σὲ τὴν ἀ­κα­τά­σχε­τον μὲν αὐ­τοῦ πρός τόν Δη­μι­ουρ­γόν γε­ραί­ρειν ἀγά­πην, τὴν εἰς τό πλῆ­θος δὲ κα­τα­βαλ­λο­μέ­νην ἀ­πο­δέ­χε­σθαι χάριν ; Οὐκ ἔ­δει σὲ τό με­γα­λό­ψυ­χον αὐ­τοῦ θαυ­μά­ζειν, ἐ­πα­ινεῖν, ταῖς προ­ση­κού­σαις εὐ­χα­ρι­στί­αις ἀ­μεί­βε­σθαι; Ἀλ­λὰ σὺ μὲν τῷ πλῆ­θει τῶν ὑ­περ­βαλ­λόν­των αὐτο­ῦ πλε­ο­νε­κτη­μά­των, μᾶλ­λον δέ, τῇ δι­ὰ τα­ῦ­τα βα­σκα­νί­ᾳ βα­ρυ­νό­με­νος, εἰς γῆν κα­τα­φέ­ρῃ, καί πρη­νὴς ὤν, πρός τό φῶς τῶν οὕ­τω λαμ­πρῶν αὐ­τοῦ κα­τορ­θω­μά­των ἐ­να­τε­νίζειν ἀ­μη­χα­νεῖς · ἐ­κεῖ­νος δέ, τῶν σῶν ὑ­ψη­λό­τε­ρος αἰ­ρόμε­νο; σκωμ­μά­των, καὶ οἷ­ον ἀ­ε­ρο­πό­ρων, οὐ κα­θέλ­κε­ται τού­τοις πρός χα­μαι­ζή­λων λο­γι­σμῶν τα­πεί­νω­σιν οὐ τοῦ τῆς με­γα­λο­ψυ­χί­ας ὕψους, πρός τό τά ὀνείδῃ κα­τα­φέ­ρε­ται βά­θος οὐ δι­α­μά­χε­ται πρός τὴν ἐ­πίπληξιν, οὐ τὸ τῆς σῆς κακοηθείας παράλογον, εὐλόγοις ἀποκρούεται ταῖς αἰτίαις,  ἀλλὰ τὸ εὐπρόσδεκτον μὲν τῶν καρποφορουμένων, τὸ ἄδικον δὲ τῶν σῶν ἐπιπλἡξεων, διὰ τῆς πρὸς Θεὸν παρίστησιν οἰκειότητος, εὐχῇ μὲν ἐπιτρέπων τὴν τῆς ἀπαιδίας λύσιν, εὐφημίαν δὲ τῇ ἐπιτεύξει τῶν σῶν ἀντικαταλλαττόμενος ὀνείδων. Μικρὸν γάρ ὕστερον ὄψει τὸ τῆς αὐτοῦ εὐπαιδίας μεγαλόδωρον κλέος,  ὄψει τὸ ἐν πατράσι αὐτοῦ ὑπεραιρόμενον καύχημα, τὴν εὐκληρίαν τῆς φύσεως, τὴν τῶν εὐχῶν καρποφορίαν, τὴν μορφὴν τῆς ἀνθρωπότητος εὐλογίαν, τὸν ἄφθονον πλοῦτον, τήν ἀδιάδοχον εὐφροσύνην, καὶ τῆς ὄντως θυμηδίας χορηγόν.

Οὕτω γοῦν ὁ δίκαιος μεγαλοφυΐα γνώμης πρὸς τοὺς ἐπιπλήττοντας διατεθεὶς, χαίρειν τε πᾶσιν ἐπειπὼν τοῖς παροῦσι, πρὸς τοὺς ὑπερφυεῖς ἀγῶνας, καὶ τῆν ἐπίπονον ἐρημίαν ἀποδύεται, μήτε τῆς οἴκαδε φροντίσας ὑποστροφῆς, μήτε τῶν κατ᾽ οἶκόν τινι τὰ τοῦ σκοποῦ προδιαθέμενος ὅπερ ἄν τις στοχαζόμενος διασκοπήσειεν, παράδοξόν τε ὁμοῦ, καὶ τῶν τῆς φύσεως ὑπερανεστηκὸς ἠττημάτων εὐρήσειεν. Τί γὰρ ἄν τις ἀποθαυμάζειν τὴν φιλοθεΐαν αὐτοῦ, καὶ τῶν λοιπῶν ἀπραγμοσύνην πρὸς αὐτὸν ἀποτείνοιτο; Τί τοῦτο, θαυμασιώτατε,τῶν προγεγενημένων βουλεύῃ δικαίων; τί διανοούμενος εἰς ἔργον ἐκφέρει; τὸ βούλημα; τί ἂν εἴη τὸ τὴν οἰκείαν διαμερίσαν σχέσιν; τί τὸ τὴν τῆς συνοίκου καὶ κοινωνοῦ τοῦ βίου διατεμὸν συνάφειαν ; Οὐχ ὁ συνδήσας ταύτην, καθάπερ εἰς σάρκα μίαν, οὕτω καὶ εἰς βουλὴν τὴν αὐτὴν συνήρμοσεν; οὐχ ὡς ἄλυτον τὸν εἰς αὐτὴν ἐχρῆν διατηρεῖν τῆς ἑνότητος δεσμὸν, οὕτω καὶ τὸ ταυτὸν τῆς γνώμης ἀδιάσπαστον φυλάττεσθαι παρασκευάζειν; οὐκ ἔδει πρὸς τοὺς ὁμοίους ταύτην ἐπαλεῖψαι πόνους, καὶ ὥσπερ τοῦ καρποῦ

οὕτω καὶ τῶν ἔργων αὐτῇ τὴν κοινωνίαν περιποιήσασθαι; Ἀλλ’ εἰ καὶ διὰ ταῦτα τὴν ὑποστροφὴν οὐκ εὐδοκεῖς, διὰ δὲ τὸ ἀνίαις μή περιβαλεῖν ταῖς σφοδροτέραις, ἐχρῆν διὰ τὸ μὴ ὀδύνας αὐτῇ τῷ τῆς ἀποδημίας ἀδήλῳ προξενίσαι  διὰ τὸ μὴ τῷ ἀφανεῖ τῆς ἀπουσίας μυρίαις ταῖς κατατρυχούσαις ἐπινοίαις ἐπιπλῆξαι. Ἔδει δὲ καὶ τὰ κατ᾽ οἶκον εὐπρεπῶς διαθέμενον, οὕτω πρὸς τὰ καταθύμια στέλλεσθαι: Ἤ οὐδὲ τοῦ περιουσίου φροντίζεις πλούτου , οὐδὲ πρὸς τὴν τῶν ὑπαρχόντων ἐπιστρέφῃ κτῆσιν, ὡς ἀσυνδύαστος σὺ πρὸς τὰ φαινόμενα καλό, καὶ ἀκράτητος τῇ συνεχούσῃ τῶν ἡδέων ἀνάγκῃ; Ναὶ , φησὶν ὁ δίκαιος οὐδὲν τούτων ἱκανὸν τῆς τοῦ Θεοῦ διατεμεῖν προσομιλίας- οὐ φύσεως ἑνότης οὐκ οἰκείων συνάφεια οὐ πλούτου περιουσία οὐ φίλων ἑταιρία. Οὐδὲν ὅ τι τῶν δρωμένων τερπνῶν, τῆς ἀοράτου με τῶν καλῶν ἐφέσεως ἀπαγαγεῖν οἷόν τε ἂν εἴη. Ἀγών πρόκειται τῶν ἐπιπόνων δεήσεων, μόνον ἐπὶ τὴν πάλην γυμνὸν ἐκκαλούμενος, ἀφείσθω πάντα τὰ τὸν δρόμον διατέμνοντα. Μηδὲν εἴη τὸ ἐπιπροσθοῦν τῶν παρόντων, καὶ τὸ σύντονον παρακατέχον τῆς προθυμίας. Θεοῦ τὰ δεδομένα δωρήματα, θεῷ παραχω-

ρείσθω περιέπεσθαι.

Οἶδα τοί­νυν τὴν σύ­νοι­κον Ἄν­ναν ὁ­μό­τρο­πόν τε καί ὁμο­γνώ­μο­να, καί μή πα­ροῦ­σαν δι­α­μέ­νειν · οἶ­δα δὲ καί τόν πρός τόν Δ­ε­σπό­την ἀ­κα­τά­σχε­τον αὐ­τῆς ἔ­ρω­τα, δι’ οὗ αὐτο­ῦ τε τῇ πρό­νοι­α κα­θυ­πουρ­γεῖ, καί τοῖς ἐ­μοῖς ἀ­γῶ­σι δι­ὰ τῶν κα­ταλ­λήλων πό­νων συ­νεργεῖ . Οὐκ ἀπαρραγήσεται τοῦ τῆς ἑ­νώ­σε­ως τρό­που, ὥ­σπερ οὐ­δὲ τῆς σχέ­σε­ως. Τη­ρή­σει τό τῆς συ­ζύ­γου ὁμό­γνω­μον, ὥ­σπερ τό φι­λό­θε­ον ἀ­δι­ά­σπα­στον . Συμ­πρά­ξει μᾶλ­λον ἀ­ποῦ­σα, ἢ πα­ροῦ­σα ταῖς προ­σευ­χαῖς. Οὐ δι­α­μαρ­τή­σει τῆς ἐν­τεύ­ξε­ως· εἰς ἐ­πή­κο­ον ἀ­νε­νεχθῆ­ναι τῷ θερ­μο­τέρῳ ταύ­τας πα­ρα­σκευ­ά­σει τῆς πί­στε­ως, Θεῷ γὰρ ἀ­να­φε­ρό­με­νος αὐτάς , ἐκ συν­τε­τριμ­μέ­νης προ­σά­γει ψυ­χῆς. Ἐξ ἐμ­φύ­του τα­πεινώ­σε­ως, πρός τόν μό­νον Ὑψηλ­όν καὶ ὑ­πε­ρέ­χον­τα πάν­τα νοῦν εὐ­ερ­γέ­την ἀ­να­βι­βά­σει ταύ­τας. Ἔ­στι, γὰρ ὑ­πε­ρά­γα­θος οὗ­τος, καὶ τῶν ἐ­πι­κα­λου­μέ­νων αὐτόν ἐν ἀ­λη­θείᾳ ὑ­πή­κο­ος. Τοι­αῦ­τα τὰ τῶν δι­καί­ων ὑ­πε­ρα­νέ­χον­τα τῆς φύ­σε­ως πλε­ο­νε­κτή­μα­τα,  οὗ­τος ὁ τῶν ἀ­ρε­τῶν αὐ­τῶν ὑ­περ­χε­ό­με­νος πλοῦ­τος, τοι­οῦ­τον τό τῆς πί­στε­ως αὐ­τῶν δι­ά­πυ­ρον, αὕτη ἡ πρός Θε­όν ἐγ­γύ­τη­τος αὐ­τῶν ἡ οἰ­κει­ό­της. Οὕ­τω τῶν ἐ­πι­ζη­τού­με­νων ὑ­πὲρ ἐ­πίτευ­ξιν τυγ­χά­νου­σιν οὕ­τω χρητι­σμῷ, τὴν οἰ­κεί­αν μὲν εὐ­λο­γί­αν, τοῦ κό­σμου δὲ θυμη­δί­αν καρ­πο­φο­ρεῖν μη­νύ­ον­ται. Ἀγ­γε­λοῖ γὰρ τῇ ταύ­της προ­ὸδῳ χα­ρὰν καὶ εὐ­φρο­σύ­νην συμπα­ρα­γενέ­σθαι τῇ κτί­σει προ­κα­τήγ­γει­λαν. Ἀλ­λὰ τοι­αῦ­τα μὲν σοῦ τὰ ἐν προ­οι­μί­οις καί κη­ρύγ­μα­τα καὶ θαύ­μα­τα. Ἐκ τοι­ού­των δὲ ἀ­να­βλα­στῆσαιπροκηρυχθεῖσα, Θεοτόκε, κατάλληλον τοῖς μηνυθεῖσι  τὴν ἐν τῷ βίῳ πρό­ο­δον εἴ­λη­φας. Ἔ­δει γὰρ ἡ τοι­αύ­ταις προ­κα­ταγ­γελ­θῆ­ναι φω­ναῖς· ἔ­δει τοι­ού­τοις τὰ σὰ προ­μη­νυ­θῆ­ναι με­γα­λεῖ­α ῥήμασιν ἔ­χρην τοιοῦτοις  μὲν σὲ προ­ση­μαν­θῆ­ναι συμ­βό­λοις· ἐκ τοι­αύ­της ρ­ί­ζης, τοι­οῦ­τον δὲ τῶν καρ­πο­φο­ρη­σάν­των προ­ελ­θεῖν πα­τέ­ρων · Ἔδεῖ τοι­αύ­της ρίζης τοι­οῦ­τον ἀ­νά­φη­ναι σὲ βλα­στὸν. Ἔδει ἐκ βα­σι­λι­κῶν φυ­τουρ­γι­ῶν τὴν βα­σί­λει­ον σὲ ἀ­να­δο­θῆ­ναι ρά­βδον* ἔ­δει ἐκ πε­ρι­ου­σί­ων ἀ­ρε­τῶν τόν ἄ­φθο­νον σὲ τῶν ἀ­γα­θῶν ὑ­περ­χυ­θῆ­ναι πλοῦ­τον ἔ­δει σὲ τοι­ού­των μὲν πα­τέ­ρων χρη­μά­τι­σα θυ­γα­τέ­ρα,  αὐ­τοὺς δὲ θυ­γα­τρός τοι­αύ­της ἀ­να­δει­χθῆ­ναι πα­τέ­ρας. Καί ὥ­σπερ σύ τῆς ἁπά­σης κτί­σε­ως εἰς Θε­οῦ Μη­τέ­ρα προ­ε­ξε­λέ­γης, οὕ­τως αὐ­τοί τῶν τεκόν­των ἁ­πάν­των πα­τέ­ρες τι­μη­θῆ­ναι σοῦ προ­ω­ρί­σθησαν. Ὣς ὑ­περ­δε­δο­ξα­σμέ­νον γο­ῦν τό τῆς τοι­αύ­της προ­μη­θεί­ας με­γα­λεῖ­ον!  ὣς ὑ­πε­ρύ­μνη­χα τά τῆς προ­νοί­ας τοῦ τῶν ὅλων Δε­σπό­του θαυ­μά­σι­α ὡς ἐ­φε­τῶν ἁ­πάν­των πο­θει­νό­τε­ρα τὰ δι­ὰ σοῦ πα­ρα­γε­νόμε­να κα­λὰ ὡς μα­κά­ρι­οι τῆς ἐν­τρυ­φη­σε­ως, οἱ τού­των κα­τα­ξί­αν ἐ­να­πο­λαύειν τυ­χόν­τες . Αὔὕτη γὰρ ἂν εἴ­η μό­νη δι­καί­ως ἀ­πό­λαυ­σις αὑτή τρυ­φή ἐ­στιν ἀ­δα­πά­νη­τος, ἡ τῶν σῶν δη­λα­δὴ ἐν­τρύ­φη­σις πα­ρα­δό­ξων. Δι­ὰ ταύ­της πρός τὴν ἀ­δι­ά­δο­χον εὐ­ω­χί­αν χει­ρα­γωγού­με­θα, καί τῇ ἐν­ταῦ­θα σου εὐ­φρο­σύ­νη, τὴν μὲλλου­σαν προ­α­σπα­ζό­με­θα θυ­μη­δί­αν. Ἔχομεν τόν ἀρραβῶνα τῶν με­νόν­των ἀ­γα­θῶν, δι­ὰ τῶν νῦν σου πα­ρε­χο­μέ­νων δω­ρε­ῶν. Ἐ­νω­τι­ζοόμε­θα, τόν τῶν αἰ­ω­νί­ως ἀ­γαλ­λο­μεένων ἦ­χον, δι­ὰ τῆς πα­ρού­σης σου δο­ξο­λο­γί­ας.

Ἀ­δι­ά­ψευ­στον ἡ­μῶν τό δι­ὰ σὲ καύχημα. ἀσφαλεῖς αἱ ἐλπίδες ἐν χερσί τά προσδοκώμενα καλά. Διά τοῦτο πλείονας, μᾶλλον δὲ διηνεκεῖς, τάς σάς συγκροτεῖν ἐπιποθοῦμεν ὁμηγύρεις , ὡς ἂν διά παντὸς ἡμῖν ἡ τῶν ἐπιθυμητῶν προσείη μέθεξις. Καὶ τὴν ἀγομένην δέσπου σήμερον πανηγυρίζοντες ἑορτὴν, οὐχ ὡς ὕστερον προσευρημένην, ὡς δὲ τῶν εὐσήμων οὖσαν συναρίθμιον, μᾶλλον δὲ ὡς τῇ τάξει, οὕτω καί τοῖς πράγμασι προτιθεμένην, τῆς δι᾿ αὐτῆς κηρυχθείσης ἐναπολαύομεν θυμηδίας τῆς μυστικῆς αὐτῆς κατατρυφῶμεν εὐωχίας τῶν ἐν αὐτῇ προμηνυθέντων ἐμφορούμεθα χαρισμάτων τῇ διά ταύτην εὐφροσύνῃ τὴν ἀΐδιον προταμιευόμεθα χάριν τῇ τῶν ἐν οὐρανοῖς ἑορταζόντων συνηχοῦμεν χοροστασία ἧ συναριθμηθῆναι ἡμᾶς καί συνεορτάσαι παρασκευάζουσα, τὴν ἐν φωνῇ ἀγαλλιάσεως δοξολογίαν ἀκατάπαυστον

ποιεῖσθαι καθικέτευε ἐν αὐτῷ Χριστῷ τῶ Υἱῷ σου καὶ Θεῷ ἡμῶν τῇ μόνῃ τῶν ποθούντων σε θυμηδία καί εὐφροσύνη, ὅτι αὐτῷ πρέπει τιμή, κράτος καί δοξολογία, σύν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.Ἀμήν-

ΛΟΓΟΣ Β΄.

 

Ἐγκώμιον εἰς τὴν Σύλληψιν τῆς ἁγίας Ἄννης,

τῆς μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.

(J.-P. Migne, Patrologia Graeca, t. 100, 1354C-1376Β)

Οὐδὲν ἡδύτερον ἤ χαριέστερον τῆς παρούσης ἂν κριθείη τοῖς φιλοθέοις ὀμηγύρεως, τῶν ὅσα δι᾽ αἰσθήσεων τὴν δοκοῦσαν εἴ­ω­θ­εν ἐμ­ποῖειν τέρψιν μη­δὲ διά τὰ δο­κοῦν­τα κα­λά, δι­ὰ ὀδέ τὰ ὄντα καί μέ­νον­τα, τό πᾶν αὐ­τοῖς τῆς σπου­δῆς κα­τα­βάλ­λε­ται. Μό­νι­μα γάρ τά τῆς παρούσης τερπνότητος ἡδέα, καί πρός τό νόνον ὀ­ρε­κτόν ἀ­να­φε­ρόν­τα, καὶ μό­νοις ἂν σπου­δα­σθεί­η τοῖς τῇ προ­τι­μή­σει τού­των, τῶν ἄλ­λων κα­τα­φρο­νοῦσιν ἁ­πάν­των. Ὑμᾶς δὲ τοῦ­το καί  προ­αι­ρου­μένους ὁρῶ, καὶ εἰς ἔρ­γον ἐκ­φέ­ρειν σπου­δά­ζον­τας · ἀεί μέν τῶν  κρειτ­τό­νων ποι­ού­με­νους ἐκλο­γήν, μά­λι­στα δέ, ἐν τῇ πα­ρού­σῃ θυ­μη­δί­α ἐν ᾗ τῶν ἀ­κή­ρα­των ἀ­γα­θῶν διά τῶν ταύτης τερ­πνῶν ἐ­να­πο­λα­ύειν ἐγ­γίνε­ται. Χει­ρα­γω­γεῖ γὰρ πρός ἐ­κεῖ­να, ταῦ­τα· καί προ­η­γεῖ­ται τά ἐν γῆ τε­λού­με­να, τῶν ἐν οὐρα­νοῖς ἀ­πο­κει­μέ­νων. Δι­ὰ γάρ τοῦ­το, καί ἡ πα­ροῦ­σα προ­τέθ­ει­ται φαι­δρό­της, καί τόν ὅλον τῆς φι­λαν­θρώ­που συ­νέ­στη­κεν οἰ­κο­νο­μί­ας μυ­στή­ρι­ον. Δι­ά­ τῶν ἐν τῷ πα­ρόν­τι φα­νε­ρω­θέν­των τῷ βίῳ πα­ρα­δό­ξων, ἡ ἀ­ΐδι­ος τῶν ἀ­φα­νῶν ἀ­να­κα­λύ­πτε­ται δό­ξα. Διά τῶν ἐν κό­σμῳ και­νο­το­μου­μέ­νων πραγ­μάτων, ἡ ὑ­περ­κό­σμι­ος οἰ­κο­νο­μεῖ­ται τῆς ἀ­νθ­ρω­πό­τη­τος  ἀ­να­καί­νι­σις. Δι’ εὐ­δο­κί­ας τῆς κάτω , ἡ εὐ­φρο­σύ­νη τῶν ἄ­νω, τῇ χοι­κῇ πραγ­μα­τεύ­ε­ται φύ­σει. Δι­ὰ τὸν ἐπί γῆς ὀ­φθέν­τα Θεόν, ἡ ἐν οὐρα­νοῖς κα­τά­παυ­σις εὐτρεπίζεται τοῖς βρο­τοῖς. Οὗ­τος ὁ λό­γος τῆς συγ­κε­κρο­τη­μέ­νης ὁ­μη­γύ­ρε­ως · το­ῦ­το τοῖς ἐν­ταῦ­θα συ­να­θροι­σθείῖσι τα­μι­εύ­ε­ται τό κέρ­δος σή­με­ρον · αὕ­τη καί τῆς τῶν πα­ρόν­των θαυ­μά­των ἀ­να­δεί­ξε­ως, καί τῆς δι­ὰ ταῦ­τα συ­νε­λεύ­σε­ως αἰτία καθέστηκε

Θαυ­μά­των γὰρ φα­νε­ρώ­σει, τό θαυμαστότατον ἀ­να­κα­λύ­πτε­ται μυ­στή­ρι­ον. Δι­ὰ τὴν ἀ­πο­ξη­ραν­θεῖσαν τῇ κα­κί­ᾳ φύ­σιν ἡ­μῶν, ἡ τε νε­νε­κρω­μέ­νη στεί­ρα πρός τε­κνο­γο­νί­αν ἀ­να­ζω­πυ­ρεῖται · καί ὁ παρ­θε­νι­κὸς ὑ­πὲρ φύ­σιν και­νο­το­μεῖται τό­κος. Καί ὅρα πῶς το­ῦ πα­ρα­δό­ξου τῆς οἰ­κο­νο­μί­ας, θαυ­μά­των ἐ­πι­δεί­ξεις καθη­γοῦν­ται · τῆς παρ­θε­νι­κῆς κυ­ή­σε­ως, ἡ τῆς στεί­ρας νε­ο­ποί­η­σις · ἡ τῆς ἀγόνου βλά­στη­σις, το­ῦ ὑ­πὲρ λό­γον τό­κου ἡ παρ' ἐλ­πί­δα τε­κνο­γο­νί­α, τῆς ὑ­πὲρ ἔν­νοι­αν κυ­ο­φο­ρί­ας. Ἐ­θί­ζε­ται γὰρ τοῖς πα­ρὰ προσ­δο­κί­αν ἡ φύ­σις, τοῖς ὑ­περ­φυ­ῶς μὴ δι­α­πι­στεῖν και­νο­το­μουμένοις. Ἐκ στεί­ρας, Παρ­θέ­νος· ἐκ Παρ­θέ­νου θεός σω­μα­τι­κῶς ἀ­πο­τί­κτε­ται, καί δι’ ἀμ­φο­τέ­ρων νε­ουρ­γί­α πραγ­μα­τεύ­ε­ται. Ταύ­την γὰρ ἡμῖν ἡ πα­ροῦ­σα προευ­ηγ­γε­λί­σα­το θυ­μη­δί­α. Ταύ­την ἐν τῷ πε­ρὶ τοὺς δι­καί­ους προ­ε­βε­βαί­ω­σε θαύ­μα­τι· ταύ­την ὁ παρ’ ἐλ­πί­δα τό­κος ἐ­κεί­νων, καί ἀ­νε­κή­ρυ­ξε, καί ἀρ­χή τῶν τε ἀπορρήτων μυ­στη­ρί­ων, καί τῆς ταύ­της ἐκ­βά­σε­ως προ­τέθει­ται. Οὐ­κοῦν ἐ­πει­δὴ τῶν εὐ­ση­μο­τε­ρων πα­σῶν ἑ­ορ­τῶν, ὁ σή­με­ρον δι­ὰ τῶν ἐν αὑ­τῇ τε­λε­σθέν­των προ­καθηγεῖται θαυ­μά­των, καί οἷ­ον βά­σις τις καί κρηπίς αὕ­ταις ὑ­πο­τε­θει­μέ­νη, τό πᾶν ὑφ’ ἑ­αυ­τήν τῶν δι­α­φόρως οἰ­κο­νο­μη­θέν­των κα­θά­περ θε­μέ­λι­ος τις ἐ­πι­συνά­γει μυ­στη­ρί­ων, δεῖ τό σε­βά­σμι­ον αὐ­τῇ καὶ πε­ρι­χα­ρές, ὡς ἀρ­χῇ καὶ αἰτία τῶν ἁ­πάν­των ἀ­γα­θῶν ἀ­φο­σι­ο­ῦν,  δεῖ τά τῆς σω­τη­ρί­ας γε­ραί­ρειν προοίμια δεῖ τῇ τῶν δι­καί­ων συ­νη­σθῆ­ναι θυ­μη­δί­α · δεῖ τῇ ἐ­κεί­νων συ­νε­ξά­δειν εὐ­χα­ρι­στί­α. Μᾶλ­λον δὲ τό πᾶν αὐ­τῆς ἀ­να­λα­βόν­τας, ὡς ὑ­πὲρ οἰκεί­ων, καί τῶν μό­νων ὄντως εὐ­ερ­γε­τη­μά­των, ἀ­πο­δι­δό­ναι τῷ εὐ­ερ­γέ­τῃ. Αἱ  ἡ­μῶν γὰρ αὕτη, ἢ δι’ ἑ­τέ­ρων ἀ­να­φέ­ρε­σθαι προσο­φεί­λε­ται, ἡ­μῶν ­μᾶλ­λον ­τῶ­ν αἰτί­ω­ν αὐτῆς ἐ­να­πο­λαυ­όντων δω­ρε­ῶν. Ἀλ­λά περί μὲν τού­των οὕ­τω καιρ­ός δὲ ἡ­μῖν ἐν τῇ τῶν συγ­κα­λε­σάν­των δι­καί­ων συ­νειλεγ­μέ­νοις εὐ­ω­χί­ᾳ, τοῖς ὑ­πε­ρη­δύ­νου­σιν αὐ­τῶν ἐμ­φορη­θῆ­ναι πλε­ο­νε­κτή­μα­σι, καί ἅ­περ ὁ προ­λα­βὼν παρῆ­κε λό­γος, ταῦ­τα προ­πα­ρα­θε­μέ­νοις, τῶν ἐξ αὐ­τῶν ἡ­δί­στον ἐνα­πολαῦσαι.

Πα­ρα­γα­γὼν γὰρ οὗ­τος, καί κα­τὰ τό ἐγ­χω­ροῦν δι­α­να­πτύ­ξας τὰ ὑ­πε­ρα­νέ­χον­τα Ἰωακείμ πλε­ο­νε­κτή­μα­τα, ὅ­πως τε καλ­λι­ε­ρῶν φθόνῳ τῶν συμ­φυ­λε­τῶν ἀ­πείρ­γε­ται το­ῦ τά τῆς με­γα­λο­ψυ­χί­ας ἀ­να­φέ­ρειν δῶ­ρα, καί ὅπως τῶν παρ' ἑταί­ρων ὀ­νει­δι­σμῶν, μί­αν ταύ­την ἀ­παλ­λα­γὴν ἐ­φευ­ρί­σκει, τὴν εἰς θε­όν καταφυ­γὴν · τίς τε ἡ ὑ­πὲρ ἄν­θρω­πον αὐ­το­ῦ ἐν τῷ ὅρει καρ­τε­ρία καὶ ἐ­πι­τε­τα­μέ­νη ἀ­σι­τί­α · μᾶλ­λον δὲ εἰ­πεῖν, ἀ­σαρ­κί­α. Τό γὰρ ἀλ­λό­τρι­ον αὐτ­όν τῆς σαρ­κι­κῆς δι­ατε­θῆ­ναι σχέ­σε­ως, καὶ ξέ­νην τῆς φύ­σε­ως δι­α­καρ­τερῆ­σαι νη­στεί­αν, ἄ­σαρ­κον εἶναι λέ­γειν σχε­δὸν πα­ρα­σκευ­ά­ζει. Ὑ­πο­μνή­σας οὖν τα­ῦτα δι­ὰ βρα­χέ­ων ὁ λό­γος, μέ­χρι το­ῦ δι' ἀγ­γέ­λου πρός αὐτήν γε­νο­μέ­νου χρη­μα­τι­σμοῦ, τά ἑξῆς τε, καί τά περί τῆς σώ­φρο­νος καί δι­καί­ας Ἄννης πα­ρέ­λι­πεν ἀ­νε­ξέ­τα­στα · οὐ τῇ κα­θό­λου τῶν περί αὐ­τῆς λό­γων ἀ­να­πτύ­ξει ( ἐν δι­α­φόροις  γάρ τα­ῦ­τα κα­τὰ τό ἡμῖν ἐφικτόν δι­εσα­φή­σαμεν ἐν δὲ τῇ παρούσῃ θυμηδία, καὶ τῇ φιλοθέῳ ταύτῃ ὁμηγύρει, οὐδαμῶς. Διὸ χρὴ καὶ σήμερον τά περὶ ταύτης διεξελθεῖν πρότερον, εἶθ᾿ οὕτω τἀ ἐπιλείποντα τῆς ὑποθέσεως δι᾽ ἀναπτύξεως αὐτῶν τοῖς συνειλε γμένοις προσθεῖναι. Ὥσπερ γὰρ τὸν μεγαλόψυχόν τε ὁμοῦ, καὶ πρὸς φιλοθεΐαν διάπυρον Ἰωακεὶμ πρός βραχέος ἐν ὑπερέχοντι ἤγομεν θαύματι, ὅπως μὲν πρὸς τά εἰκαῖα τῶν ᾿Ιουδαίων οὐκ ἀντιδιετέθη σκώμ-

ματα, καὶ τὴν αὐθάδη τῶν ὀνειδιζόντων οὐκ ἐπεστόμισεν ἀλαζονείαν. μηδένα μὲν δεικνὺς παρακεκινῆσθαι νόμον ἐν τοῖς ἀνατιθεμένοις, φθόνῳ δὲ, τήν ἀπροφάσιστον κατ᾽ αὐτοῦ ἐπινοηθῆναι σκῆψιν πῶς δὲ καθάπερ τούτων, οὕτω καὶ τῶν κατ᾿ οἶκον ἁπάντων καταφρονήσας, θεῷ μὲν μόνῳ τά περὶ τοῦ πράγματος ἀνατίθεται, τήν ὑπερφυᾶ δὲ καρτερίαν ἐν τῇ ἐρήμῳ ἐνδείκνυται. Ὥσπερ οὗν τό τοῦ δικαίου τότε διαναπτύσσοντες πλεονεκτήματα, τὸ ὑπερανέχον αὐτῶν ἐθαυμάζομεν, οὕτω καὶ τά τῆς ὁμοζύγου Ἄννης, εἴπερ ἄν εἰς μέσον τῷ λόγῳ παραγάγοιμεν, κατορθώματα, τῷ καταλλλήλῳ τούτοις συνανυψώσωμεν θαύματι. Ἐπίσης γάρ καὶ αὐτῇ τὸ τῆς ὑπομονῆς καὶ καρτερίας, μᾶλλον δὲ ὑπερέχοντι δοξάζεται πλεονεκτήματι. Πολλὰ δὲ τά παριστῶντα τοῦτο, καὶ εἰς ὄψιν ἄγοντα τοῖς βουλομένοις πράγματα οἱ τε γὰρ δι᾽ἀτεκνίαν παρά τοῦ γένους ὀνειδισμοί, καὶ ἡ ἄδηλος τοῦ ἀνδρὸς ἀποδημία πρὸς τούτοις καὶ τά τολμώμενα τῆς οἰκέτιδος σκώμματα, καὶ αἱ δι᾿ ἀπαιδίαν ἐπιφημιζόμεναι παρὰ τῶν συμφυλετῶν ἀραί, καὶ παρ᾿ αὐτῆς ἐκείνης εἰς ὄψιν ἀγόμεναι, καὶ οἱ δι᾽ ὑπομνήσεως τῆς ἐκείνων ὀξύτερα τά κατὰ τῆς δικαίας ἐπαφιείσης βέλη, τό τοιοῦτον ἐπιβεβαιώσαιεν. Ἀλλά τὴν καρτερίαν ἀντιτιθεῖσα τοῖς συμπίπτουσιν ἡ Ἄννα λυπηροῖς, ἔπασχε μὲν, τῷ μὴ ἀναισθήτως ἔχειν πρὸς ταῦτα, οὐ κατεβάλλετο δὲ τοῦ τῆς ὑπομονῆς ὕψους, ἢ πρός ἀθυμίας ταπεινότητα. ἢ πρὸς ἀγανάκτησιν τῶν ἐπιτιθεμένων. Ὅθεν οὐδὲ πρὸς τοὺς ὀνειδίζοντα; ἀντιφθέγγεται, οὐδὲ πρὸς τήν ἄδικον αὐτῶν ἐπίπληξιν ἀντικαθίσταται. Οὐ φθονεράς εἶναι λέγει προαιρέσεσι; τὴν προφασιζομένην αὐτοῖς παρανομίαν γνώμης οἰκείας εὕρημα καὶ οὐκ ἐν γράμμασι κείμενον τὸ κακούργημα τοῦτο προσονειδίζει. Οὐ τῇ τοῦ γένους ὑπεροχῇ σεμνυνομένη, καὶ τῷ τοῦ βίου ἀνεπιπλάστῳ συνεργουμἑνη, παρρησία μὲν αὐτοῖς ἀντικατέστη, τό θρασύ δὲ καὶ παράλογον τῆς αὐτῶν ἐγχειρήσεως ἐξελέγχει.

Οὕτω καὶ τοῦ κοινωνοῦ τῆς ἀρετῆς, καί τῆς ὅλης ζωῆς ἀφανοῦς γεγονότος, οὐ περιῄει ἀναζητοῦσα, καὶ πάντας εἰς αὐτὸ τοῦτο τοὺς γνωστούς συγκαλουμένη οὐκ ὄρη διερευνᾷ καὶ τόπους ἀνυπονοήτους, καὶ πολὺν μὲν τόν θόρυβον ἐν τῷ γένει, πολλήν δε τήν κατάγνωσιν κατά τοῦ ἀποδεδημηκότος  ἐπιβοᾷ ὡς ἀλλότριον τι τῆς κοινωνίας καί συμβιώσεως βεβουλευμένου, ὡς ξένην τῆς προτέρας εὐνοίας ἐπιδεδειγμένου προαίρεσιν, ὡς διελόντος συνάφειαν φύσεως, ὡς νόμου τοῦ συνδήσαντος θεσπίσματα παριδόντος, καί πάντων τῶν κατ’ οἶκον ὑπεριδόντος πραγμάτων. Οὐδενί τούτων ἡ Ἄννα τό ἄτρωτον ἐπλήγη τῆς γνώμης, ἀλλά τῶν μέν ὀνειδισμῶν, ὡς τῆς ψυ­χῆς μὴ ἁ­πτο­μέ­νων, κα­τε­φρό­νει · πρός δὲ τὴν τοῦ ἀνρ­δός ἀ­πουσί­αν ἤλ­γει μέν, ὡς στε­ρού­με­νη τῶν ἐ­κεί­νου κα­λῶν · ἡγειῖτο δὲ ταύ­την τῆς κρείτ­το­νος εἶναι προ­μη­θεί­ας οἰ­κο­νο­μί­αν. Δι­ὰ το­ῦτο, καί τό εὐκταῖ­ον συ­νι­στῶ­σα πέν­θος, τήν τε φα­νέ­ρω­σιν αὐ­το­ῦ ἐ­πι­ζη­τεῖ. καί τῆς παιδο­ποι­ΐ­ας τόν δοτήρα τῶν ἀ­γα­θῶν ἐ­ξαι­τεῖ­ται Θε­όν. Καὶ τὶ δεῖ τὸ πρός ταῦτα μεγαλό­ψυ­χον αὐ­τῆς ἀ­πο­θαυ­μά­ζειν; ὅπως γέ καί πρός τοὺς τῆς οἰ­κιέτι­δος ὀνει­δι­σμοὺς οὐδέν τῶν μι­κρό­ψυ­χων πα­θοῦ­σα, τὴν κατ' αὐ­τῆς δι­καί­αν ἀ­νε­πί­σχεν ὀργὴν · μή­τε τινί σφο­δρό­τη­τι αὐ­θε­ν­τει­ᾳ τῆς δε­σποτεί­ας κα­τὰ τῆς οὕ­τω μα­νι­κῆς ἐ­πι­πλή­ξε­ως χρω­μέ­νη, μή­τε πρός τὴν τῶν οὕ­τω συγ­χρω­μέ­νων τόλ­μᾳν ἀ­γα­να­κτοῦ­σα.

Τί­να γὰρ εὔ­λο­γον ἀ­φορ­μην ἡ προ­σο­νει­δί­ζου­σα ταύ­την λα­βο­ῦσα παῖς, τά πα­ρά­λο­γα ταῦ­τα προσε­πέ­χε­ε σκώμ­μα­τα ; Ὅ­τι ἐν εὐ­χῆς καί συν­τε­τριμ­μέ­νης καρ­δί­ας και­ρῷ, τάς τῶν ἐ­πηρ­μέ­νων καί σο­βα­ρῶν ἐ­πι­τη­δεύ­σεις οὐκ ἐμιμεῖτο ὅτι ὑ­πο­βε­βη­κό­τι καὶ τα­πεινῷ κα­θά­περ φρο­νή­μα­τι οὕ­τω καί σχήματι, τὴν πρός τόν Δε­σπό­την ἀ­νέ­τει­νε δέ­η­σιν; ὅτι τήν θρυπτο­μέ­ναις σπου­δα­ζο­μέ­νην οὐ προ­σί­ε­το στο­λήν;  Ὅ­τι ὅν ἐν ὅλῳ τῷ βί­ῳ τῆς σω­φρο­σύ­νης αὐ­τῆς οὐ κα­τε­δέ­ξα­το κό­σμον, το­ῦτον ἐν οὐ κα­θή­κον­τι προ­σα­γόμενον ἀπω­θεῖ­το καιρῷ; τίς οὖν οὗ­τος, φησί, καί τὶ τό ἐν τῇ ἱστο­ρί­α κε­φα­λο­δέ­σμι­ον κεί­με­νον, ὅπερ ἐπιδιδό­με­νον ἀ­πω­θεῖτο καὶ ἀπέπεμπεν Ἄν­να ; Τι­νές φα­σι, μεγαλο­πρε­πὲς καί νυμ­φικ­όν εἶναι δι­ά­δη­μα τό τοι­οῦ­τον, ὧπερ ἐν ταῖς πα­ρού­σαις εὐ­φρο­σύ­ναις, αἱ διακεχυμέναι κα­τε­χρῶν­το γυ­ναῖ­κες. Το­ῦ­το δὲ εἰκ­ός, καί κακουρ­γί­ᾳ τινί προ­σά­γε­σθαι τῇ Ἄν­νη, δι οὗ ἐδόκει τοῖς κα­κουρ­γοῦσι τό τε σύν­το­νον αὐ­τῆς ὑ­πεν­δι­δοόναι τῆς προ­σευ­χῆς, καί δι­ὰ τὴν μὴ κα­τὰ καιρ­όν τερ­πνότη­τα, δι­α­χεθῆ­ναι μὲν τὴν γνώ­μην, ἀλ­λό­τρι­ον δὲ τι τῆς οἰκείας κα­τα­τολ­μῆ­σαι δι­απράξασ­θαι σω­φρο­σύνης, δι' οὗ ἂν καὶ ὑπό θε­οῦ πα­ρο­φθεί­η. Διά το­ῦ­το γὰρ ἡ ἐ­πι­δι­δο­ῦσα παῖς, τὴν ὑποψίαν ἐκβάλλειν μηχα­νω­μέ­νη, οὐ παρ’ ἑτέ­ρων εἰ­λη­φέ­ναι τό τοι­οῦ­τον λέ­γει, ἀλ­λὰ πα­ρὰ τῆς αὐ­τουρ­γοῦ γεγενημένης · καὶ πρός χά­ριν μό­νην, οὐ πρός ἄλ­λο τι τῶν ὑ­πο­νο­ου­μέ­νων ἐ­πι­δι­δού­σης τό προ­τει­νό­με­νον. Τοῦ­το δὲ δι­ὰ τῆς κυ­ρί­ας ἐμ­φαί­νε­ται τοῦ ἔρ­γου. Ἡ δέ, οὐ μό­νον δι­ὰ τὴν ὑ­πο­νο­ου­μέ­νην κα­κουρ­γί­αν, ἀλ­λὰ καί διά τό μη μηδέποτε τοι­οῦ­τοις ἐπιτερ­φθε­ῖσαν χρή­σα­σθαι κό­σμοις, τό δι­δό­με­νον, ὡς πα­ρα­νο­μί­ας ἀ­πε­πέμ­πε­το πρόξε­νον.

Οὐχ οὕ­τω, φησίν, ἐν ἀκμῇ νε­ό­τη­τος ἐ­καλ­λω­πι­σά­μην· οὐκ ἐν εὐ­θυ­μί­ᾳ καί τῇ δο­κούσῃ τῶν πα­ρόν­των δι­α­χύ­σει, τοῖς οὕ­τω δι­α­πλε­κο­μέ­νοις ἐ­πε­τέρ­φθην δι­α­δὴμα­σιν · οὐχ ἡ τοῦ βα­σι­λι­κω­τά­του γέ­νους ὑ­πό­λη­ψις πρός τήν­τοι­αυύτην ἐ­με­τε­ώ­ρι­σεν ἔννοιαν, οὐ πλού­του πε­ρι­ου­σί­α πρός πε­ριτ­τὴν ὑ­πεέσυ­ρε το­ῦ σώ­μα­τος ἐ­πι­μέ­λει­αν.

Καί ὅρα τό τα­πει­νό­φρον τῆς "Ἀν­νης · ὅπως πρός τῷ μὴ ἐ­παί­ρε­σθαι τῷ κα­τορ­θώ­μα­τι, καὶ ὑπόδικον ἑ­αυ­τήν εἶναι κα­ταγ­γέλ­λει. Κα­ί τοῦ­το γάρ, φη­σί, μὴ ποιήσασα, ὀφειλάς ἑαυτὴν ἀγνώστων τικῶν ὑστερημάτων ἀποτιννύουσακ ὁρῶ, ἃς προσαπαιτῶν ὁ τῶν ἀδελφῶν ἐξεταστὴς Δεσπότης, πρὸς ἀπόδοσιν αὐτῶν καὶ διόρθωσιν, διὰ τῆς παρούσης ἐγκαλεῖται ταπεινώσεως. Τί οὖν ἡ ἀγνώμων οἰκέτις; Οἷᾳ τῇ εὐγνώμονι κυρίᾳ πρόσεισι διὰ τῶν λόγων παραμυθία; Ἔδει γὰρ αὐτὴν τὸν ὅλον τῆς δικαίας ἀναλογιζομένην βίον, λῆξαι μὲν τοῦ παραλόγου ἐγχειρήματος, ἐπαμῦναι δὲ τῇ δι᾿ εὐχῆς συνεργίᾳ. Ἔδει ἐν τῷ τῆς δεήσεως αὐτῇ συνταπεινοῦσθαι καιρῷ. Ἔδει τῇ ἐκτενεῖ συμπονεῖν ἱκεσίᾳ τοῖς τῆς ἐλ-πίδος ἀνακτᾶσθαι λόγοις. Ἔδει τὸν ἀήθη καὶ μὴ κατὰ καιρὸν προσαγόμενον καὶ παρ' ἑτέρων κόσμον, συναπωθεῖσθαι, ἀποπέμπειν, παράλογον εἶναι διαμαρτύρεσθαι, καὶ ξένον τῆς δεσποτικῆς εὐκοσμίας, ἡ δὲ, πρὸς τῷ μὴ τοιαῦτα βουλεύσασθαι, καὶ ἐπεμβαίνει τοῖς λόγοις, καὶ συνωθεῖ, καὶ χαλεπώτερα τῶν Ἰουδαίων κατὰ τῆς δικαίας ἐπαφίησι τά σκώμματα. ἀνευρύνουσα τὰ τῆς ἀπαιδίας καὶ ἀναξαίνουσα τραύματα, καὶ οὐκ ἄδικον αὐτὴν τοῖς συμφυλέταις τραγῳδίαν τεθῆναι προσμαρτυροῦσα. Τί οὖν ἡ γενναιοτάτη καὶ μεγαλόφρων Ἄννα; Οὐκ εὐλόγῳ κατὰ τῆς ὀνειδιζούσης παιδὸς χρῆται θυμῷ, οὐκ ἐξελέγχει καὶ στηλιτεύει τὴν ἄνοιαν αὐτῆς, καὶ δι᾽ ἐπανάστασιν ἀγνώμονα ἀπωθεῖται καὶ ἐκβάλλει, καὶ ὡς ἀναξίαν τῆς οἰκείας δεσποτείας. δικαία ταύτην καθ-υποβάλλει καταδίκῃ, ἀλλὰ παριδοῦσα πάντα μεγαλοψυχίας ὑπερβολῇ, ὑπέξεισι μὲν τῆς οἰκείας, τὸν ἀτάραχον δὲ τοῦ παραδείσου καταλαμβάνει χῶρον, ἐν ᾧ παντὸς ἀπαλλαττομένη θορύβου καὶ ἡσυχίας ἀπολαύουσα

τῆς ἐ­πι­ζη­τού­με­νης, τάς θεοπνεύστους ἐ­κεί­νας πρός τόν τῶν ὅλων Δεσπότην  ἀνέ­πεμπεν ἱκεσίας.

Καί δι­ὰ τὶ μὴ ταμεῖον τι ἀπερίκτυπον καταλαβοῦ­σα, ἐν τού­τῳ τὰ κα­τὰ τό κρύ­φι­ον, καὶ τὴν ὠδινω­μέ­νην προ­σευ­χὴν ἀ­νέ­τει­νε Θεῷ ; Ὅ­τι οὐκ ἂν οὕτω τό πᾶν αὐ­τὴ τῆς ἐ­πι­θυ­μί­ας ἀ­πήρ­τι­στο, πολ­λὰ μὲν ἐχούσῃ τὰ κα­τὰ δι­ά­νοι­αν δι­ὰ τῆς προσευχῆς ἐκ­φέρε­σθαι μέλ­λον­τα, μὴ συγ­χω­ρου­μέ­νη δὲ ταῦτα καθαρῶς πα­ρα­γυ­μνοῦν τῷ Θεῷ, δι­ά τε τοὺς οἴκοσι θο­ρύ­βους, καί τάς τῶν πα­ρα­γινομένων  συμ­φυ­λε­τῶν ἐ­νο­χλή­σεις. Ταύ­της ἕ­νε­κα τῆς αἰτίας, οὐ­δὲ τόν ναόν, κα­τα­λα­βοῦ­σα, ἐν τού­τῳ τῷ Δε­σπό­τῃ τά τῆς δε­ή­σεως ἀνα­φέ­ρει ρή­μα­τα. Καί­τοι πᾶ­σιν οὗ­τος τοῖς ὁμοφύλοις εἰς προ­σευ­χῆς ἀ­φώ­ρι­στο τό­πον. Ἀλλ’ οὐδ' οὗ­τος αὐτῇ τὸν ἐ­πι­ζη­τού­με­νον τῆς ἡ­συ­χί­ας πα­ρεῖ­χε καιρόν, πολ­λὰ δι­δοὺς ὑ­φο­ρᾷν τὰ δι­α­κό­πτον­τα τοῦτον. Ἐ­νε­νό­ει δὲ καθ’ ἑαυ­την, ὡς εἰ καί καρποφο­ροῦν­τας ἤδη, αὐ­τήν τε καί τόν ὁμό­ζυ­γον πρό­τε­ρον Θεῷ, καί τόν ὅλον εὐρ­γε­τοῦν­τας λα­όν, φθόνῳ τῷ πρός αὐ­τούς οἱ συγ­καρ­πο­φο­ρο­ῦν­τες τῶν Ἰ­ου­δαί­ων ἐ­πω­νεί­δι­σαν τὲ καί ἀ­πε­πέμ­ψαν­το, τί­να κατ’ αὐ­τῆς οὐκ ἂν ἐπε­νό­η­σαν σκώμ­μα­τα, μό­νην αὐ­τήν, καί παρά και­ρὸν ὁρῶν­τες δι­α­καρ­τε­ροῦ­σαν ἐν τῷ τῆς προ­σευ­χῆς ἐ­πιμό­νῳ; Οὐ­δὲν δὲ τό κω­λῦ­ον τὴν Ἰου­δαϊκήν πα­ρα­πληξί­αν ὑ­πῆρ­χε, μα­νί­αν τινά, ἢ μέ­θην, οὕ­τω δι­α­κεί­με­νης αὐ­τῆς κα­τα­ψη­φί­σα­σθαι. Οὕ­τω γὰρ τῇ μακαρίᾳ

καὶ προ­φή­τι­δι, τῇ ὁμω­νύμῳ ταύ­της, φημί, πρότερον Ἄν­νη, οἱ τῶν ἄλ­λων ἐ­πι­ει­κίέστε­ροι δο­κο­ῦν­τες εἶναι δι­ὰ τό τῆς Ἱε­ρω­σύ­νης ἀν­τέχεσθαι, χα­λε­πῶς ἐπιτιθέμενοι προ­σω­νείδι­ζον · μέ­θην αὐτῆς τὴν πρός θε­όν δι­α­λοι­δο­ροῦν­τες ἔν­τευ­ξιν. Αὐ­τὴ μὲν γάρ, ἐκ δι­α­πύρου καί νήφον­τος λο­γι­σμοῦ τὴν ζέ­ουσαν ἐκεί­νην ἀνέ­πεμ­πεν ἰκεσί­αν , οἶἱ δε, μέ­θην τὴν νή­ψιν, καί  βαττολο­γί­αν τὴν θε­ο­λο­γί­αν ὑ­πε­νόουν. Αὐ­τοί τα­ῖς πα­ρανομίας ἐμ­πα­ροι­νο­ῦν­τες, καί­τοι μὴ κραυ­γὴν ἀ­φι­εί­σῃς τῆς μα­κα­ρί­ας, μη­δὲ φω­ναῖς ἀτά­κτοις τοῖς ἀ­κρο­ω­μένοις ἐ­πο­χλού­σης, ταῦ­τα ἔ­σκω­πτον · προ­ε­πε­στο­μίσ­θι γὰρ ὑπό Ἠλί τοῦ ἱ­ε­ρέ­ως αὐ­τή, καί ἠρέμα λέ­γου­σα  Κα­ί Ἠλί, φη­σίν, ὁ Ἱ­ε­ρεύς, ἐ­φύ­λατ­τε τό στὸμα αὐ­τῆς· κα­ί αὐτὴ ἐλάλει­ ἐν τῇ καρ­δί­ᾳ αὐ­τῆς, καὶ τὰ χεί­λη αὐ­τῆς ἐ­κι­νε­ῖτο, κα­ί ἡ φω­νὴ αὐ­τῆς οὐκ ἠ­κού­ε­το. Κα­ί εἶ­πεν αὐ­τὴ τὸ παι­δά­ρι­ον Ἠλί "Ἕ­ως πότε με­θυσθήση περιέλε δή τόν οἶ­νον σου. κα­ί πο­ρεύ­ου ἐκ προ­σώ­που Κυ­ρί­ου. Πῶς οὖν ὑπενό­ει με­θύ­ου­σαν Ἠλί, εἴ γε Θεῷ δι’ εὐ­χῆς προ­σο­μιλοῦ­σαν ἑώ­ρά · εἴ γέ ἐκ πρώ­της αὐ­τὴν ἐ­πε­στό­μι­σεν

ἐπιτιμίας εἴ γε μηδὲν τῶν οὕτω διακειμένων διά στόματος παρῆγεν; ᾿Απρεπῆ γὰρ τῶν μεθυόντων, καὶ παροινούντων τὰ ρήματα- οἳ, καὶ σιωπᾷν ὑφ᾿ ἑτέρων ἐκδιαζόμενοι, καὶ παιόμενοι σφοδρῶς, τάς ἀναιδεῖς ἐκείνας ἐπαφιᾶσι φωνάς παραπλησίως τοῖς λόγοις, καὶ τὴν ἄκοσμον ἐπιδεικνύμενοι Θεωρίαν. Ἡ δὲ, τί τούτων ἀσχημονοῦσα, τεκμήρια τῆς μέθης ἐμπαρεῖχε; Τίνας ἀπρεπεῖς ἠφίει φωνάς ; Ποίαν τῶν σωφρονούντων παρήμειφεν εὐταξίαν; Ὅτι ἀφωνίαν καταδικασθεῖσα, ἔστεργε τὴν ἐπιτιμίαν; ὅτι τῇ εὐκοσμία τοῦ ὁρωμένου σχήματος, τὴν ἐν διανοίᾳ παρεδήλου κατάστασιν; ὅτι σιγῇ συνεῖχε τὴν ἔνδον τῆς εὐχῆς ἀναπτομένην φλόγα, καὶ χειλέων μόνων κινήσει, τὸ ταύτης ἐνέφαινε διάπυρον; Αὐτὴ γάρ, φησὶν, ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὑτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο. Οὐκ ἔδει οὖν πρὸς τὴν παράδοξον αὐτῆς ἐκπλαγῆναι καρτερίαν; Οὐκ ἔδει τὸ εὐσταθὲς τοῦ ὁρωμένου ταύτης ἀποθαυμάσαι σχήματος; τὴν ἀσίγητον ἐν ἀφωνίᾳ πρὸς Θεὸν δέησιν; τὴν διηνεκῆ τῶν ὀμμάτων πρὸς οὐρανὸν ἀνάνευσιν; τούς ἐκ συνοχῆς καρδίας ἀλαλήτους, μᾶλλον δὲ ἀηχήτους στεναγμούς; καὶ γὰρ οὐδὲ αὐτοὺς ἐξακούεσθαι παρεῖχε διό φησι Φωνὴ αὐτῆς οὐκ ἠκούετο. Οἱ μὲν, τῶν ἐνάρθρων αὐτὴν ἀποκλείουσι καὶ φωνῶν καὶ λόγων ἡ δὲ, καὶ τάς ἀνάρθρους ἐπεῖχεν ἐνηχήσεις, μηδεμίαν τοῖς σκώπτουσι συγχωροῦσα δοθῆναι τὴν ἀφορμήν. Ἀλλ᾽ αὐτὴ μὲν οὕτω, καὶ τοιαύτῃ τῇ θαυμαστῇ καρτερία, τὰς πρὸς Θεὸν ἀνέτεινε δεήσεις, τὸ δ᾽ εἰς αὐτὴν αὐθαδῶς ἐπισκῶπτον παιδάριον, τί φησιν; Ἕως πότε μεθυσθήσῃ; περίελε δὴ τὸν οἶνόν σου, καὶ πορεύου ἐκ προσώπου Κυρίου. Ποῖον περιελεῖν οἶνον αὑτῇ προστάσσεις; τὸν πρὸς Θεὸν διάπυρον πόθον; τὸ νηφάλιον τῆς διανοίας; τὴν ἄσιτον καρτερίαν; τὰς ἐκ ζεούσης ψυχῆς ἀναπεμπομένα εὐχάς; ποῦ δὲ καὶ πέμπεις ἐκ προσώπου Κυρίου τὴν τά πάντα παριδοῦσαν, καὶ τὸ ἐκείνου μόνον ἐκζητοῦσαν πρόσωπον, τὴν ἐν καρδία τὸν αὐτῆς συνῳκισμένον ἔχουσα πόθον, τὴν ἀκροατὴν μόνον αὐτὸν τῶν οἰκείων βλέπουσαν ῥημάτων. ὃν μᾶλλον ἐν τοῖς ἐκτὸς, ἤ ἔνδον τῆς σκηνῆς, τοῖς τῆς διανοίας ὄμμασι προβλέπει;

Καὶ οὕτω μὲν ἐν τῷ τῆς προσευχῆς καιρῷ, τῇ πάλαι συνεπετέθησαν οἱ ἐπισκώπτοντες Ἄννῃ ἡ δὲ νέα καὶ συνετωτάτη πάντων, δεδοικυῖα μή τι τῶν τοιούτων πάθοι, τὴν ἐκτενῆ προσάγουσα δέησιν, ὥσπερ τῆς οἰκίας, οὕτω καὶ τοῦ ναοῦ ὑπεξίστατο τὸν ἐρημικώτερον δὲ διὰ τὸ ἤρεμον τοῦ παραδείσου καταλαμβάνει χῶρον, ἐν ᾧ σοφῶς προεσκόπει τὸ εἰλικρινὲς αὐτῇ τῆς ἐπιθυμουμένης συντηρηθήσεσθαι προσευχῆς. Τάχα δὲ οὐ διὰ τοῦτο, διὰ δὲ τὴν ὄντως φανερουμένην ἀλήθειαν, τὴν περὶ αὐτῆς ῆδη προανεφώνει διά πραγμάτων ἔκδοσιν. Τοῖς γὰρ τῇ σκιᾷ δουλεύειν διατεταγμένοι; τῶν νομικῶν ἐθίμων, ὥσπερ τα διὰ καρποφορίας καλλιερούμενα, οὕτω καὶ ἡ τῶν ἀναγκαίως αἰτουμένων συμπεριεγράφετο προσευχὴ τῷ ναῷ, ἐν τούτῳ μᾶλλον τῶν ἐπιζητουμένων τὴν ἔκβασιν λαμβάνειν πιστευομένων. Προμηνύει τοίνυν ἡ τῆς χάριτος ἐπώνυμος Ἄννα, διά τῆς οὕτω προσφε­ρο­μέ­νης θε­ῷ δε­ή­σε­ως καί λο­γι­κῆς καρ­πο­φο­ρί­ας, ὡς ἀρ­χὴν ἤ­δη το­ῦ μή τόπῳ πε­ρι­κλείε­σθαι ταῖς ἀνθρω­πί­νοις ὑ­πο­νοί­αις λαμ­βά­νει. Ἐν παν­τὶ γὰρ τοῦ ἐν ἅ­πα­σιν ὄντος θε­ο­ῦ χά­ρις τυγ­χά­νου­σα, τό τάς οἰ­κεί­ας ἐ­νερ­γεῖν ἐν ἅ­πα­σιν εὐ­ερ­γε­σί­ας, ὥ­σπερ τοῖς πράγ­μα­σιν, οὕτω καί ταῖς τῶν πι­στευ­όν­των ὑ­πο­λήψε­σιν ἔξει. Το­ῦ­το δὲ καί Ἰ­ω­α­κεὶμ προ­α­γο­ρεύ­ων ὁ δί­και­ος, το­ῦ να­ο­ῦ μὲν ὑ­πο­χω­ρεῖ, ἐν τῷ ὄρει δε τήν εὐ­πρόσ­δε­κτον ἐκεί­νην καί Θ­αυ­μα­σί­αν ἀ­να­φέ­ρει δέ­η­σιν, δη­λῶν ἐν­τε­ῦ­θεν, ὡς τῆς νέ­ας χά­ρι­τος πα­ρα­γινομένης, ἔ­ρη­μος μὲν τῶν τυ­πι­κῶν ἐ­πι­σκι­ά­σε­ων ὁ να­ός κα­τα­λει­φθ­ή­σε­ται, ἐν ἅ­πα­σι δὲ τοῖς οὖ­σι τῆς ἐλ­λάμψε­ως αὐ­τῆς αἱ ἀ­κτῖ­νες δι­α­τα­θή­σον­ται.

Ἀλ­λὰ τί­να τὰ τῆς εὐ­χῆς ἐν τῷ πα­ρα­δεί­σῳ τῆς Ἄν­νης βή­μα­τα; Καλ­όν γὰρ τα­ΰῦτα τῷ λό­γῳ πα­ρα­γαγεῖν καί τό κοινοπρεπές αὐ­τῶν κα­τι­δεῖν. Ἐν ἄλ­λοις μὲν γὰρ καί δι­αφ­όροις τό­ποις, εἰ καί δι­άφο­ρος αὐτῇ προ­σε­πι­νο­ου­μέ­νη προὐ­τειίνε­το αὕ­τη, ὅμως τῆς ἀ­κο­λού­θου τά­ξε­ως οὐκ ἀλ­λο­τρί­ως εἶ­χεν, ἐν­ταῦθα δὲ ἐκ συν­τε­τριμ­μέ­νης μᾶλ­λον καί ὑ­πο­βε­βη­κυί­ας ψυ­χῆς προ­ερ­χο­μέ­νη, και­νὴ τὶς καί πα­ρά­δο­ξος ἐ­νη­χου­μέ­νη ἐ­ξη­κού­ε­το. Ἀ­κο­λου­θί­α γὰρ κα­ταρ­ξα­μέ­νη τὴν ἱ­κε­σί­αν ἀ­να­φέ­ρειν ἡ δι­καί­α, ἐ­λε­ει­νο­λο­γί­ας ἐν τά­ξει τὴν μα­κα­ρί­αν ἐ­κεί­νην ἐ­πει­σά­γει τῷ λόγῳ τα­πεί­νω­σιν. Διό οὐχ ὁμο­γε­νέ­σι καὶ ὁμο­φύ­λοις ἑ­αυ­τήν ἀν­τι­πε­ρι­τι­θεῖ­σα, τῆς ἐ­κεί­νων εὐ­λο­γί­ας καί χά­ρι­τος ἀ­πε­στε­ρῆ­σθαι δι' ἀ­να­ξιό­τη­τα λέ­γει, ἀλ­λὰ καί αὐ­τῶν τῶν ἄ­λο­γων ζῴ­ων,

καί τῆς ἄ­ψυ­χου κτί­σε­ως τῆς κα­τὰ τὴν εὐ­λο­γί­αν ὁμοι­ώ­σε­ως ἀλλοτρι­οῦ­σθαι πάν­τη κα­τα­πο­φαί­νει. Δι­ὰ  τοῦ­το ἐν τῇ μο­νῳ­δουμέ­νη προ­σευ­χή, πε­τει­νῶν καί τε­τρα­πό­δων, θη­ρί­ων τε καί γῆς, καί τῶν ἐν τῇ γῇ φυομένων ὑ­δά­των τε καὶ τῶν ἐν αὐτοῖς ἐγ­γο­νι­ζόντων ζώ­ων πα­ρει­σά­γει μνή­μην, ὡς ἄν τό ὀ­χρειῖον ἑ­αυ­τῆς κα­θυ­πο­δεί­ξη, κἀν­τεῦ­θεν εἰς ἔ­λε­ος τόν μό­νον συμπα­θέ­στα­τον ἐ­φελ­κύ­ση­ται θε­όν.

Ἀλ­λὰ προ­φθά­νει τοὺς λό­γους οὗ­τος, καὶ πρίν εἰς πέ­ρας τὴν προ­τει­νο­μέ­νην ἔλ­θειν δέ­η­σιν, τὴν τῶν αἰ­του­μέ­νων ἔκ­βα­σιν ὑ­πὲρ ἐλ­πί­δα πᾶ­σαν εὐ­αγ­γε­λί­ζε­ται τῇ αἰ­του­μέ­νη. Ἰ­δοὺ γάρ, φησί, λα­λούσης, ἄγ­γε­λος Κυ­ρί­ου ἦλθε Λέ­γων αὐ­τῇ Ἐ­πή­κου­σε­ν ὁ θεός τῆς δε­ή­σε­ώς σου · καί συλλή­ψη καί γεν­νή­σεις καί λα­λη­θή­σε­ται τό σπέρ­μα σου ἐν ὅλῃ τῇ οἰκουμένῃ. Ἐπή­κου­σεν, ὃ πρὶν ἐν­νο­η­θῆ­ναι τὰ τῆς δε­ήσε­ως βή­μα­τα, γι­νώ­σκων τα­ῦτα, καί ἀ­να­με­τρῶν ἀ­πορρή­τως ἤ­κου­σε δε­ή­σε­ως, ὃ ταύ­την κι­νῶν καί ἀ­κού­ε­σθαι πα­ρα­σκευ­ά­ζων. Ἤ­κου­σεν ἐκ συν­τε­τριμ­μέ­νης ψυ­χῆς προ­ϊ­ού­σης εὐ­χῆς, ὁ δι­ὰ τοῦτο ἐν αὐτῇ ἐ­πα­να­παυ­ό­με­νος · ὁ με­τρι­ο­φρο­σύ­νῃ τῇ ταύ­της ἐ­πι­τερ­πό­με­νος. Ἤκου­σε τῆς δε­ή­σε­ως, ὃ δι­ὰ προ­φη­τι­κῶν φω­νῶν τὴν ἔκ­βα­σιν αὐ­τῆς προ­α­να­φωνή­σας. Ἤκουσε προ­σευ­χῆς, ὁ ἀκου­στόν τῇ κτίσει τόν ἐ­κεί­νης ποι­ή­σων καρ­πόν. Λ­α­λη­θή­σε­ται γάρ, φησί, τὸ σπέρ­μα σου ἐν ὅλη τῇ οἰ­χου­με­νη. Λαλη­θή­σε­ται τῇ οἰ­κου­μέ­νῃ τό πο­λυ­θρύλ­λη­τον αὐ­τῆς καύ­χη­μα,  ἡ μό­νη δι­α­βό­η­τος αὐ­τῆς καρ­πο­φο­ρί­α · τό πε­ρι­ώ­νυ­μον τῶν κτι­σμά­των ἐγ­καλ­λώπι­σμα. Λα­ληθή­σε­ται τὸ λά­λον τῆς ἀν­θρω­πί­νης φύ­σε­ως στό­μα · ἡ εὔλογος τῶν σιγησάντων ἀπολογία περὶ ἦς δεδοξασμένα ἐν πάσῃ λογικῆ φύσει λαληθήσεται, ἧς νοεραὶ δυνάμεις τά μεγαλεῖα διανυμνήσουσιν,  ἦς τῆν δόξαν ἀνακηρύξουσι. Λαληθήσεται τὸ σπέρμα σου ἐν ὅλῃ τῇ οἰκουμένῃ. Σύ μὲν γὰρ, φησὶν, ὧ Ἄννα, οὐ τοσοῦτον τῆς τοῦ γένους ἕνεκα διαδοχῆς, καὶ τῆς καρποφορίας τῆς φύσεως, τήν ἐπίμονον καρτερίαν, καὶ τούς δι' εὐχῆς ἀγῶνας καταβάλλῃ,  καρποφορεῖς γὰρ τήν τῶν ἀρετῶν ἀφθονίαν .τῷ Θεῷ ὅσον διά τήν ἐξακουσθησομένην ἐν τῷ γένει τῆς παιδοποιίας φήμην, τῶν ὀνειδῶν μὲν τῆς ἀτεκνίας ἀπαλλαγ ῆναι, συναριθμεῖσθαι δὲ καὶ συλλαλεῖσθαι μητράσι, καὶ τῆς εὐλογίας ἐκείνων μὴ ἀποκρίνεσθαι. Ὁ δὲ τῆς δεήσεώς σου καρπὸς, καὶ ἡ τῆς φύσεως εὐφορία, οὐ μόνον ἐν τῷ Ἰσραῆλ, ἤ ἐν τοῖς συμφυλέταις λαληθήσεται καὶ μεγαλυνθήσεται, ἀλλ᾽ ἐν ὅλῃ διαβοηθήσεται τῇ οἰκουμένῃ ἐν βασιλεῦσι καὶ δυνάσταις ἐν ἱερεῦσι καὶ δικαίοις, ἐν πολυγλώσσοις ἔθνεσιν,  ἐν σοφοῖς καὶ ἀσόφοις, ἐν τοσούτοις ὁ σὸς λαληθήσεται καρπός  εἰς τοσούτων διηχηθεὶς ἀκοὰς, καταλλήλως τοῖς οἰκείοις μεγαλυνθήσεται παραδόξοις.

Τί οὖν ἡ μακαρία καὶ μεγαλόψυχος Ἄννα ; οἷον ἀντίδωρον τῷ τήν τοιαύτην παρεχομένῳ δίδωσιν εὐλογίαν ; Οἷαις τὸν εὐεργέτην ἀμείβεται ταῖς δωρεαῖς; Οἷας τὰς τῆς χάριτος ὁλοκαρπώσεις ἀναφέρειν κατεπαγγέλλεται; Οὐκ ἀναθημάτων πολυτέλειαν, οὐ τά ἐξ αλόγων ζώων θύματα, οὐ καρπῶν ἀπαρχάς οὐκ ἄλλο τι τῶν ἀντεισφερομένων καλλιερημάτων, ἀλλ᾽ αὐτήν τήν δεδομένην αὐτῇ καρποφορίαν τῆς φύσεως  αὐτὸ τὸ εὐκταῖον αὐτῇ καὶ ποθητὸν βλάστημα, ὑπὲρ οὐ αἱ ἐπίμονοι δεήσεις, καὶ τὰ δαψιλῆ κατεχέοντο δάκρυα, ὑπέρ οὗ καί ἐναγώνιοι καρτερίαι, καί ὑπεροψίαι τῶν εὐπαθεῖν παρασκευαζόντων ἁπάντων. Ζῇ γάρ, φησί, Κύριος ὁ Θεός μου, ἐάν γεννήσω εἴτε ἄρσεν, εἴτε θῆλυ προσάξω αὐτό δῶρον. Κυρίῳ τῷ Θεῷ μου, καί ἔσται λειτουργοῦν, αὐτῷ πάσα τάς ἡμέρας. Ὅρα τό πρός Θεόν τῆς Ἄννης διάπυρον πόθον, ὅρα τήν ὑπερβάλλουσαν αὐτῆς μεγαλοψυχίαν, ὅρα ὅπως διά τῆς παρούσης ἀφιερώσεως, καί τήν ἀφθόνως τῷ Θεῷ τῶν ἐκτός προσαγομένην καρποφορίαν ὑπέδειξεν. Εἰ γάρ τήν διδομένην τῆς φύσεως εὐλογίαν, ψυχῆς τε εὐθυμίαν, καί τῶν πόνων παραμυθίαν, οὕτω ζεούσῃ προαιρέσει Θεῷ ἀνατίθησι, τίνος ἄν τῆς λοιπῆς ἐφείσατο κτίσεως; Τίς οὐκ ἄν αὐτῷ τῶν τιμιωτέρων ἀφιέρωσε;

Καί σκόπει τό δαψιλεές τῆς γνώμης αὐτῆς, Οὐ διαστέλει. Ἄν ἄρσεν τύχοι τό γεννώμενον ἀποδώσω αὐτό Κυρίῳ τῷ Θεῷ, ἀλλά, κἄν ἄρσεν εἴη κἄν θῆλυ. Ἀπλήστου πρός Θεόν ἀγάπης ἡ ὑπόσχεσις, ἀκατασχέτου τοῦ πρός αὐτόν πόθου δείγματα τά ἐπαγγελόμενα. Αὐτόν μόνον εἶναί φησί προτιμώτερον δίκαιοιν, ὥσπερ τήν τῶν ἄλλων ἐκλογήν, οὕτω καί τήν καρποφορίαν, ὁποία ἄν τύχοι ἀπολαμβάνειν τῆς φύσεως. Εἰ μέν γάρ εἶπεν, Ἐάν ἄρσεν εἴη τό γεννώμενονμ προσάξω αὐτό Κυρίῳ τῷ Θεῷ, ἀπεσιώπησε δέ τήν τοῦ θήλεος προσηγορίαν, ἐνομίσθη ἄν τήν ὁλόκληρον ἀφιέρωσιν ἀκρωτηριάζειν, τό ἀποσιωπηθέν ἐν τῇ ὑποσχέσει, νῦν δέ τό τε ἄρσεν  καὶ θῆλυ ἐν τῇ ἐπαγγελίᾳ περιλαβοῦσα, ἔδειξε μὲν τὴν ἄφατον αὐτῆς ἀγάπησιν τοῦ προτιμώμενου θεοῦ, καθαρόν δὲ πάσης ἄλλης ὑπόνοιας τόν λόγον κατέλιπε · καίτοι, οὐκ ἄν που τῆς Γραφῆς κατενοήθη ἢ ἐν ἐπαγγελίαις ἢ ἐν ἀφιερώσεσι Θεῷ ἀνατιθέμενον θῆλυ · καί μάλιστα ἐν τῷ ναῷ τοῖς λειτουργοῦσι συναριθμούμενον. Ἀλλ’ ὅμως ὑπερβολὴ φιλοθεΐας αὕτη, καινουργεῖ τοῦτο ἐν τῇ ἐπαγγελίᾳ, προφητεύουσα τὴν ἔσεσθαι μέλλουσαν ἐν τῷ πράγματι καινοτομίαν μόνη γάρ τῆς γυναικείας

φύσεως, ἢ μόνη τῆς ἀνθρωπότητος ἀπαρχή, καί ὑπεσχεθη, καί ὑπέρτιμον ἀπεδόθη Θεῷ ἀνάθημα. Ἀλλ’ ὤ ὑποσχέσεως ἀδιαψεύστου ! ὢ ἐπαγγελίας

τάς ὑπὲρ λόγον τῇ φύσει προεπαγγελλομένης εὐργεσίας ! ὢ προσφορὰς ἱερωτάτης! ὢ φιλόθεου προαιρέσεως, τῆς τοιαύτην καί οὕτως ἀποδιδούσης τήν τῆς οἴκειας ἐλπίδος καρποφορίαν Θεῷ ! Τίνι τῆς Ἀβραὰμ ὁλοκαρπώσεως αὕτη οὐχ ὑπερτεθήσεται λόγῳ, Ἄρα τῷ καθηγουμένῳ χρὸνω τῆς περί αὐτῆς δεήσεως; Ἄρα τῷ ἐν τῷ τῆς προσευχῆς καιρῷ, Ἄρα τῷ τρόπῳ τοῦ δεδομένου χρησμοῦ ; Ἄρα ἂν τῷ μεγαλοψύχῳ τῆς ὑποσχέσεως; Καί σιωπάσθω τό τῆς προσφορᾶς ὑπεραναβεβηκός · οὐδὲ γὰρ συγκρίσει καθυποβάλλει, Θεῷ μόνον πάντων ὑπερτετιμημένον κτισμάτων, τῆς δὲ προσαγούσης ἡ διαπυρωτάτη πρός θεόν ἀγάπη, καὶ θαυμαζέσθω καί διευφημείσθω. Καί γὰρ καὶ αὕτη καθάπερ Ἀβραὰμ προσήνεγκεν · ἀλλ’ ὁ μὲν παρὰ κελεύσεως ὑπακοήν ἐπλήρου, ἡ δὲ προαιρέσεως οἰκείας καρποφορίαν ἀπεδίδου · καί ὁ μέν, τῇ τῆς ἐπαγγελίας, οὐ τῷ τῆς τεκνογονίας λόγῳ Μονογενῆ προσῆγεν ἡ δέ μόνῃ καί μονογενῆ τῆς φύσεως εὐλογίαν, καί ἥν πόνων πολλῶν καί ἐπιτεταμένης δεήσεως καρπῶν ἐκομίσατο.

Πόνων γάρ καί τῶν καθ’ ὑπερβολὴν ἀγώνων ἔργον, αἱ ὑπὲρ λόγον τῶν καλῶν ἀνταποδόσεις εἰσί. Πόνοις αἱ προσευχαί πτερούμεναι, πρός θεόν ἀναφέρονται· πόνοις τό μέγα τῆς ἀρετῆς κατορθοῦται χρῆμα · πόνοις καθάπερ πυρί τό δόκιμον τῇ ψυχῇ περιγίνεται · πόνων ἀμοιβαί, τῶν αἰωνίων ἀγαθῶν αἱ ἀπολαύσεις τυγχάνουσι · πόνοις ἡ πρός θεόν νεῦσις, ἀνάβασίς τε  ὁμοῦ καί οἰκείωσις ἐγγίνεσθαι πέφυκεν. Ἀλλ' ὑπέρ πόνων ἀµοιβῆς, ταῦτα τῷ ἀλη0εῖ χάνεται λόγῳ, εἰ καί εὐτελῶν τινων καί μικρῶν, ὑπέρ διάνοιαν ὄντα, ἀντιδίδοται. Τίς γάρ οὐ µόνον καταβληθείη, ἀλλά καί ἐπινοηθείη πόνος, ὁ καί τῷ πολλοστῷ δοκοῦντι τῶν ἀγαθῶν ἐκείνων ἀντισηκοῦν ὑπονοούµενος; Ποίων ἀγώνων ἔργων ἡ πρός οὐρανόν γένοιτο ἄν ἀνάβασις; Τίνων πόνων κλίµακες αἱ πρός τοσοῦτον ὕψος ἐφικνεῖσθαι δυνάµεναι; Ποίων τῶν ἐν ἐπικήρῳ καί ρεούσῃ ζωῇ καταβαλλοµένων ἱδρώτων, αἱ τῶν αἰωνίων καί ἀκηράτων εἰσίν ἀντιδόσεις; Τίνας ἄν τις κατ' ἀξίαν τῆς οἰκειώσεως τοῦ Δηµιουργοῦ πόνους ἐπιδείξαιτο, οἷον ἄν ἑαυτόν οἰκεῖον τῆς ἐκείνου ἐνοικήσεως κατασκευάσειεν οἰκητήριον; Ἐνοικήσω γάρ φησίν, ἐν αὐτοῖς, καί ἐμπεριπατήσω. Καί πάλιν. Ἐγώ καί ὁ Πατήρ ἐλευσόµεθα. Τοῦτο τῶν ἐν ἐλπίσιν ἀγαθῶν τό πέρας, τοῦτο ἡ οὐράνιος βασιλεία τοῦτο ἡ τῆς αἰωνίου τροφῆς ἀπόλαυσις, τοῦτο ἡ ἀδιάδοχος εὐφροσύνη ἡ διηνεκής ἀγαλλίασις, ἡ ὑπερβαίνουσα, οὐ µόνον πόνους, ἀλλά καί πάντα νοῦν ἀνταπόδοσις. Ὁρᾷς ὡς οὐδείς πόνος, οὐ μόνον οὐκ ἀντιµετρεῖται, ἀλλ' οὐδ’ ἐπινοεῖται τῇ μακαρίᾳ τῶν ἀποκειμένων ἀγαθῶς ἀπολαύσει; Ἀλλά καί τοσοῦτον τῶν ἡμετέρων ἀπολειπόντων  ἀγώνων καί οὕτω τῶν δι’ ἀρετήν ἱδρώτων τῶν ὑπέρ λόγον ἐκείνων ὑποβεβηκότων ἀµοιβῶν, ὅµως εὐτελῶν και σμικροτάτων πόνων, τήν ὑπέρ ἔννοιαν ἀπόλαυσιν ὁ ὑπεράγαθος ἀντιδώσει Δεσπότης. Μικροί γάρ καί οὐδενός ἄξιοι λόγου τῆς ἐκεῖσε παραβαλλόμενοι µακαριότητι, οἱ τῆς ἀνθρωπίνης σπουδῆς καταλογίζονται πόνοι, κἄν τόν ὅλον τις ἐν αὐτοῖς κατατρίψει βίον, κἄν ἀγῶνα συνεχῆ ὅλην ἐπιδείξηται ζωήν. Κἄν πολυπλασιάζων ταύτην εἰς ἑκατόν, ἤ καί δίς τοσοῦτον ἤ καί τρίς ἤ καί μυριάκις τόν χρόνον ἐπεκτείνοιτο τῆς βιώσεως, ἐν ᾧ χρόνῳ τούς ἐπιμόνους ὁ τοιοῦτος τῆς ἀρετῆς διανύσειεν ἀγῶνας, οὐδέν ἐν συγκρίσει φανήσεται τῶν ἐλπιζομένων ἀντιδόσεων ἀγωνισάμενος.

Διό μικροῖς καί εὐτελέσι πόνοις, τάς ἀνυπερβλήτους ἀμοιβάς περιποιησώμεθα, τόν πλοῦτον τῶν ἀδαπανήτων ἀγαθῶν θησαυρίσωμεν. Μικρά δέ λέγω καί εὐτελῆ, μή τά δοκοῦντα μόνον, εἶναι τοιαῦτα ἡγεῖσθαι, ἀλλά καί τούς διηνεκεῖς τῆς ὅλης ζωῆς ἀγῶνας, τήν ἐπίμονον τῆς ἀρετῆς ἄθλησιν, τούς ἀδιαλείπτως καί θερμῶς ὑπέρ αὐτῆς καταβαλλομένους πόνους. Τοιαῦται γάρ αἱ τοῦ μεγαλοδώρου Δεσπότου ἀμοιβαί, τοιοῦτος ὁ ὑπερβλύζων αὐτοῦ τῶν ἀντιδόσεων πλοῦτος. Οὕτω φιαλανθρωπίας καί ἀγαθότητος ὑπερβολῇ, ὀλίγα τῶν ἀπείρων καί πτωχά τῶν πλουσίων, καί ἐπίκηρα τῶν αἰωνίων ἀγαθῶν ἀντικαταλλάττεται. Ἀνενδεής γάρ ἐστι τῶν προσαγομένων, μόνης τῆς τῶν προσαγόντων ἐπιδεόμενον ποσότητι τοσοῦτον, ὅσον τῇ τῆς προαιρέσεως τῶν προσαγόντων ἐπινεύει ποιότητι, ὁ μόνος πλούσιος δωροδότης, ὁ ἀκατανόητον ἔχων εὐσπλαγχνίας τό πέλαγος. ἡ αὐτοαγαθότης, καί μόνη τῶν καλῶν ἀφθονία · ὁ τήν παροῦσαν θυμηδίαν διά τήν μέλλουσαν εὐφροσύνην συγκρότησας· ὁ διά τῶν μεγαλείων τῆς οἰκείας μητρός, τήν ἡμῶν πρός ἑαυτόν αὐψῶν  ταπεινότητα, ὁ  διά τῶν παραδόξων αὐτῆς τεραστίων, παρ’ ἐλπίδα τῆς ἀνθρωπίνης προνοούμενος σωτηρίας. Τοῦτο γάρ αὐτῷ τῆς ὅλης οἰκονομίας τό πραγματευόμενον. Ὑπέρ τούτων καί ἐν τοῖς σοῖς σεμνολογούμεθα μυστηρίοις, Θεοτόκε· ὑπέρ τῆς δι’ αὐτῶν  πλάσεως, τάς διηνεκεῖς εὐχαριστίας σοι προσφέρομεν · ὑπέρ αὐτῆς, ὡς καί τάς λοιπάς, οὕτω καί τήν εὐσημόν σοι ταύτην συγκροτοῦμεν ὁμήγυριν. Διά τοῦτο τά τῶν Πατέρων συγκηρύττομεν κατορθώματα · τό τῆς ἀρετῆς αὐτῶν μεγαλοφυές δοξάζομεν σήμερον, τό τῆς φιλοθεΐας αὐτῶν εὐφημοῦμεν διάπυρον · τήν ὑπερβάλλουσαν καρτερίαν τάς εἰς ὑπήκοον ἐνεχθείσας εὐχάς · τούς προκήρυκας τῆς ἡμῶν σωτηρίας χρηματισμούς · τόν εὐκλεῇ σε τούτων καί τῆς φύσεως γεραίρομεν καρπόν τήν ρίζαν τῶν ἀγαθῶν · τήν τῶν αἰωνίων δωρεῶν πρόξενον. Διά τοῦτο, σέ μέν πρός τόν ἐκ σοῦ τεχθέντα μεσῖτιν, αὐτούς δέ σοι εἰς πρεσβείαν προτείνομεν σήμερον. Αἰτοῦμεν διά τούτων, μάλλον δέ διά σοῦ· οὐ γάρ δεῖ μεσιτευόντων, φιλάγαθε · ἀδιάδοχον ἡμῖν συντηρεῖσθαι τήν ἐν τοῖς σοῖς μεγαλείοις εὐφροσύνην. Αἰτοῦμεν διά σοῦ τόν υπέρ λόγον ἐκ σοῦ σεσαρκωμένον, τήν παροῦσαν θυμηδίαν, τήν τῶν μελλόντων

διαδέξασθαι παρασχεῖν μακαριότητα · τῆς ἐνταῦθα χοροστασίας, τήν αἰωνίαν ἀνταλλάξασθαι δοξολογίαν, τῶν σιγώντων ὕμνων, τόν ἀσίγητον ἀντιδοῦναι τῶν ἑορταζόντων ἦχον, ἐν φωνῇ ἀγαλλιάσεως καί ἐξομολογήσεως αὐτῷ ἀναπεμπόμενον. Ὅτι αὐτός ἐστιν εὐφροσύνη καί ἀγαλλίασις καί θυμηδία διηνεκής · καί αὐτῷ πρέπει τιμή, δόξα, προσκύνησις, σύν τῷ Πατρί καί τῷ ἁγίῳ Πνεύματι νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ Γ΄.

 

Λόγος εἰς τὴν Σύλληψιν καί Ἀπότεξιν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν  Θεοτόκου καί ἀειπαρθένου Μαρίας.

(J.-P. Migne, Patrologia Graeca, t. 100, 1376C-1400B)

Οὐρανόν ἡ γῆ ταῖς τῆς χάριτος μαρμαρυγαῖς, ὑπερφαιδρύνεται σήμερον· οὐρανόν ταῖς νοηταῖς ὑπεραγλαΐζεται λαμπρότησιν,  οὐρανόν ὑπερκόσμιον ὡραΐζεται, τόν γάρ ὑπέρτερον οὐρανόν, ἀποτικτόμενον δέχεται, τόν ὑπέρφωτον ὄντως καί εὐρυχωρότατον · τόν οὐχ ἥλιον δυόμενον, ἀλλά τόν ἄδυτον ἀνίσχοντα τῷ κόσμῳ· τόν οὐκ ἄστροις ὁρωμένοις, ταῖς νοηταῖς δέ ποικιλλόμενον δᾳδουχίαις· Τοῦτο γάρ ἡμῖν ἐστι τό πανηγυριζόμενον σήμερον · τοῦτο τήν λαμπροτάτην προΰθηκε πανδαισίαν, τοῦτο τήν παροῦσαν συνεκρότησε χορείαν · τοῦτο τόν λόγον διαναστῆσαν, εἰς τήν οἰκείαν ἅπαντας συγκαλεῖται μέθεξιν. Δεῦρο γοῦν εἰς ἐξάκουστον ἐνηχηθέντι πεισθέντες, μηδείς τῶν συγκαλουμένων τῆς γλυκείας ταύτης καί παγκοσμίου ἀπολειφθείη θυμηδίας· μηδείς τοῦ κοινοῦ τῆς φύσεως καί ἐντρυφήματος καί  καυχήματος ἐφυστεροῖτο' πάντες τῆς προκειμένης συμμετάσχωμεν εὐωχίας. Πᾶσι γὰρ ἐπίσης καὶ προτέθειται, καὶ εἰς ἁπάντων εὐφροσύνην, καὶ ὑπερδεδοξασμένην παρεσκεύασται δόξαν.

Πολλῶν μέν οὖν καὶ μεγάλων ἤδη θεόθεν ἡ ἀνθρωπεία τετύχηκε φύσις εὐεργεσιῶν  διαφόροις τετίμητο χάρισιν, αἷς ὁ εὐεργέτης τούς μετόχους χαρίτων τῷ κοινῷ τὸ εὐκλεές παρεπέμπετο οὐδεμιᾷ δέ τοσοῦτον τῶν ἁπάντων, ὡς τῇ νῦν μεγαλοδώρῳ καὶ θεία ὑπερσεμνύνεται τιμῇ. Διὸ τῶν προγεγενημένων ἐκλαθομένη, καὶ τὰ πάλαι κατόπιν ἀποθεμένη, τῆ μεγαλοπρεπεῖ ταύτῃ συνεπαίρεται καὶ συνανυψοῦται δόξῃ. Τί γὰρ ἂν τοιοῦτον τῶν παρὰ Θεοῦ δεδωρημένων αὐτῆ κατανοηθείη, ὃ τῇ καταλλήλῳ τοῦ παρόντος καθυποβληθήσοιτο συγκρίσει; Τί τὸ ἐκ μὴ ὄντων παραγαγεῖν τὴν φύσιν, πρὸς τὸ καταφθαρεῖσαν ταύτην ἐνδύσασθαι, καὶ διαπλάσει καινοπρεπεστέρα πάλιν ἀναμορφῶσαι ; Τί τὸ κατ᾿ εἰκόνα τιμῆσαι, πρός τὸ ταύτην υἱοθετῆσαι; Τίς ἡ ἐπίγειος ἀρχὴ καὶ ἐξουσία, πρὸς τὸ, τῶν ἁπάντων ἐν οὐρανοῖς συμδασιλεύειν νῦν Δεσπότῃ

Τίς ἡ ἐν δράμασι καὶ ἐνυπνίοις καὶ ἐν λεπτοτάτης αὔρας ἐμφάσει τοῖς θεόπταις παραδεικνυμένη θέα πρὸς τὸ, τὸν ὀπτανύμενον αὐτὸν οὐσιωδῶς ἡμῖν ὀφθῆναι, καὶ φιλανθρώπως ἐνσκηνῶσαι ; Τίς ἡ τῶν προφητῶν καὶ δικαίων ἐκλογὴ ; καὶ τίς ἡ δι᾿ αὐτῶν τῷ γένει [παραγενομένη] δόξα, πρὸς τὸ, Μητέρα τοῦ προκρίνοντος θεοῦ, τὸ τῆς φύσεως ἡμῶν παραληφθῆναι καύχημα, καὶ δι᾿ αὐτῆς τήν μεγαλοπρεπῆ ταύτην ἡμῖν παραγεγονέναι τιμήν ; Τοῦτο δὴ τὸ καθ᾿ ὑπερβολήν ἡμῶν δεδοξασμένον. Τοῦτο δεῖ σήμε ρον ἅπαντας ὑποδεχομένους περιπτύσσεσθαι, καὶ χαίρειν, καὶ ταῖς ὡς ἐφικτὸν καταγεραίρειν δοξολογίαις.

᾿Αλλὰ τῇ Δεσποτικῇ ἄν τινες ἐπιφανείᾳ τήν τοιαύτην εἴποιεν καὶ εὐφροσύνην καὶ εὐχαριστίαν προσήκειν, ὡς ἅπαντα ταῦτα γενομένῃ καὶ πέρας τοῦ τε μυστηρίου καὶ τῶν δεδομένων καθεστηκυία δωρεῶν,  ἀλλ᾽ οἱ ταῦτα προτείνοντες , νοείτωσαν, ὡς ἐκείνης αἰτία ἡ παροῦσα γέγονε θυμηδία. καὶ ἀρχὴ τῆς πρός ἡμᾶς αὐτοῦ καταλλαγῆς, καὶ τῆς διὰ ταύτης ἐπιφανείσης ἡμῖν καθέστηκεν εὐφροσύνης. Ὥσπερ γὰρ τὰ εἰς καταλλαγὰς ἐνέχυρα παραλαμβανόμενα, εἰρήνης μέν ἐστι σύμβολα βεβαίας, ἀρχὴ δὲ τῆς διὰ τῶν αὐτῆς καλῶν τοῖς καταλλαττομένοις ἐγγίνεται θυμηδίας ἢ ὥσπερ ἡ ἐκ τῶν ὑπηκόων εἰς βασιλικήν ἀγχιστείαν καὶ προκρινομένη καὶ παραλαμβανομένη , τεκμήριον ἀψευδὲς τοῖς ἀφ᾽ ὧν ἐξελέγη κατέχεται, τῆς τε πρός βασιλέα συγγενικῆς ἑνώσεως, καὶ τῆς διὰ τοῦτο παρεσομένης εὐδοξίας ἢ καθάπερ βασιλείων ἐν ἰδιωτικοῖς ἐγκαινιζομένων κλήροις, σημεῖον τῆς δι᾽ ὧν καινουργεῖται παρουσίας καὶ συνδιατριβῆς οὐκ ἀμφίβολον τῇ περιοίκῳ γίνεται, δι' οὗ τήν τε τῆς εὐμενείας καὶ συντηρήσεως προκατασπάζεται κηδεμονίαν, οὕτω δὴ καὶ τὰ περὶ τὴν σήμερον καὶ γέγονε. καὶ τὰς περὶ τῆς ἀνωτάτω πρανεκήρυξεν εὐδοξίας ἐφόδους. Τά μέν γάρ ἐνέχυρα προτέθειται, καί ἡ ἀνύμφευτος προκέκριται νύμφη τό τε παλάτιον, καὶ παρήνοικται καὶ ηὐτρέπισται σήμερον. Ἡ δὲ τῶν ἐλπισθέντων βεβαιότης, διά τε τῆς βασιλικῆς ἐπιδημίας καὶ συναφείας, τοῖς τῶν δωρεῶν ἡμῖν δηλαδὴ προσεγένετο μετόχοις. Οὐκοῦν, ἡγεῖται μὲν τῆς κατά τήν ἄῤῥητον οἰκονομίαν εὐφροσύνης, ἡ παροῦσα φαιδρότης ἡγεῖται δ᾽ οὐχ ὡς μὴ συνεχὴς ἐκείνη, ἡ

τῷ μεγέθει διανεστηκυῖα, ἀλλ᾽ ὡς πρὸς τὸ τοῦ παντὸς ἀσφαλὲς χειραγωγήσασα καὶ ἡμῖν γε οἰκείως καὶ πρώτως  ἐπεὶ καὶ διὰ τῆς ἐξ ἡμῶν τήν τελεωτάτην χαράν προξενήσασα. Διά τοῦτο δεῖ τὴν προεόρτιον ταύτην καὶ τοῦ τέλους αἰτίαν προσείροντας εὐχαριστίαν, φαιδροῖς μὲν τῷ φαινομένῳ, φαιδροτέροις δὲ τῇ ψυχεκῇ κοσμιότητι, τὴν παροῦσαν ἐπαίνοις καταστέφειν πανήγυριν' σκιρτᾷν εὐθυμότερον' εὐφραίνεσθαι πνευματικώτερον μᾶλλον, ἡ σωματικώτερον  τῇ τῶν νοερῶν καὶ θείων ἁμιλλᾶσθαι τάξεων ἀγαλλιάσει' πᾶσαν ἅπαντας προτρεπομένου; διανιστᾷν ἐν τούτοις τὴν κτίσιν.

᾿Αλλὰ προφθάνει τὸν συγκαλοῦντα λόγον ἡ τῶν ἀγγέλων χοροστασία, καὶ τὴν δι' ἧς τὸ τοῦ μυστηρίου κατεῖδε πέρας. ἀνευφημεῖ σήμερον' προφθάνουσι καὶ οὐρανοὶ, καὶ τά τοῦ καινοῦ καὶ ὑπερτάτου στε- ρεώματος καταγεραίρουσιν ὕψη' προτρέχουσι φωστῆρες, καὶ ταῖς τοῦ νοητοῦ ἡλίου νεφέλης ἀκτῖσι φαιδρότερον καταγλαΐζονται , αὐτόκλητος ἡ γῆ παραγίνεται, καὶ τῷ οἰκείῳ σεμνύνεται καὶ συνεπαίρεται βλαστήματι καινοῖς ἡ τῶν ὑδάτων ἐξάλμασιν ἐπισκιρτῶσα φύσις, τῇ τοῦ ἁγιασμοῦ αὐτῆς δωροφορεῖ προξένῳ πάντων δὴ τὴν ἰδίαν ἐπιδειξαμένων σήμερον παρρησίαν, οἰκειοτέρως ἂν ἔγωγε, τὴν γνησιωτάτην συγκαλεσαμένην φύσιν, διαπρυσίως ὧδε κεκραγώς. Ἄγε μοι πᾶσα ἡλικία καὶ ἅπαν ἀξίωμα ὅσον τε τῆς ἐγκοσμίου, καὶ ὅσον τῆς ὑπὲρ ταύτην τάξεως ἱερεῖς τε καὶ βασιλεῖς, καὶ οἱ τὴν ἄνω στάσιν καὶ τὸ πολίτευμα, ἐν τοῖς κάτω ἐπιδεικνύμενοι ἄρχοντες καὶ ἀρχόμενοι, πρεσβύται καὶ νεώτεροι, παρθένοι καὶ μητέρες καὶ στεῖρα καὶ οἱ ὑπὲρ ἀκακίας. περὶ τὴν ἀκακίαν νηπιάζοντες, σύν εὐφροσύνῃ θειοτέρα, τήν σωτήριον ταύτην καὶ ὑποδεξώμεθα καὶ διανενφημήσωμεν ἡμέραν ἐν ταύτῃ γὰρ τὸ πᾶσι κατάληλον, ἀπεκυήθη σεμνολόγημα ἐν ταύτῃ ἐξ ἀγόνων λαγόνων ἐβλάστησεν ὁ τῶν ἱερέων κόσμος τὸ βασίλειον κράτος ἡ τῶν ἐν ἀρετῇ τελειότης τῶν ἀρχόντων καί ἀρχομένων ἡ ἀστασίαστος εὐταξί ἡ τῶν νηπίων σύνεσις  παρθένων τό ἐγκαλλώπισμα μητέρων ὁ [σύλλογος καὶ] στέφανος τῶν ἀτέκνων ἡ εὐτεκνία, στειρώσεως ἡ λύσις, ἐκ στείρας, ἡ τῶν ἀγαθῶν ἠνθοφόρησαν ἀφθονία, ἐκ δικαίων, ὁ δικαιότατος, ἐπλεόνασε καρπός.

᾿Αλλὰ τίνες οὗτοι καὶ οἷοι; καί μοι δεδόσθω τά περὶ αὐτῶν διεξιέναι, οὐχ ὅπως ἄν τοῖς κατ᾿ ἀξίαν ἐγκωμίοις ἐπαίρηται (οὐ μόνον γὰρ ὑπέρ τήν ἡμῶν, ἀλλά καὶ τὴν ἁπάντων οἶμαι τοῦτο δύναμιν ), τό δ᾽ ὅπως τε τῆς ἡμετέρας προκέκρινται φύσεως, καὶ ὅπως τῆς ἀνυπερβλήτου τετυχηκότες χάριτος, τῆς τοῦ γένους μεγαλοδωρεᾶς ἀναπεφήνασιν αἴτιοι. Ποῖαι γὰρ συνεπαρθεῖεν ἂν καὶ ἐπιδεικτικῶν ἐπίνοιαι, τῇ μεγαλειότητι τῶν πραγμάτων, μή τοί γε πρό τό ἐξῃρημένον ταῦτα μεθοδεύειν ἐπιτεχνάσαιντο; Τήν μὲν γάρ τὰ πεπραγμένα, καὶ τήν θεόθεν διά ταῦτα παραγενομένην τοῖς ἐγκωμιαζομένοις οἱ ἐπαινέται λαμβάνοντες χάριν, ὡς ἂν ἡ παρ᾿ ἐκείνοις ἑξαρκέσῃ ἐμμελετήριος δύναμις, ἐξαίρειν μᾶλλον πρὸς τε θαυμασιώτερον τά προτεθέντα πειρῶνται, ἤ καὶ κατάλληλον αὐτοῖς τήν δόξαν περιποιοῦνται, ὧν δή τά κατορθώματα δικαίων, ἡ ὑπὲρ ἔννοιαν μεγαλοδωρεά διασαλπίζει, τίς ἂν ἐγκωμιαστῶν ἐπίδειξις ὀφθείῃ Τίς παράδοξος τῶν παραδοξοτάτων ἄν ἐφευρεθείῃ τιμὴ; Τί γὰρ τοιοῦτον ἐν τοῖς ἀπ' αἰῶνος ἄν ἐννοηθείῃ, ὅπερ ἀναλογίᾳ τόν ἔπαινον χειραγωγήσειεν; Ἀναλογίζου μοι τήν τῶν δικαίων ἁπάντων καί προφητῶν ἐκλογήν, τήν τε πρός τόν ἐκλεξάμενον Θεόν, οἰκειότητα, καί ὄψει τήν Ἰωακείμ καί Ἄννης ἀσύγκριτον ὑπεροχήν, ὄψει τό ὑπέρ ἔννοιαν αὐτῶν καί προτεριμημένον καί δεδοξασμένον ἀξίωμα. Τούτους γάρ ὁ Δημιουργός εἰς τήντοῦ παλαιωθέντος κόσμου καινοποίησεν ἐκλέλεχεν. ἐκ τούτων τήν δι’ ἧς τήν νέαν ἠβουλήθη προνοήσασθαι διάπλασιν, παραλαμβάνει μητέρα, ἐκ τῶν ἐκείνων αἱμάτων, ὡς βασιλικωτέρων ἀρεταῖς, τήν βασίλειον τοῦ γένους ἀμφιέννυται πορφύραν. Τοῦτο, τό ὑπερανεστηκέναι πάντων αὐτούς παρίστησι δικαίων. Τοῦτο, τό ὑπεράξιον αὐτοῖς δικαίωμα, τό μόνους ἐκλεγῆναι τῶν ἁπάντων, καί ἐν τῷ δέοντι παραχθῆναι χρόνῳ, καί πρός τό πέρας τοῦ μυστηρίου παραληφθῆναι. Σκόπει γοῦν, ὅπως ἅπασαν συγκριτικήν ἀντιπαράθεσινμ τά κατ’ ἐκείνους διαδιδράσκει. Οὐδέ γάρ λόγοι, τά δέ προσκείμενα τοῦτο διασαλπίζει πράγματα. Ἀλλά συνοῖσον ἄν εἴη τῇ τε πανηγύρει, καί τῇ τῶν πλεονεκτημάτων αὐτῶν φανερώσει, εἰ βραχέα τινά τῆς τά περί ἐκείνους ἡφηγουμένης διαναπτύξαιμεν ἱστορίας. Οὕτω γάρ τρανοτέραν ἡμῖν τήν τῶν λεγομένων καθυποδείξειεν ἀλήθειαν. Ἔχει δέ, ὡς ἀπ’ ἀρχῆς αὐτόν εἰπεῖν τόν λόγον ὦδε.

Ἐν ταῖς ἱστορίαις, φησί, τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ἥν τις Ἰωακείμ πλούσιως σφόδρα. Σύν ἐπιτεταγμένῳ ἐγκωμίῳ, τό τῆς συγγραφῆς καταβέβληται προοίμιον, ἐναργεστέρῳ  δείγματι τήν τῶν ἑξῆς δηλοῦν μεγαλειότητα. Τί δέ τό, ἐν ταῖς ἱστορίαις, ὑποσημαίνειν βούλεται; Ἐν ταῖς γενεαλογίαις, φησί, τῶν δώδεκα τοῦ Ἰσραήλ φυλῶν.

Δείκνυσιν οὖν ἐντεῦθεν, ἀνεπίμικτον ἀνωθεν τὸ βασίλειον κατάγοντα γένος, προγονικαῖς τε καὶ οἰκείαις γεραιρόμενον εὐνομίαις, ἐπίσημόν τινα καὶ ἐξαίρετον, ἐν ταῖς τοῦ Ἰσραῆλ προκρίνεσθαι φυλαῖς. Εἴτα καὶ τὸν πλοῦτον, τεκμήριόν τι τῆς ὑπεροχῆς ὁ συγγραφεὺς τεθεικὼς, λέγει καὶ τὸ τῆς δικαιοσύνης αὐτοῦ ἰδιαίτατον ὁμοῦ, καὶ πάντων ὁμοφύλων ὑπερανεστηκός. Προσέφερε γὰρ, φησὶ, δῶρα τῷ Κυρίῳ διπλᾶ. Ὅντως διπλῷ τῷ πλούτῳ ἑκόμα. Τὸ γὰρ διπλᾶ τά δῶρα καθιεροῦν, τά τοῦ παρόντος μὲν καὶ ῥέοντος ἐκμειοῦν, τά δὲ τοῦ μένοντος εἰσαεὶ πληθύνειν παρεσκεύαζε θησαυρίσματα ἢ δῆλον, ὡς οὐδὲ πλοῦτον εἴα τὸν παρατρέχοντα μένειν, πρὸς τὸ ἀρκετὸν αὐτὸν ὁσημέραι συστέλλων; Τοῦτο γὰρ καὶ ὁ λόγος καθυποδείκνυσι. Προσέφερε γὰρ τὰ δῶρα αὐτοῦ τῷ Κυρίῳ διπλᾶ , λέγων ἐν ἑαυτῷ ἔστω τὰ τῆς περιουσίας μου παντὶ τῷ λαῷ καὶ τό τῆς ἀφέσεώς μου, Κυρίῳ τῷ Θεῷ μου. Ὄρα τῆς ἐν νόμῳ δικαιοσύνης ὑπερβολήν σκόπει τῆν ἐν ἀποστόλοις εὐαγγελικήν, ἐν τοῖς δικαίοις τούτοις προκατορθωθεῖσαν πολιτείαν κρεῖττον δε λέγειν, ὑπερκατορθωθεῖσαν. Ἔστω τό τῆς περιουσίας μου παντὶ τῷ λαῷ. Μηδὲν, φησὶν , εἴη περιττὸν τῶν ἀναγκαίων. Παντὶ τῷ λαῷ τά ὑπὲρ τὴν χρείαν προκείσθω. Πᾶσι κοινά τά τῆς περιουσίας ἀφείσθω..Ὁ δικαιοτάτης καὶ γνώμης καὶ κρίσεως.  Ὤ πλούτου ἐν ἀσυλήτοις συγκεκομισμένου ταμιείοις ! οὕτως ἡ ἐκ προοιμίων ὑπερανέστηκεν αὐτῶν ἀρετή. ᾿Αλλά γάρ καὶ ἕτερον αὐτοῖς ὑπερβολῆς κατόρθωμα, ἐκ τῶν ἑξῆς διαφαίνεται. Μετὰ γὰρ τὴν εἰς τὸ αὔταρκες τοῦ πλούτου συστολὴν, τά νενομισμένα πάντα περί τε νουμηνιῶν, καὶ ἐθίμων ἀναθημάτων, θυσιῶν τε ἀφεσίμων, καὶ καθαρτηρίων σωματικῶν, ἐκ τῶν ἐνόντων, τῷ τῶν ὅλων Θεῷ προσεκόμιζον. Καὶ τό τῆς ἀφέσεώς μου, Κυρίῳ τῷ Θεῷ μου. Ὥστε, οὐ μόνον εἰς τὸ ἀρκετὸν, ἀλλὰ καὶ εἰς τὸ ἐνδέον αὐτοῖς, τά τῆς περιουσίας ὑπετέμνετο. Καὶ τὸ, λέγων δὲ ἐν ἑαυτῷ, τῶν κατ᾽ ἐξαίρετον  σὺν τῷ τῆς εὐβουλίας γὰρ σοφωτάτῳ, καὶ τά τῆς ὑπεροχῆς τοῦ εἰρηκότος παρίστησι δείγματα οὐ γὰρ εἰς ἑτέρους ἀπιδὼν, οὐδὲ παραδείγμασί τισι προσεσχηκώς, ταῦτα ἔπραττεν. ἀλλ’ αὐτός δι’ ἑαυτοῦ τό ἀγαθόν ἐφευρίσκων ἐξεπλήρου, καί οὐχ ὑποθήκαις παλαιοῖς, καί νομοθεσίαις πρός τό τοιοῦτο χειραγωγεῖται κατόρθωμα, ἀλλ’ αὐτός κατάρχει τῆς τῶν καλῶν ἐργασίας, καί πρακτικός νομοθέτης τοῖς μετ’ αὐτόν καθίσταται. Ὄρα πῶς ἀξιολόγως τῶν ἁπάντων οὗτοι δικαίων προκέκρινται. Ἀξιολόγως δέ λέγω, οὐ τῇ τοῦ μυστηρίου δωρεᾷ. ὑπέρ γάρ ἀμοιβήν ἔργων ἡ χάρις, τῇ γε τῶν ὁμοφυῶν ἀντιπαραθέσει. Ἀλλ’ ἀκόλουθον πρός τό τῆς ἱστορίας ἑξῆς ἰέναι.

Φησί γάρ, ὡς ἐθίμως κατ’ εὔσημον τινα τῶν ἑορτῶν προσάγοντι τά δῶρα, ὁ παρά τῶν συμφυλετῶν δι’ ἀτεκνίαν ἐπετρίβη ὀνειδισμός. Οὐκ ἔξεστι σοι γάρ, φησί, προσενεγκεῖν τά δῶρα σου, καθότι σπέρμα οὐκ ἐποίησας ἐν Ἰσραήλ. Τινά δέ τῶν ἀντιγράφων, Οὐκ ἔξεστί σοι πρώτῳ περιέχει προσενεγκεῖν. Εἰκός γοῦν αὐτόν ἅτε δίκαιον ὄντα, καί τῇ διττῇ σεμνυνόμενον εὐγενείᾳ, προκρίνεσθαι τε ὡς ἐν πᾶσι, κἀν τῇ τῶν δωρεῶν

ἀφιερώσει, τοῖς δὲ, οὐκ ἀνεκτὸν διαφθονοῦσι προσῆν. Μηδὲν δὲ ἔχουσιν ἐκ τοῦ κατ᾿ ἐκεῖνον ἐπισκήπτειν βίου οὐ μόνον γὰρ οὐκ ἀνεπίληπτος αὐτοῖς αὐτὸς, ἀλλὰ καὶ ἀμήχανος τῷ ὑπερβάλλοντι διεγινώσκετο τήν ἀπαιδίαν εἰς ἀφορμὴν, τοῦ μὴ κατὰ νόμον εὐνομεῖν, αὐτῷ προβάλλονται. Τοῦτο δὲ "προμηθείας ἦν τῆς ἀνωτάτω, τὸ ἀγόνους τε, φημὶ, μέχρις ἐκεῖνον τοὺς δικαίους διατελεῖν , καὶ τὸ δι᾽ ἐντεύξεως τηνικαῦτα πρός τὴν τεκνογονίαν διαναστῆναι. Τὸ μὲν γὰρ, τὴν πρὸς Θεὸν αὐτῶν ὑπέψηνε παῤῥησίαν αἰτήσασι γὰρ οὐκ εἰς δευτέραν ὑπερετἐθη τὸ δὲ, τῷ τῆς εὐδοκίας τοῦ μυστηρίου συντετμημένῳ συνέπραττε καιρῷ. Ὀνειδισθεὶς οὖν ὁ δίκαιος, ὡς ἀποπεμφθεὶς , ἀνιᾶται σφοδρότερον οὐχ ὡς τοῖς λόγοις

πεπληγὼς, ἢ ἀδοξήσας τῷ πράγματι, ἀλλὰ δεδιὼς, μήπου τις αὐτῷ τῶν θείων ἐντολῶν παροφθεῖσα παρὰ Θεοῦ μὲν τὴν ἀπόπεμψιν ἔτεκε. δι᾽ ἀνθρώπων δὲ αὐτὴν εἰς τοὐμφανὲς παρήγαγεν. Οὕτω γὰρ καὶ τοῦ ἀψευδοῦς ἤδη τετυχηκὼς χρηματισμοῦ , τὴν δι᾿ αἰνιγματωδῶν ἐξιλέωσιν δήλων, οὐ τὴν τεκνογονίαν ἐπεζήτει. Οὕτως ἦν ἐν τε τῇ περὶ τὸν νόμον πληρώσει, καὶ τῇ τῶν ἀφανῶν τοῦ συνειδότος ἐξετάσει, ἀκριβέστατος λογοθέτης  οὕτω θείας ἡγεῖτο τὰ περὶ αὐτοῦ προνοίας ἅπαντα διὰ τοῦτο οὐ διηνέχθη οὐ τοῖς λόγοις ἀντικατέστη, οὐ τὸ μὴ κεκωλῦσθαι τῶν ἐθίμων μέχρις ἐκείνου, διά τε τὸ τοῦ βίου. καὶ τὸ τῶν δώρων ἀνεπίληπτον προσελάβετο' ἀλλ' ὁμοῦ τε τὴν δι’ ὀνειδισμοῦ ἐπίπληξιν εἰσεδέξατο, ἐπὶ τὸν τῶν ἀποῤῥήτων ἐξεταστήν καταφεύγει Θεὸν, καὶ τὴν ἐρημίαν ὡς συνεργὸν τῆς πρὸς αὐτὸν ὁμιλίας καταλαμβάνει, μήτε αὐτῇ τῇ συνοίκῳ καὶ ὁμογνώμονι φανείσῃ, κοινωνησάμενος τὴν γνώμην, μήτε τοῖς κατ᾽ οἶκον, τὴν περὶ τῶν ἐκτὸς ἐπιμέλειαν διαθέμενος. Τίς τὴν τοιαύτην κἀν τοῖς καθ᾿ ἡμᾶς ἐλπίδα πρὸς Θεὸν ἀδίστακτον, καὶ τῶν παρόντων καταφρόνησιν, ἐνεδείξατο μή τοι γε ἐν τοῖς κατ᾿ ἐκεῖνον, ἐν οἷς καὶ τῶν μετριωτέρων καὶ τεθεσπισμένων ἀρετῶν, ἐργώδης ἦν ἡ ἐκπλήρωσις.

Καὶ παρείσθω νῦν, τά κατὰ τὸν πατριάρχην ᾿Αβραάμ. Ὑπεξῃρῆσθαι γάρ τῷ τε χρόνῳ καὶ τῷ τῆς δικαιοσύνης ἀνεστηκότι, ὡς τῶν πάλαι, καὶ τούτου δόξειεν ἄν τισι πλὴν εἰ καὶ ταῦτά τις ἀντεξετάζειν βούλοιτο, πολλὴν ἄν τὴν ὑπεροχὴν τῶν προκειμένων κατόφοιτο. Ἐκείνῳ μέν γάρ, ἡ τε μετανάστασις, καὶ ἡ ἐν οἷς ἂν παροικήσειεν ἐρρήθη γῆ ἔτι μὴν, καὶ ἡ τῆς ἀπαιδίας καὶ στειρώσεως τῆς Σάρρας λύσις, ὑπὸ τοῦ ἀψευδοῦς προεπήγγελται ἅπερ δὴ κατέχων ὑποσχέσει, τὴν μὲν ἐλπίδα ἔτρεφε, τὴν δέ γνώμην πρὸς τὴν δι᾿ αἰτήσεως ἐψυχαγώγει. Τί γὰρ ἂν εὐθυμότερον τῆς ὑποσχέσεως ὀφθείη Θεοῦ. Ὁ δὲ, ἀνεπαγγέλτως μέν παρά τοῦ δυνατοῦ πάντα τὰ μὴ δυνατά περαιοῦσθαι, καὶ τὴν φύσιν μεταρυθμίζεσθαι, πιστεύσας, πρὸς ἀφανῆ δὲ τὴν αὐτοῦ προμήθειαν τά τῆς ἐλπίδος ἐρείσας, οὕτω καὶ τὴν τῶν οἰκείων διάστασιν, καὶ τὴν ἔμμονον πρὸς αὐτὸν δι᾿ ἐντεύξεως ποιεῖται ὁμιλίαν. Καὶ ὁ μέν, τεκμήριον τῆς τε κατασχέσεως τῆς γῆς, καὶ τῆς τοῦ γένους ἐπιδόσεως δεῖται [καὶ ὅτῳ τρόπῳ τά ἐπαγγελλόμενα πληρωθεῖεν ἐξαιτεῖται] ὁ δὲ, ὥσπερ ἐν τῇ εὐχῇ τὸ ἀνενδοίαστον, οὕτω καὶ ἐν τῷ εἰς ἐπήκοον ἀνενεχθῆναι, καὶ ὑπ’ ἀγγέλου τὸν τόκον εὐαγγελισθῆναι , οὐχ ὡς ἂν ἐκβαίη τό εὐαγγελιζόμενον αἰτεῖται, οὐδὲ γε τά δηλοῦντα σημεῖα τῆς ἀσθενούσης φύσεως τὴν ἴασιν, ἐπιζητεῖ. Ὅς γάρ πλήρωμα τὸ μήνυμα κατασχὼν τοῦ καθαρῶς ὀφθῆναι μόνῳ θεῷ, καὶ μετά τὴν τοῦ τόκου πληροφορίαν [τῆς πληροφορίας] κατεστοχάζιτο σημεῖα. ᾿Αλλὰ γάρ καὶ τὸ τῆς θυσίας, ἐνταῦθα προσκαλούμενον ἐξετασθῆναι παράδοξον, ἐατέον, ὅπως μὲν ἐκεῖνος προσετάξει, αὐτοπροαίρετος δὲ οὗτος ἱερούργησε' καὶ μονογενῆ μέν, κυρίως, οὕτος, ἐκεῖνος δὲ, τῷ τῆς ἐπαγγελίας λόγῳ καὶ ὅτι προτάξας μὲν ἐκεῖνος, τό ἱερεῖον ἀντικομίξεται οὗτος δὲ τῷ ὄντι καθιερώσας, ὡλοκαύτωσε, καί ἀποδούς ἀνήνεγκε, καί πατριάχήν μέν αὐτός φυλῶν, καί δίκαιον, μητέρα δέ οὗτος Θεοῦ καί δικαιοτάτην πατριαρχῶν Δέσποιναν. Κρεῖττον γάρ, οὐ τῆς παρούσης, ἀλλά καί πάσης ἀντιπαραθέσεως τό ἐγχείρημα. Ὁρᾷς ὁποῖα τά τοῦ δικαίου τούτου παρήλασε πλεονεκτήματα.

Θεό δή καί τήν ἐν τῇ ἐρήμῳ διατριβήν καί ὑπέρ τήν φύσιν καρτερίαν, ἥν ἀγγελικήν προσήκει λέγειν διαγωγήν, ὡς ξένη καί ἀκατάλληλο,τῇ τέ τῶν πραγμάτων καί λόγων ἀντιπαραθέσει, καθέστηκε. Τεσσαράκοντα γάρ ἡμέρας καί νύκτας τοῦτον ἄσιτον διατελοῦντα, προσκαρτερῆσαι φησιν ἡ ἱστορία τῇ δεήσει, μόνῃ τῇ εἰς Θεόν ἐλπίδι τρεφόμενον. Ἐνήστευσε γάρ ἡμέρας καί νύκτας τεσσαράκοντα, λέγων, Οὐ καταβήσομαι {ἀλ. ἀναβήσομαι} οὔτε ἐπί βρωτόν, οὔτε ἐπί ποτόν. Τοῦτο τῶν μέν παρ’ ἡμῖν ἀγωνιστικωτέρων τισί, παράδοξον, τισί δέ, καί ἀμήχανον ἀνεκρίθη, Ὑπέρ γάρ ἀνθρωπίνην ἰσχύν τό κατόρθωμα, τοῦ τῆς φύσεως μόνο Δημιουργοῦ τὸ διαρκές αὐτῇ, γνώμης αἰρέτει συντηροῦντος. Ταύτην αὐτῷ ἀπεριδόνητον, ὁ δίκαιος παραστησάμενος, βιαίως τε τῆς τοῦ σώματος ἀνάγκης κατεπανιστάμενος, παρ᾽ αὐτοῦ ἐκείνου, τὴν χάριν τῶν ὑπὲρ δύναμιν ἀγώνων, καὶ τῶν παρ᾿ ἐλπίδα δωρεῶν, ἐπιτυγχάνειν δέχεται. Μωϋσῆς μὲν γὰρ, τῇ ἰσαρίθμῳ θαυμάζεται τῶν ἡμερῶν ἀσιτία καὶ γάρ, οὐκ ἀθαύμαστα τὰ κατ᾿ ἐκεῖνον. ᾽Αλλ᾿ εἰ τις τήν ἑκατέρων διερευνώμενος ἐξετάσαι θελήσειε καρτερίαν, εὑρήσει δηλαδὴ κἀνταῦθα τὴν διαφορὰν, ἐν τῇ μεταχειρήσει τοῦ πράγματος. Ὁ μὲν γὰρ τῷ τοῦ προστεταχότος ὅρῳ, καὶ τῇ τῶν πλακῶν διατηρήσει, αὑτῇ τε τῇ ἀπεκδοχῇ τοῦ νομοδότου κατείχετο, ἅπερ σὺν ἐπισχύσει κρείττονι, τόν τε παρατεινόμενον χρόνον, καὶ τὴν ἀνάγκην ἀπεκούφιζε τῆς φύσεως ὁ δὲ, ὑπ᾿ οὐδενὸς τῶν ἄλλων ψυχαγωγούμενος, μόνῃ δὲ τῇ ἀδιαψεύστῳ ρωννύμενος ἐλπίδι, τήν τε ἐρημίαν καὶ τοὺς ἀγῶνας ὑποδύεται, καὶ τὴν ἐπιτεταμένην προβάλλεται δέησιν. Τοῦτο τίς οὐκ ἂν θαυμάσειε, καὶ παντὸς ἀνώτερον ἡγήσαιτο λόγου, ὡς πάντα δὴ καὶ λογισμὸν τῇ μεγαλοφυΐᾳ καταπαλαῖον; Καὶ εἰ τις αὔξησιν τουτωνὶ τῶν ἀρετῶν, τοὺς παρόντας ὑποπτεύει λόγους, αὐτὰ γυμνᾶ προτιθεὶς, διευρευνάτω τά πράγματα ὡς εἴπερ οἷόν τέ ἐστι κατόπιν ἰέναι ταῖς αὐτῶν εὐφημίαις, κἂν ᾗ τις τῶν λίαν εὐδοκιμηκότων ὁ πειρώμενος, μὴ ὅτι γε πρὸς τὸ ἐξῃρημένον πάντας ἐπαίρειν. Τοιαῦτα μὲν τὰ περὶ τοῦ δικαίου.

Τὰ δὲ τῆς συνοίκου καὶ ὁμοτρόπου Ἄννης , ὡς μεγάλα καὶ θαυμαστὰ, καὶ τοῦ σνγκοινωνοῦ τῆς χάριτος οὐ μόνον οὐκ ἀποδέοντα, ἀλλὰ καὶ περαιτέρω χωροῦντα. Διπλοῦς γὰρ αὔτη τούς τῆς καρτερίας διήνυσε ἀγῶνας. Ἡ τε γὰρ τοῦ συζύγου διάζευξις καὶ παροικία, ἄδηλος- καὶ τὰ δι' ἀπαιδίαν ἐπολιόρκουν ἄμφω ταύτην σκώμματα, πρὸς ἅπερ ἀνταγωνιζομένη, τῇ τῆς ἐλπίδος καὶ πίστεως ὑπερανεῖχε συμμαχίᾳ. ᾿Αλλὰ γάρ διττὸς αὐτῇ, καὶ ὁ τοιοῦτος ἐπετρίβη ὀνειδισμός ὁ διὰ τῶν συμφυλετῶν μέν, πρότερον. ἔπειτα δέ, ὁ διά τῆς οἰκέτιδος, ὅς καί δυσφορωτάτην τήν ἐπίπληξιν ἐμποιεῖ προσαγόμενος. Οὐ γάρ οὕτω τά παρ’ ἑτέρων  ὀνείδη ὡς τά παρά τῶν γνησιοτέρων καθάπτεσθαι τῶν βαλλομένων πέφυκε καί μάλιστα εἰ τῶν ἐξ ὑπό χεῖρα τεταγμένων προφέροιντο ταῦτα. Πῶς οὖν ἡ γενναιοτάτη διατίθεται; Οὐδ’ ὑπό τινος τούτων τήν ἄμαχον τιτρώσκεται προσδοκίαν. ἀλλά τόν μέν ἐπιδιδόμενον μή καθηκόντως ἀποσεισαμένη κόσμον, τήν δέ πενθικήν ἐσθῆτα περιελόμενη, καί τήν καθαράν καί νυμφικήν, τῇ νοητῇ συμπεριθεμένη στολῇ, πρός τήν εὐχήν τῷ ἑκατέρωθεν εὐτρεπίζεται κόσμῳ, ὡς ἄν καθαρᾷ τῷ καθαρωτάτῳ τῇ διττῇ προσομιλήσει καταστολῇ. Καί οὐκ ἐν τοῖς ἔνδον τοῦ ναοῦ χωρήσασα, τήν ἱκεσίαν  τῷ  τῶν ὅλων ἀναπέμπει Θεῷ , ἀλλὰ ἀτάραχον τινα καὶ ἀπερικτύπητον τὸν τοῦ παραδείσου καταλαβοῦσα χῶρον, ἐν τούτῳ καθάπερ ἀνυπονοήτῳ ταμιείῳ κρυφίως ταύτην ὀδυνωμένη προὔτεινεν. Ἐγκάρδιον γὰρ καὶ πλείονος δεομένην ἐκμελετῶσα τοῦ χρόνου οὐκ εἰς φανερόν προάγει τοῖς ὀνειδίζουσι. Μέθην γὰρ ὡς καὶ τῆς προτέρας Ἄννης, ἤ βαττολογίας αὐτῆς κατεψηφίσαντο. Εἰ γὰρ εὐκαίρως ἱλασκομένης τὸ Θεῖον, κωμῳδοῦντες πρώην ἐπέμβαινον, τίνας οὐκ ἂν πρὸς τήν ἀσυνήθη παρεδρίαν. πληκτικωτέρους ἐπαφῆκαν τοὺς λόγους; Τούτου δή χάριν οὕτ’ αὐτή, οὐθ᾽ ὁ μεγαλόψυχος Ἰωακεὶμ, ἐν τῷ ναῷ προσδραμόντες, ἄμφω τὰ τῆς εὐχῆς ἀποδιδόασιν, εὐπρόσδεκτον ἄρα καὶ ἀνεπαχθῆ ταύτην, τῷ σχολαιοτέρῳ καὶ ἡσυχίῳ γενήσεσθαι καθηκόντως οἰηθέντες ἡ δὲ δή ἁρμοδιωτέρα τε αίτία καὶ ἀσφαλεστέρα, τοιαύτη τίς ἐστιν ὡς ἄρα πρόδρομοι καὶ κήρυκες, τῷ τε πράγματι, καὶ τῇ προσηγορίᾳ τῆς χάριτος ὄντες, Ἰωακεὶμ μὲν γὰρ, ἀποκείμενος Ἄννα δὲ, χάρις ἑρμηνευομένη κεκύρωται, δι᾿ ἐαυτῶν τὸν ἀπερίγραπτον αὐτῆς ἐν τούτῳ καθυφαίνουσι πλατυσμόν τοῦ νεώ μὲν ὑπεξιστάμενοι  ἐν παντὶ δὲ, τὸν τῶν ὅλων ἐξιλεούμενοι Ποιητήν.

Καὶ οὖτος μὲν, ὁ περὶ τούτων λόγος. Ὁ δὲ τῆς εὐχῆς, ὡς ἀξιόλογος ἀμφοτέροις προτείνεται. Πάντων γάρ τῶν τοῦ Θεοῦ μεγαλουργημάτων,  ὧν τε ἒκ μὴ ὄντων παρήγαγε, καὶ ὢν παραδόξως ἐκαινοτόμησε, τάς τῶν πραγμάτων μεταπλαττόμενος φύσεις, ἐκφέρεται. Οὕτως αἱ τῶν δικαίων εὐεργεσίαι προφέρονται · οὕτως Ἀβραὰμ καί Σάρρα οὕτω τά κατὰ τὴν Ἄνναν, καί Σαμουὴλ παράγεται τοῖς δικαίοις, ἐκ τῆς τῶν ὁμοίων εὐχαριστίας, τὴν ἴσην ἐξαιτουμένοις χάριν, πλείονί τε καί σπουδαιότερα

προσεδρεία, τοῦ καταλλήλου μὴ ἔκπεσειν ἐπιζητοῦσα. Ἡ δὲ μετὰ ταῦτα τῆς μακαρίας Ἄννης ἐν τῇ παραδείσῳ προσευχὴ, πολὺ μὲν τό διεστηκός, πολὺ δὲ τό εὐεπήκοον τῇ ψυχικῇ διήνυσε συντριβῇ. Οὐδὲ γάρ λόγοις καί νοήμασι δεήσεως ἀπεχρήσατο, ἀλλ’ ὄψει ταπεινώσεως, τὴν οἴκειαν μὲν εὐτέλειαν κατολοφυρομένη διωμολόγει τῆς δὲ κτίσεως ἁπάσης ἑαυτήν ὑποθεῖσα, τὰ κατ' εἶδος μετέχοντα τῆς τοῦ κτίσαντος εὐλογίας, διεξήει. Τοιοῦτοις γάρ καί ἤθεσι καί λόγοις, ἡ τοῦ Δημιουργοῦ πολυεύσπλαγχνος

ἀπινεύειν πέφυκε κηδεμονίας καί μᾶλλόν γε τούτοις, ἢ τοῖς κατ' ἰδίωμα προφερομένοις. Διὰ τοῦτο, τῶν πάντων γενητῶν ἀχρειότερα, φησίν, ἡ σώφρων, ἔγω, ταὐτὸν ὡς πάντων μέν, τῷ σῷ καθυπουργούντων προστάγματι Δέσποτα, τῆς τοιαύτης δὲ εὐλογίας, καί χάριτος ἐστερημένη καθάπαξ, ἀνάξια τῆς τοῦ γένους εὐκληρίας.· γόνιμον γὰρ σοί, καί τοῦτο, καί τῷ πράγματι τό διεστηκός παρίστησι · ξένη τῆς τῶν πολυειδῶν ζῴων εὐφορίας· καί αὐτὰ γάρ, τῆς ὁμοίας κατείληχεν εὐλογίας. Πολυφόρος ἡ γῆ, τὴν ἀφθονίαν διηνεκῶς κατὰ τό σόν ἐπικομίζουσα πρόσταγμα καρποφοροῦσι λειμῶνες· καὶ τὰ εὐειδῆ τῶν φυτῶν καρποφορεῖ βλαστήματα , καρπόν τε καίριον ὁμοῦ καὶ ἤδιστον προβάλλονται, καὶ τῇ τῶν μετεχόντων εὐχαριστία, σοὶ τὴν δοξολογίαν ἀναφέρουσι. Τούτων ἐγὼ τῆς χάριτος ἀμέτοχος, ἐπεὶ καὶ τό μὴ κατ᾿ ἀξίαν συναριθμεῖσθαι τούτοις δημιουργήμασί τε οὖσιν ἀγαθότητος τῆς σῆς, ἑαυτῆς καταψηφίζομαι. Ταῦτα, τίνα ταπεινώσεως ὑπερβολήν οὐκ ἐμφαίνει τά ῥήματα; Ποίαν συντετριμμένην οὐχ ὑποβέβηκε καρδίαν, ἡ τά τοιαῦτα νοήματα προβαλλομένη ψυχῆ; Πῶς δέ οὐκ ἂν ὁ φιλάγαθος ὑπὲρ εὐωδίαν ἅπασαν καὶ προσφορὰν, τὴν τοιαύτην γνώμην προσήκατο ; Πῶς οὐχ ὑπὲρ ὡλοκαυτωμένην θυσίαν τῇ τοιαύτῃ κατένευσεν ἂν δεήσει ἤ ὁ μάλα ταῖς ὁμοίαις ἡδόμενος ὁλοκληρίαις; Θυσία γάρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.

Τοιαῦτα τά τῶν δικαίων πλεονεκτήματα καὶ διηγήματα οὗτοι τῶν ἀρετῶν αὐτῶν οἱ φαιδροὶ χαρακτῆρες, τήν εὐγενῆ τῆς ψυχῆς καὶ λαμπροτέραν τῶν προφανέντων ἐναπήστραψαν ὡραιότητα. Ἔδει γάρ ἐξ ὑπερεχούσης ἐκλογῆς , τῆν ἀσύγκριτον ἐν γεννητοῖς παραχθῆναι δωρεάν ἔδει ἐξ ἀφθόνων ἀρετῶν, τὸν ὑπεράγιον ἐπιδρύσαι πλοῦτον ἔδει τοιούτων πόνων; τοιοῦτον συγκομισθῆναι τὸν καρπόν ἐκ ρίζης εὐγενοῦς, εὐγενέστατον ἐκφυῆναι βλαστόν ἐξ ἀγαθῆς ὀσφύος, ἀγαθώτατον ἀναδοθῆναι κλῆμα, τό ἀειθαλὲς τοῦ γένους ἐγκαλλώπισμα τὸ τῆς φύσεως ὡραιότατον βλάστημα τὸ ὑφιγενές τοῦ μυστηρίου στέλεχος, ἐξ οὖ τό τῆς ἀθανασίας ἀναδραμόν ἄνθος, τὴν ἀΐδιον διέπνευσεν εὐωδίαν οὗ ὁ καρπὸς, ζωὴ καὶ ἀφθαρσία, καὶ διαμονή τοῖς μετέχουσι πᾶσιν ἐγγίνεται.

Τοιούτοις δὲ πόνοις καὶ λόγοις ἡ τῶν δικαίων ἀνηνεγμένη δέησις. χρηματισμῷ τό πέρας παρ᾽ ἐκατέροις λαμβάνει. Ἄγγελοι γάρ ἐπιφανέντες τό τε εἰς ἐπήκοον ἀνυσθῆναι, καὶ τὸν παρ᾿ ἐλπίδα τόκον ἐκδήσεσθαι κατεμήνυον. Ἄγγελοι, τῆς τῶν ἀγγέλων "τιμιωτέροις εὐαγγελίζονται τὴν κύησιν” ἀγγελοι, τήν τῆς στειρώσεως προαναφωνοῦσι λύσιν, καὶ δι᾿ αὐτῆς, τὸ τῆς ἁμαρτίας διακοπῆναι προαγορεύουσι μεσότοιχον. Ἄγγελοι, τὴν παρ᾽ ἐλπίδα σύλληψιν, τῆς ὑπερφυῆ καί ἀπόρρητον καινουργησάσης κύησιν προοιμιάζονται, Ἄγγελοι, τῶν ὠδίνων προτρέχουσι τῆς, δι’ ἧς, αἱ τῆς προμήτορος ἀπαύθησαν ὀδύναι, παρά προσδοκίαν ἡ πρόοδος, ἧς παράδοξος ἡ γένησις. Ἐξ ἀνελπίστου γεωργία, ἡ ὑπέρ ἔννοιαν καρποφορία, προϋποφαίνει τήν τῆς φύσεως καινοτομίαν, ἡ τῆς στειρώσεως ἀπορία, καί τῇ τικτομένῃ, τοῦ καινοτάτου μυστηρίου τεκμήριον, τά τῆς οἰκείας ἀποτέξεως παρέχεται πράγματα. Ἐν τοῖς καθ’ ἑαυτήν, τά τοῦ ξένου προβεβαιουται τοκετοῦ. Ἐν τῷ κατά τούς τεκόντας θαύματι, τά τοῦ ἀποῤῥητοτέρου διδάσκεται θαύματος. Προκήρυγμα γάρ ἐκείνου, τοῦτο καί δι’ ὧν ἐπληροῦτο, τό ἀσφαλές τοῦ κυρυττομένου προανεφώνει. Ἐνταῦθα στεῖρα τῶν τῆς φύσεως ἰδίων ἀπειργομένη, ἐκεῖ Παρθένος τῇ ἀσυλήτῳ ἁγνείᾳ τετειχισμένη. Ἐνταῦθα χρόνιος ὁ δεσμός, ἐκεῖ ἀθάνατος ὁ ἀνόθευτος τρόπος. Ἐνταῦθα κατορθωμάτων καί προσευχῆς καρπός, ὁ τόκος, ἐκεῖ  δι᾿ ἀσύγκριτον ἀρετὴν καὶ ὑπερβάλλουσαν καθαρότητα. ἡ ἀνερμήνευτος καινοτομεῖται κύησις. ᾿Ενταῦθα ἄγγελος τῆς τῶν ὠδίνων λυτρώσεως κῆρυξ  ἐκεῖ ἀρχάγγελος, τῆς ὑπερφυοῦς συλλήψεως εὐαγγελιστής. Ἡ δὲ δὴ τῶν παρόντων εὐαγγελίων ὑπόσχεσις,τρανότερον τά κατ᾽ ἐκείνην προανεκήρυξε. Λαλη- θήσεται γάρ πᾶσι τὰ τοῦ τόκου σου, φησὶν. ὁ προμηνύων τῇ Ἄννῃ. Λαληθήσεται καὶ κηρυχθήσεται οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐν οὐρανοῖς, οὐκ ἐπ᾽ ἀνθρωπίναις ἀκοαῖς, ἀλλὰ καὶ θείαις ἐνηχηθήσεται νοήσεσι, τίνα δὴ τά λαληθησόμενα περὶ αὐτοῦ. Καὶ σκόπει ὅπως ὁ Δαδὶδ ταῦτα προανεφώνησεν, ὅπως ὡς γινομένην τὴν τῶν μελλόντων προανεκήρυξεν ἔκβασιν, τὴν τῶν ἐσομένων ἀπαραίτητον ἀλήθειαν, τῷ παρῳχηκότι διασημάνας χρόνῳ. Δεδοξασμένα περὶ σοῦ γὰρ ἐλαλήθη, ἡ πόλις τοῦ Θεοῦ. Δεδοξασμένα ὑπὲρ πᾶσαν διηγουμένην δόξαν. Δεδοξασμένα ταῖς ἀνωτάτω δυνάμεσι τετιμημένα καὶ ποθητά, τοῖς ὁμογενέσιν ἀνθρώποις ἐπιθυμητὰ πατριάρχαις σεπτά προπάτορσιν ἀνάγραπτα καὶ ζητητέα προφήταις. Διά ταῦτα πᾶσα κτίσις εὐφραίνεται τούτοις ἀγγελικαὶ συνήδονται στρατιαί  τούτοις ὁ σύμπας ἐνωραΐζεται κόσμο τούτοις σημερον ἡ γηγενῶν ἐπαγάλλεται φύσις ταῦτα δοξολογοῦσα, τὴν προεόρτιον ἄγει τῆς μεγίστης σωτηρίας πανήγυριν ταύτην προπεριπτύσεται τὴν, δι᾽ ἧς τῆς τελειοτάτης τετύχηκεν ἀγαλλιάσεως. Τοῦτο γὰρ τό γενέθλιον, τὴν αὐτῆς ἀναγέννησιν προανεφώνησε. Τοῦτο. τὴν ἐκ πλάνης ἀνάκλησιν, καὶ παλαιότητος αὖθις ἀνάπλασιν προδιεκήρυξε. Τοῦτο, τὴν, τῆς ἀγνωσίας αὐτῆς ἀγονίαν καὶ ἀκαρπίαν, εἰς θεογνωσίας καρποφορίαν ἐπιδοῦναι προεμήνυσε τοῦτο τάς πρὸς τὴν χάριν αὐτῇ ὠδοποίησεν εἰσόδους τοῦτο, τὰς τῆς σωτηρίας πύλας προανέῳξε τοῦτο, εἰς καταλλαγάς προτέθειται, τοῦτο, εἰς μεσιτείαν παρείληπται διὰ τοῦτο, νῦν οἱ τοῦ γένους παῤῥησιαζόμεθα συμμέτοχοι  διά τοῦτο, τῆς οἰκειοτέρας μετειλήφαμεν στάσεως. Διά τήν ἀποκυηθεῖσαν παστάδαμ ἐν τῷ βασιλικῷ κατελογίσθημεν νυμφῶνι, διά τόν νῦν παραχθέντα λαμπρότερον τε ὁμοῦ καί εὐρυχωρότερον οὐρανόν, τήν οὐράνιον ἐπεγραψάμεθα διαγωγήν, διά τῆς συγγενοῦς εὐλογίας, τῆς εὐαγγελικῆς ἐναπολαύομεν θυμηδίας.

Ἀλλ’ ὢ τῆς παρούσης καί τῆς ἐσομένης εὐφροσύνης πρόξενε! ὢ καί παρρησίας καί τιμῆς σεμνολόγημα τῆς ὑπὲρ τῶν σῶν πανηγύρεων εὐωχίας, τὴν ἀνωτάτῳ πανδαισίαν ἀμειψαιο · σῦ τοῦ ὑπὲρ τῶν τοιούτων προθύμου, τάς μεγάλας ἀντεισφέροις δωρεὰς κόσμησον ὡς τῇ αἰσθητῇ, καί τῇ νοητῇ φαιδρότητι, τὴν παροῦσαν ὁμήγυριν · ῥύθμισον τὴν συγκεκροτημένην θειοτέρως χοροστασίαν · ἐνήχησον αὐτὴ ἐναρμόνιον, καί τῆς τῶν ἑορταζόντων ἐν οὐρανοὺς ἀγαλλιάσεως μέλος· ἔπιδε πρός τὴν ἑκάστου διάνοιαν, ἔτασον τό τοῦ πόθου διάπυρον, καί τῷ ἐτάζοντι τὰ τοῦ συνειδότος ἄρρητα, καθυπόδειξον τοῦτο Δεσπότῃ πρότεινον τὰ τῆς διαθέσεως τῷ ἀνακεκαλυμμένως καθορῶντι τὰ κρύφια. Εἶδε μὲν ὡς τῶν ἀθεάτων ἅπαντα γνώστης, τόν τὲ δι' αὐτόν εἰς σὲ τῶν ὑμνολόγων κατανοεῖ πόθον · βούλεται δὲ καί λίαν ἀγαθοπρεπῶς, καί διὰ μητρώων ἐντεύξεων, καί  προτείνεσθαι ταῦτα καί ἀποπληροῦσθαι. Τοῦτο γάρ τό πρός αὐτόν σοῦ καί ἡμῶν, εἰς σὲ ἐγκαλλώπισμα · τοῦτο τε, γνώρισμα τῆς διὰ σοῦ γεγενημένης αὐτοῦ φιλανθρωπίας. Ταύτης ταῖς ἐλπίσι συναν-ψούμενοι, τῆς οἰκείας καταφρονοῦμεν ταπεινότητος, τῆς χαμαιζήλου, καί γεώδους ἐπιλανθανόμενοι διαγωγῆς ἐντεῦθεν, τῶν τῆς γῆς ἐπαίρειν, καί πρός οὐρανόν ἐπείγεσθαι προθυμούμεθα. Ἐντεῦθεν ἡμῖν, αἱ ἀδιάψευστοι τῶν ἀποκειμένων ἀγαθῶν ἐλπίδες ἐντεῦθεν αἱ τῶν αἰωνίων προσδοκίαι. Διὰ τοῦτο, φιλοφρόνως τὴν εὔσημον καί θείαν ταύτην ἄγοντες ἑορτήν, τῷ εἰς οἰκείαν ἅπαντα προνοησαμένῳ δόξαν εἰς μητρικόν τε καύχημα, καί σωτήριον τῶν ὑπηκόων ἐγκαλλώπισμα, τὴν εὐχαριστίαν ἀναπέμπομεν Χριστῷ τῷ τῶν ἀγαθῶν αἰτίῳ καί παρόχῳ · ὅτι αὐτῷ πρέπει τιμή, καί προσκύνησις, καί δοξολογία, σὺν τῷ Πατρί, καί τῷ ἁγίῳ Πνεύματι, νῦν καί ἀεί, καί εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images