Πέμπτη, 21 Νοεμβρίου 2024

Βασιλείου Πορφυρογέννητου τοῦ Νέου

 

«Ἄθλησις, τοῦ ἁγίου μάρτυρος Καλλινίκου

(Μηνολόγιον - μηνί  Ἰουλίῳ κθ΄)

 

(J.P. Migne, Patrologia Graeca, t. 117, 564D-565A)

 

Ἄθλησις, τοῦ ἁγίου μάρτυρος Καλλινίκου.

Καλλίνικος ὁ τοῦ Χριστοῦ μάρτυς, ἦν μὲν ἐκ τῆς χώρας Κιλικίας· Χριστιανὸς δὲ ὦν, καὶ διδάσκων τὸν λόγον τοῦ Χριστοῦ παρήνει μὲν ἀπέχεσθαι τῶν ματαίων, τὸν δὲ ποιητὴν τοῦ παντὸς ἐπιγινώσκειν Χριστόν. Ὅθεν κρατηθεὶς, ἤχθη πρὸς τὸν ἡγεμόνα καὶ παρʼ αὐτοῦ παντοίαις βασάνοις ὑποβληθεὶς, ὑποδήματα σιδηρᾶ μετὰ ἥλων ὀξέων ὑπεδέθη, καὶ ἠναγκάσθη τρέχειν ἔμπροσθεν τῶν ἵππων μέχρι τῆς πόλεως Γάγγρας ἀπεχούσης σταδίους ἑξήκοντα. Καὶ πεζεύσας ἑξήκοντα στάδια, καὶ ἰδὼν τοὺς ἀπάγονντας αὐτὸν στρατιώτας τῷ δίψει λειποψυχοῦντας, προσευξάμενος ἐξήγαγεν ὕδωρ ἐκ τῆς γῆς, καὶ ἐπότισεν αὐτούς. Καὶ φθάσας τὴν πόλιν Γάγγραν, ἀπεκλείσθη εἰς φυλακήν. Καὶ μετὰ ὀλίγας ἡμέρας τῆς φυλακῆς ἐκβληθεὶς, καὶ καταναγκασθεὶς ἀρνήσασθαι τὸν Χριστὸν, καὶ μὴ πεισθεὶς, πυρὶ ἐτελειώθη. Καὶ κατέθη τὸ τίμιον αὐτοῦ λείψανον χερσὶ Χριστιανῶν ἐν αὐτῷ τῷ τόπῳ τῆς τελειώσεως. Καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἰωάννου μητροπολίτου Χαλκηδόνος.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images