Τρίτη, 03 Δεκεμβρίου 2024

Μιχαήλ Ψελλοῦ

 

Χαρακτῆρες Γρηγορίου Θεολόγου, τοῦ Μεγάλου Βασιλείου, τοῦ Χρυσοστόμου, καί Γρηγορίου τοῦ Νύσσης 

 

 

(J.P. Migne, Patrologia Graeca, t. 122, 901Α-908Β)

α’. Ἠρώτησας, λογιώτατε ἀδελφὲ, τίνες τε καὶ πόσοι τῆς καθ᾽ ἡμᾶς φιλοσοφίας πρὸς τὴν τέχνην τοὺς οἰκείους λόγους ἀπέξεσαν, καὶ εἰ ἀξιολογώτατοί εἰσι τοῖς περὶ Λυσίαν καὶ Δημοσθένην διαμιλληθῆναι ταῖς τε πραγματικαῖς κατασκευαῖς καὶ ταῖς ἠθικαῖς πιθανότησι καὶ τῇ τῶν ὀνομάτων ἐκλογῇ καὶ συνθήκη, ἔτι μὴν τοῖς ἐπιθέτοις κόσμοις καὶ τοῖς θεατρικοῖς σχήμασι.

β΄. Φημὶ γοῦν πρὸς ὅ πυνθάνῃ ἀποκρινόμενος, ὅτι πολὺς μὲν καὶ ὁ ἡμέτερος κύκλος ὁπόσοι τὴν εὐγλωττίαν ἐζήλωσαν, τέσσαρας δὲ τοῦ σύμπαντος χοροῦ τίθημι κορυφαίους τὴν σάλπιγγα τῆς θεολογίας Γρηγόριον, καὶ τὸν ἑταῖρον καὶ μέγαν Βασίλειον, καὶ τὸν ἐκ τῶν αὐτῶν σπερμάτων αὐτῷ φύντα Γρηγόριον, καὶ τὴν χρυσῆν λύραν τοῦ Πνεύματος. Τούτων γὰρ ἕκαστος αὐτάρκης ὅτῳ δὴ βούλει τῶν παρ' Ἕλλησι σοφιστευσάντων παραβαλεῖν οὐχ ὡς ἑκάστου πᾶσι πάντας ὑπερβαλόντος, ἀλλὰ τὰ μὲν μέρεσί τισιν ἀμιλλωμένου πρὸς ἕκαστον τῶν παρ᾿ ἐκείνοις εὐδοκιμησάντων, τὰ δὲ κατόπιν ἐλθόντος (δεῖ γὰρ τἀληθὲς λέγειν), τοῖς δὲ πλείοσι καὶ παραδραμόντος. Οὐ γὰρ ταυτὸν πείσομαι τοῖς ὅσοι κριταὶ γεγονότες ἑκατέροις τοῖς μέρεσιν, ἔπειτα τῷ ἑαυτῶν βουλήματι κατακολουθήσαντες, οὐ πρὸς τὸ  ἑκάστου μέτρον τὰς ψήφους ἐξήνεγκαν, ἀλλ᾽, ὥσπερ τῆς δόξης ἀπεχθεῖς, οὕτω δὴ καὶ τοῦ λόγου γεγονότες τοῖς Ἕλλησιν, ἀντιθέτοις ἑαυτοῖς πρὸς ἐκείνους ἐχρήσαντο, καὶ τοῖς οἰκείοις προσθέμενοι ἐξεπίτηδες, ὡς ἀλλοτρίους ἐκείνους ἐτρέψαντο. Οὐ δὴ ποιήσω τοῦτο ἐγώ οὐχ οὕτω τετύφωμαι. ᾿Αλλ᾿ ὠς κἀκείνων ἰσχὺν ἐπὶ τοῖς λόγοις ἐχόντων καὶ πολλὴν μοῖραν συνεισενεγκόντων τῇ τέχνῃ ἢ παρὰ τὴν τέχνην ταῖς τοῦ λόγου δυνάμεσιν, οὕτω δὴ τὸν ἀγῶνα ποιήσας καὶ τὰ πρὸς ἄλληλα εὖ θέμενος, ἐξοίσω τὴν ψῆφον, τοσοῦτον ὑπειπὼν, ὅτι ὅπερ ἐστὶ Δημοσθένης τῇ ἑτέρα μερίδι, φημὶ τῇ Ἑλληνικῇ, τοῦτο τῇ καθ᾿ ἡμᾶς ὁ Θεολόγος Γρηγόριος. Τριῶν δὲ ὄντων εἰδῶν τῆς ῥητορικῆς, ὁ μὲν Δημοσθένης τῷ δικανικῷ μέρει εὐδοκιμώτατος κἀν ταῖς συμβουλαῖς τῶν ἄλλων δεινότατος, πανηγυρίζειν δὲ προῃρημένος, ἑαυτοῦ τε καὶ τῶν ἄλλων ἐλάττων ἐστίν, ὁ δὲ ἀντίθετος τούτῳ Γρηγόριος, τὴν μὲν πανηγυρικὴν ἰδέαν, οὐ τὴν Δημοσθενικὴν μόνον γλῶτταν ὑπερηκόντισεν, ἀλλ᾽ οὐδ᾿, εἰ ἔστι τις σάλπιγξ οὐράνιος, ἐκείνῳ δὴ ἀντηχῆσαι δύναται κατά γε τοῦτο μέρος πρὸς δέ γε δικαστικοὺς ἀγῶνας καὶ ἐν οἷς τάς συμβουλὰς διατίθεται, ἱκανὸς ἐκείνῳ διαμιλλήσασθαι. ᾿Αλλὰ τῷ μὲν Δημοσθένει περὶ ταῦτα ἡ γλῶττα νῦν μὲν καχλάζει πολλῷ τῷ ρεύματι τῆς καταδρομῆς χρωμένῳ, αὔθις δὲ παραπνεῖν οἷον ἕοικε, καὶ ἐλάττονι τῷ πνεύματι χρῆται τῷ Γρηγορίῳ δὲ προϊόντι ἐν τοῖς ἀγῶσιν ἀκμάζει μᾶλλον ὁ λόγος καὶ τὸ πέρας αὐτῷ τῆς καταφορᾶς οἷόν τις κατακλυσμός ἐστι καθ᾿ οὐ φέρεται ποικίλλει τε τὸν ἀγωνιστικὸν λόγον ὑπαλλαγαῖς καὶ μεταφοραῖς, τά μὲν κλείων ταῖς περιόδοις, τὰ δὲ ἀνοίγων τῷ πνεύματι. Καὶ πρὸς πᾶσαν μὲν ᾿Αττικὴν μοῦσαν τὸν οἰκεῖον λόγον ἀπέξεσεν, ἀπεικόνισται δὲ μᾶλλον πρὸς Ἀριστείδην, καὶ φαίνεται τὸν ἄνδρα τοῦτον μάλιστα τῶν ἄλλων ἐζηλωκὼς, πλὴν ὅσον Ἀριστείδην  μὲν ἡ γλῶττα βροντῶσα μέν ἐστιν, ἀστράπτουοα δ᾽ οὐ ξυγκυκᾷ μὲν γὰρ πᾶσαν ἀκοὴν τοῖς ἐπιχειρήμασιν οὐχ ἧττον ἢ Περικλῆς τὴν ᾿Ελλάδα, καὶ ταῖς τῶν ἐπιχειρημάτων ἐξεργασίαις πλήσμιος ἐστὶ τοῖς ἀκροαταῖς καὶ βούλοιτ᾽ ἄν ἕκαστος τὴν τοῦ ῥήτορος ἐπισχεθῆναι φωνήν τῷ δέ γε Γρηγορίῳ ἀκόρεστος ἡ γλῶττα πανταχοῦ βάλλουσα ἥ τε γὰρ εὐγλωττία τῶν ὀνομάτων καὶ ἡ διῃρημένη τοῦ λόγου συνθήκη καὶ οἱ τῶν σχημάτων κόσμοι οὐδεμιᾷ τῶν ἀκοῶν ἀφ᾿ ἡδονῆς καθεστήκασιν. ᾿Εν πολλοῖς δὲ τοῦ λόγου μέρεσι τῆς Λυσιακῆς εὐστομίας ἐμπέπλησται αὐτῷ τὰ συγγράμματα, καὶ μάλιστα ἐν οἷς ἀφελῶς προοιμιάζειν προῄρηται, οὐχ ὡς κολάζων τοῦ λόγου τὸ μέγεθος ἐξεπίτηδες, ἀλλ᾽ ὡς οὕτως ἔχων, εἰπεῖν, μελέτης καὶ φύσεως. Λανθάνει δὲ τὰ πολλὰ καὶ τὴν Θουκυδίδου φράσιν μιμούμενος θᾶττον δὲ τὰς κοινολογίας διαλλάττει, καὶ, βραχύ τι τυραννήσας τοῦ λόγου τὴν σύνταξιν καὶ διαθορυβήσας τὴν ἀκοὴν, εἰς ἑαυτὸν αὖθις ἀποκαθίσταται. Ἔνθα δὲ τὴν σεμνὴν φράσιν ἐπιτηδεύει, ἐκ τῆς Ἰσοκράτους πηγῆς ἀπαρύεται ἐκεῖθεν δὲ λαμβάνων τῆς ἰδέας τὰ νάματα, οὐκ ἀπὸ τοῦ ἴσου ταῦτα προχεῖται στόματος, ἀλλὰ συστρέφει καὶ στρογγυλίζει σωλῆνι σφίγγων, ὡς αὐτός φησιν, ἀλλ᾽ οὐκ  ἄφετον ἐῶν τοῦ λόγου προχεῖσθαι τὸ ῥεῦμα. Τὰς δὲ Ἡροδότου μούσας οὐχ ὡς ἐκεῖνος λεπτολογεῖ, ἀλλ’ ἀξιωματικὰς ἐργάζεται καὶ σεμνὰς. Οὐχ ὥσπερ δὲ ἐκ πολλῶν ῥητόρων ἥρμοσται, οὕτω δὴ καὶ πρὸς ἕκαστον ἐπὶ τῶν τοῦ λόγου μερῶν διῄρηται ἀλλ᾽ ὥσπερ τὰ συγκεραννύμενα χρώματα ἄλλο τι εἶδος ποιεῖ, καὶ ἔστι τοῦτο οὐχ οἷον ἐκεῖνα, ἀλλ᾽ ἐστιν οὗ κάλλιον τὸ ἐξ ἐκείνων αὐτῶν δὴ τούτων, οὕτω δὴ καὶ τὸ Γρηγορίου χρῶμα τοῦ λόγου διήνθισται μὲν μυρίων χρωμάτων, ἔστι δὲ ἄλλο τι παρὰ ταῦτα καὶ κάλλιον ἐκείνων παρὰ πολύ. Οὐ γὰρ αἱ ἀκρότητες ἀεὶ κρείττους τῶν μέσων ἀλλ᾽ ἔστιν οὗ τοῦτο συναμφοτέρων κρατεῖ. Ἔγωγ' οὖν οὐδὲ συναίρεμα ἀλλοτρίων καὶ διαφόρων τὸν ἐκείνου λόγον φῃμὶ, ἀλλὰ μονοειδῆ μὲν τὴν φύσιν, ὥσπερ δὴ τὸ ῥόδον ἐκ τῶν τῆς γῆ; λαγόνων ἄνεισι μετὰ τοῦ φυσικοῦ χρώματος, πολυειδῆ δὲ, εἰ τις ὡς μῖγμα τὸ χρῶμα διαιρεῖν δύναιτο πρὸς διαφόρους χροιᾶς ἐξ ὧν ἄν τις τοιοῦτον τεχνήσαιτο. Εἰ τεχνήσαιτο. Εἰ μὲν οὖν ὥσπερ τὰς πιθήκους ὁρῶμεν ἑτοίμους εἰς μίμησιν, οὐ τῶν ἐλαττόνων, ἀλλ᾽ καὶ τῶν μειζόνων, οὕτω δὴ καὶ εἰ λέων τις ἐγεγόνει σώζων μὲν ἑαυτῷ καὶ τὸ βλοσυρὸν ἐπισκύνιον, εἶτα δὴ καὶ πρὸς τὰ ἤθη καὶ σχήματα τῶν ἑτέρων θηρῶν μεθηρμόζετο καὶ ἐμιμεῖτο ξύμπαντα, μὴ καταβαίνων τοῦ ἀξιώματος, αὐτὸ ἂν τοῦτο ἦν ὁ θεῖος ἀνὴρ. Ἔστι μὲν γὰρ τὸν λόγον ὁπόσα κατὰ φύσιν τῷ λέοντι, ἀξιωματικός, φοβερὸς, βλοσυρὸς, ἀπρόσιτος τοῖς πολλοῖς ἤ δυσπρόσιτος, ἔπειτα δέ καί πᾶσαν μιμεῖται θηρίου φωνὴν, καὶ πρὸς ἕκαστον διεσχημάτισται τῷ εἴδει, τῷ ἤθει,τῷ σχήματι. Ἑκάστῃ δέ διαλέκτῳ τὸ οἰκεῖον παρεμπέπλεκται βρύχημα τῶν δὲ παρ᾿ ἁρμοσάμενσς, ἢ τὴν ὑψηλὴν ἤ τὴν μέσην ἢ τὴν λεπτὴν, πρὸς μόνην αὐτὴν ἀπεικόνισται. Τοιοῦτος μὲν οὖν τῷ Γρηγορίῳ ὁ λόγος, καὶ πρὸς ξύμπαντας διαμιλλᾶται τοὺς ῥήτορας, οἱ γὰρ παρὰ τούς εἰρημένους, εἰ μὲν μετ᾽ ἐκείνους ἐκεῖθεν ἡρμόσαντο, εἰ δὲ πρὸ ἐκείνων, καλλίους αἱ εἰκόνες τῶν παραδειγμάτων.

γ’. Ὁ δέ γε μέγας Βασίλειος, ὥσπερ δὴ τῶν ἀνθρωπικῶν πάντων ὑπερορᾷ, οὕτω δὴ ἕοικε καὶ τῶν ἐπιθέτων τῆς τέχνης κόσμων καταφρονεῖν, καὶ βούλεται αὐτὸς οἷον τέχνη τις εἶναι τοῦ λόγου ἀλλ᾽ οὐ πρὸς τέχνην αὐτῷ πλάττεται τὰ συγγράμματα. Τοῖς ῥήτορσι συνωμιληκὼς καὶ ξύμπασι δύναμιν μὲν ἐκεῖθεν λογογραφικῆς ἰδέας ἐσπάσατο, καὶ μακρῷ, κατά γε τοῦτο τὸ μέρος, ἐκείνους ὑπερεβάλετο κακουργεῖν δὲ μὴ προῃρημένος περὶ τοὺς λόγους, οὐ ζηλοῖ τὰ πολλὰ τὰς ἐμμεθόδους τούτων δεινότητας  καὶ ἔστι μὲν αὐτῷ ὁ λόγος ἀνεπιτήδευτος, βροντᾷ δὲ ἀτεχνῶς ὥσπερ ἐκ νεφῶν, καὶ πᾶσαν ἀποκρύπτει φωνήν. Ἔστι δὲ αὐτῷ τὸ πνεῦμα τοῦ λόγου Δημοσθενικὸν, ὅσον εἰκάσαι (οὐ γὰρ κατὰ ζῆλον ἐκείνου πρόεισιν) ἀπαράμιλλον δὲ, εἶ τις πρὸς ἄλληλα τοὺς λόγους συγκρίνειν βούλοιτο. Τὸ δέ γε ἐπιχειρηματικὸν εἶδος αὐτῷ ἐκ τῶν Ἀριστείδου λόγων ἄν τις χαρακτηρίσειεν, ἄλλ’ εἰ τις ἑκατέρῳ προσβάλοι τὴν ἀκοὴν, ἐκείνῳ μὲν τῷ ῥήτορι αὐτίκα, ἢ ἀποκναισθείη καὶ πρὸς ἄλλην μετενέγκοι φωνὴν, πρὸς δὲ τὰς Βασιλείου τὼν λόγων βροντὰς ἠδύτερον ἄν διατεθείῃ καὶ συνεξορχήσαιτο περὶ τὴν ἠχώ.

δ’. Τοιοῦτος μὲν οὖν αὐτῷ καὶ ὁ ἀδελφὸς ἔφυ Γρηγόριος. Οὐδένας γὰρ ἔγωγε ξυμπάντων ῥητόρων μεγαλοφωνοτέρους τῶν δυεῖν τούτων ἐγνώκειν ἀνδρῶν. Ἀλλ᾿ ὃ τοῖς ἄλλοις ῥήτορσιν ὁ Νυσσαεῦς καθεστήκοι Γρηγόριος, τοῦτο δὴ πρὸς τοῦτον ὁ μέγας Βασίλειος. Πρὸς μὲν γὰρ τὴν Βασιλείου σάλπιγγα αὐλῷ ἄν τις τὴν τοῦ ἀδελφοῦ γλῶσσαν εἰκάσειεν πρὸς δὲ τοὺς περὶ Δημοσθένην καὶ Ἀριστείδην σάλπιγγα τὸν ἄνδρα τοῦτον κατονομάσειεν. Ἀλλὰ πανηγυρίζειν μὲν ἥττηται Βασιλείου παρὰ πολύ ἀνακαλύψαι δὲ βουλόμενος τοὺς θείους χρησμοὺς καὶ ὁπόσα τῶν λογίων κέκρυπται, ἵσταται μὲν παρ᾽ ἐκεῖνον ἀτρέμας, καὶ ὁ συγκρίνων ἄμφω κατὰ τοῦτο τὸ μέρος οὐκ ἂν ὑπὲρ Βασιλείου τὰ πάντα ψηφίσαιτο.

ε΄. Ὁ δὲ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης., εἰ καὶ τὴν ἀρετὴν θεῖος ἐστι καὶ τοῖς πᾶσιν ἀσύγκριτος, ἀλλ᾽ οὐχ', ὧσπερ τῶν ἄλλων, οὕτω δὴ καὶ τῶν λόγων ὑπερεώρακεν ἀλλ᾽ ἔστ' τῆς τέχνης ὡς ἀληθῶς ἄγαλμα. ᾿Εκ πάσης τε γὰρ ἰδέας ξυνήρμοσται καὶ τοῦ πολιτικοῦ λόγου ἄκρος ἐπὶ ζηλωτὴς, τῶν τε τῆς ῥητορικῆς εἰδῶν ἕκαστον ἐντέχνως μεταχειρίζεται. Καὶ οἶδε μὲν τὰς ἀντιθέτους φωνὰς, οἶδε δὲ τῆς πανηγυρικῆς ἰδέας τὸ κάλλος. Διεσχημάτισται δὲ περὶ τὶς συμβουλὰς οὐ κανόνι πρὸς τοῦτο τῇ τέχνῃ χρησάμενος, ἀλλ᾽ αὐτὸς ἑτέροις κανὼν τῆς ἰδέας γινόμενος. Καὶ Λυσίαν μὲν οὐ μιμεῖται τὸν ῥήτορα ὁ δὲ λόγος αὐτῷ πρὸς τὴν εὐστομίαν ἐκείνου εἰκόνισται, πλὴν ὅσον ὁ μὲν ἀφελέστερος ὁ δὲ ἁδρότερος καὶ λαμπρότερος. Ἐξαίρει δὲ τὸν λόγον οὐ τροπαῖς καὶ ἀλληγορίαις καὶ περιφράσεσιν, οὐδὲ τοῖς ὑποβάκχοις καὶ διθυράμβων ὀνόμασιν, ἀλλὰ τῇ ἐμμελεῖ συνθήκῃ καὶ τῷ τῆς φράσεως ἀξιώματι.

ς' .Ἔγωγ᾿ οὖν βουλοίμην καὶ ἀγαπώην ἂν πανηγυρίζειν μὲν ὡς ὁ θεολόγος Γρηγόριος λαμπροφωνεῖν δὲ ὡς ὁ μέγας Βασίλειος ἐξηγεῖσθαι δὲ θείους χρησμοὺς ὡς ὁ Νυσσαεὺς Γρηγόριος, ἵστασθαι δὲ πρὸς τὸ συμβουλευτικὸν εἶδος καὶ ἀφηδύνειν τὸν λόγον ταῖς ἁπλαῖς καὶ ἀδιηγήτοις χάρωιν, ὡς ἡ χρυσῇ λύρα τοῦ Πνεύματος.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images