Θεοφάνους Κεραμέως
Ὁμιλία ΚΑ΄
«Περί τοῦ ἐν Καπερναούμ παραλυτικοῦ»
(J.P. Migne, Patrologia Graeca, t. 132, 444Α-457Β)
᾿Επειγόμενος τῆς συνήθους διδασκαλίας ἐφάψασθαι, ἀνακόπτομαι τὴν φωνὴν, θυμοῦ καὶ λύπης ἐν μεταιχμίῳ γενόμενος. Ταὐτὸ γὰρ πάσχω ἀνδρὶ γεωργῷ πολλούς μέν ἱδρῶτας καταβαλλομένῳ τῇ γῇ, ἐν δὲ τῷ καιρῷ τοῦ θέρους ὀλίγους δρεπομένῳ τοὺς στάχυας. Καθεκάστην γὰρ συνέλευσιν διαλεγόμενος, οὐδεμίαν ὁρῶ προσγινομένην ὠφέλειαν. Ποσάκις ἐκοπίασα κράζων, ἐγενόμην ὑπέρασθμος, ἱδρῶτι ῥαινόμενος, παραινῶν τάς δίκας παραγκωνίζεσθαι ἐν τῷ καιρῷ τῆς συνάξεως, καὶ πρὸς τὴν διδασκαλίαν ἀθροίζεσθαι; Ποσάκις ὑπεθέμην τῶν ὅρκων φυγὴν; ᾿Αλλὰ λῆρος ὑμῖν ἡ νουθεσία δοκεῖ, καὶ λόγων κρότος διακενής. Καὶ ὁ δείλαιος τὰ πάντα ἐγὼ εἰς ὕδωρ ἕοικα σπείρειν, ἢ πέτραν ἱκμάδα μὴ ἔχουσαν, νυττόμενοι γάρ τινες ὑπὸ τῶν ὀνειδισμῶν φεύγουσι τὴν διδασκαλίαν, ὥσπερ τοὺς ἰατρούς οἱ παράφρονες. Ἔστι δὲ καὶ τοῦτο τῶν ἐμῶν ἀμπλακημάτων καρπός εἰ γὰρ μακάριοι οἱ λέγοντες εἰς ὦτα ἀκουόντων, ἄθλιοι δηλονότι οἱ λέγοντες πρὸς ὦτα μὴ ἐπαίοντα. Πλὴν ἐγὼ μὲν τὴν ἐκ τοῦ σιγᾷν κατάκρισιν δεδοικὼς, οὐ κατοκνήσω καταβάλλειν τὸ τοῦ λόγου ἀργύριον, ἳνα μὴ ταὐτὸ πάθω τῷ τὸ τάλαντον κατακρύψαντι. Φοβοῦμαι δὲ μὴ μείζονος ὑμῖν ἁμαρτίας ὑπόθεσις ἡ διδασκαλία γενήσεται.
Εἰ γὰρ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὑτοῖς, ἁμαρτίαν οὐκ εἶχον Ταῦτά φημι τῷ πρὸς ὑμᾶς φίλτρῳ νυττόμενος, τῆς ὠφελείας ὑμῶν διακαῶς ἱμειρόμενος, καὶ ὅ φησιν ὁ θεῖος Ἱερεμίας, τὰ αἰσθητήρια σπαρασσόμενος. Γίνεσθε οὐν ἐν αἰσθήσει τοῦ πρέποντος, καὶ εἰ τι μέχρι τοῦ νῦν τοῦ συμφέροντος διημάρτετε,-μετανοίᾳ τὴν ἀβουλίαν ἐπανορθώσατε, ὡς ἂν καὶ ἡμεῖς πρὸς τὴν διδασκαλίαν προθυμότεροι γενώμεθα. Φέρε δὴ πάλιν ἀναπτύξωμεν τά σήμερον ἀναγνωσθέντα θεόλεκτα ῤήματα.
Τῷ καιρῷ ἐκείνῳ « Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ, καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι, καὶ εὐθέως συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν. Ἀφ᾽ οὗπερ ἐν Γεργεσηνοῖς προβαίνων ὁ Κύριος, τοὺς κορυβαντιῶντας ἰάσατο τοὺς ἐλαυνομένους ὑπὸ τῶν δαιμόνιον, καὶ κατοικοῦντας εἰς τὰ χαρώνεια, ἥ τε τῶν χοίρων ἀγέλη ἐξοιστρηθεῖσα, καὶ κατὰ κρημνοῦ κυβιστήσασα, ἐν τῇ λίμνῃ γέγονεν ὑποβρύχιος, οἱ ἀστικοὶ παρὰ τῶν συοφορβῶν μαθόντες τὸ γεγονὸς, παρακαλοῦσι τὸν Κύριον εἴκειν ἐκ τῶν ὁρίων αὐτῶν, σφᾶς αὐτούς, ὡς ἐγὼ οἶμαι, ἀναξίους κρίνοντες τῆς ἐκείνου ὑποδοχῆς. Ὁ δὲ ἀναθρὠσκει τῆς ἠπείρου, καὶ εἴσεισιν είς ἀκάτιον, καὶ διαπεράσας τὴν ὑγροκέλευθον, ἧκεν εἰς τὴν Καπερναούμ. Ταύτην δὲ Ματθαῖος πόλιν εἶπε τοῦ Ἰησοῦ οὐ γὰρ περὶ τὴν κλῆσιν ἀκριδολογοῦνται οἱ μαθηταὶ, πρὸς μόνην ἐπειγόμενοι τοῦ θαύματος τῆν ἀφήγησιν. Ὅς δὲ ἤσθετο ὁ λαὸς τοῦ Σωτῆρος τήν ἔλευσιν, συναγείρονται παμπληθεὶ, καὶ πυκάζονται μέχρι τῶν προπυλαίων αὐτῶν βοτρυδὸν ἐφεζόμενοι, εἶλκε γὰρ αὐτοὺς καὶ συῤῤέειν ἀνέπειθε τὰ ποικίλα τῶν παθῶν ἀῤῥωστήματα, ἀφῇ μόνῃ καὶ λόγῳ θεραπευόμενα, καὶ τῆς διδασκαλίας ἡ χάρις οἶά τις εὐωδία μύρου πάντα: ἐπισπωμένη, ὅσοις τάς ἀκοάς ὁ φθόνος οὐκ ἔβυεν συνήρχοντο δὲ πολλοὶ φθονεροί τε καὶ βαρυμήνιδες, ἥκιστα μὲν ὠφεληθησόμενοι, ῥινηλατοῦντες δὲ δίκην κυνῶν τὰ λεγόμενα καὶ πραττόμενα, καὶ ζητοῦντες ἐπιλαβέσθαι , καὶ σκῶψαι, καὶ ἐπιμέμψασθαι ὅτι δὲ τοῦτ᾽ ἦν ἀτρεκὲς, προλαβοῦσα ἡ ἱστορία δείκνυσι σαφῶς. Οἱ γὰρ εἰ πάντες ὡς βλασφημίαν λαλεῖ, ἁμαρτιῶν ἄφεσιν διδούς, ἐξ αὐτῶν ἀριδήλως ἐτύγχανον.
Καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες αἰρόμενον ὑπὸ τεσσάρων, καὶ μὴ δυνάμενοι προσεγγίσαι διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν οἰκίαν ὅπου ἦν, καὶ ὀρύξαντες χαλῶσι τὸν κράββατον.» Ἦλθον, φησὶ, τὸν παραλελυμένον βαστάζοντες καὶ ἐπεὶ μὴ οἷοί τε ἦσαν διὰ τῆς θύρας τὴν κλίνην εἰσαγαγεῖν, καθῆκαν αὐτὴν ἐκ τοῦ δώματος. ᾽Επίστευον γὰρ, ὡς εἰ μόνον ὄψεται τοῦτον, ἐπιδείξει τὸ σύνηθες ἔλεος καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτον. Τί οὖν ὁ Σωτήρ; « Ἰδὼν, φησὶ, τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Πρὸς γὰρ τὴν πίστιν τῶν βασταζόντων ἀπέβλεπε τῇ τε αἱμοῥῤοούσῃ φησίν Ἡ πίστις σου σέσωκέ σε καὶ πύθεται τὸν τυφλόν « Πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι ; » καὶ ἄλλῳ λέγει Ὡς ἐπίστευσας γεννηθήτω σοι. » Πῶς οὖν ἐνταῦθα οὐ πρὸς τὴν πίστιν τοῦ παρακειμένου, ἀλλὰ πρὸς τὴν τῶν βασταζόντων ἀπέβλεψεν καὶ μὴν ἐν τοῖς ἄλλοις πρὸς τὴν τῶν νοσούντων πίστιν ἀπέβλεπεν. ᾽Αλλ᾽ ἐνταῦθα προσήκει νοεῖν, ὡς ὁπηνίκα σώας ὁρᾷ τὰς φρένας τοῦ πάσχοντος, τότε τὴν ἐκείνου πίστιν ζητεῖ ὁπηνίκα δὲ τοσαύτη τι; ἦν ἡ τοῦ κακοῦ ἐπείσφρησις, ὡς ἐπισκοτισθῆναι τὸν νοῦν, τότε εἰς τὴν τῶν προσαγόντων πίστιν ὁρᾷ, ὡς ἐν τῇ τῆς Χαναναίας νεάνιδι, καὶ τῷ τοῦ Ἰαείρῳ μείρακι, καὶ τῷ τοῦ ἑκατοντάρχου παιδὶ, καὶ τουτῳὶ τῷ παραλυτικῷ. Καὶ καινὸν οὐδὲν, οὐδὲ ἄπιστον, εἰδι' ἑτέρων πιστιν ἕτεροι θεραπεύονται, ἐπεὶ καὶ τὰ βαπτιζόμενα νήπια διὰ τὴν τῶν προσαγόντων πίστιν τὸν φωτισμὸν τοῦ Πνεύματος δέχονται. Φαίῃ δέ τις. Καὶ μὴν οὐ τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἧκε ζητήσων ὁ πάρετος, ἀλλὰ τῶν διαλελυμένον ἄρθρων καὶ νεύρων τὴν τόνωσιν, πῶς οὖν ἄλλο ζητοῦντι, ἄλλο χαρίζεται; Λίαν ἀκολούθως τοῦτο ποιεῖ λύει γὰρ πρῶτον τῆς νόσου τὸ αἴτιον, ὅπερ ἦν μεῖζον κακὸν, εἴτα ἐπιφέρει τήν ἴασιν , ὥσπερ ἄριστος ἰατρὸς πρότερον ἵστησι τοῦ ῥεύματος τὴν φθορὰν, καὶ τότε καθαίρει τοῦ τραύματος τὰ ὑπόπυα. Ὅτι γὰρ ἐν πολλοῖς ἁμαρτιῶν καρπὸς τὰ νοσήματα, ἀτρεκὲς ὃν, ἀπέφηνε διαφόρως ὁ Κύριος τῷ μὲν ἐν τῇ τοῦ Σολομῶντος πενταρίθμῳ στοᾷ παραλυτικῷ προσαναφωνῶνι Ἴδε ὑγιής γέγονας, μηκέτι ἀμάρτανε, ἵνα μὴ χεῖρον εἰς σὲ γένηται καὶ τὸν παρόντα ἰώμενος πάρετον, αὐτὸ τοῦτο ἐνδείκνυται. Καὶ ὁ μέγας ᾽Απόστολος καθαπτόμενος τῶν οὐκ εὐαγῶς τῇ μυστικῇ τραπέζῃ προσερχομένων Διὰ τοῦτο, φησί, πολλοὶ ἐν ὑμῖν ἄῤῥωστοι, κοιμῶνται ἱκανοί. Καὶ μὴν ὁρῶμεν, φησὶν ἀρτιγενῆ βρέφη, τυφλὰ πολλάκις ἢ παρακεκομμένα τὴν αἴσθησιν τῆς μητρικῆς νηδύος ἀπολισθαίνοντα. Τί οὖν ἥμαρτε τὸ μήπω τεχθέν ; Ἀλλ’ ὁ τῆς Προνοίας δίκαιος ὀφθαλμὸς οὐ τὸ παρὸν μόνον, ἀλλὰ καὶ τὸ μέλλον ὁρᾷ καὶ τῷ μὲν ἀκολάστοις ὀφθαλμοῖς μέλλοντι παγιδεύειν ψυχὰς, προαπήμβλυνε τὰς ὄψεις προ αὑτῆς τῆς γεννήσεως καὶ ὁ τυφλὸς γεννηθεὶς, εἰ δίκαιος γένοιτο, καὶ τοῦ μυθευομένου Λυγκέως ὀξυοπέστερος γίνεται. Τὸν δὲ πρὸς ἡδονὰς ὀξὺν καὶ κατάφορον, θλίψει, καὶ πενίᾳ, ἢ μελῶν παρέσει πολλάκις ἀνέστειλε, καθάπερ ὑπὸ μανδραγόρας κοιμήσας τὴν ἄτακτον ὄρεξιν, οἷον εἴ τις πρὸς φόνον γενόμενος ἕτοιμος, ἀναινομένης αὐτῷ τῆς δεξιᾶς, ἡσυχίαν ἠγάπησε. Τί οὖν, φησὶν, οὐ πᾶσι τοῖς ἁμαρτάνουσιν οὗτος ὁ τῆς δικαιοσύνης ζυγὸς ταλαντεύεται, ἀλλὰ πολλοὶ μὲν ἀλλοτρίων γάμων κλοπεῖς, πολλοὶ δὲ λωποδύται, καὶ τοιχορύκται, καὶ τυμδορύχοι, πολλοὶ δὲ τοκισταὶ, καὶ φαῦλοι, καὶ ῥυποκόνδυλοι, αἰσχρῶν λημμάτων ἡττόμενοι, διαμένουσιν εὐρωστοῦντες, καὶ ἀνιαροῦ παντὸς ἄγευστοι; ᾿Αλλ' οὐκ ἀεὶ ἡ μέλλουσα κακία νόσῳ προαναστέλλεται, ἵνα μὴ κωλυθῇ τὸ δοθὲν ἡμῖν ἀρχῆθεν αὐτοκρατὲς καὶ ἀδέσποτον. Εἰ μὲν γὰρ ἦν ὁ θάνατος ἀπαλλαγὴ τοῦ παντὸς, ἄδικον ἔδοξεν ἂν, εἴ τις πονηρὸς ὢν, ἐν δυναστεία, καὶ πλούτῳ, καὶ τρυφῇ τὸν βίον κατέλυσεν. ᾿Επεὶ δὲ ἀθάνατος ἡ ψυχή, οὐδὲ εἰς ἅδου μεταχωρήσασα τήν δίκην διέφυγεν, ἀλλ᾽ ἐκεῖ μάλιστα τῆς τιμωρίας αἰσθήσεται, ὡς ἐν τῷ κατὰ τὸν πλούσιον διηγήματι μεμαθήκαμεν ὥστε ἕρμαιον ἂν εἴη τοῖς κακοέργοις ἐνταῦθα νοσεῖν, μᾶλλον δὲ καὶ πένεσθαι, ἢ τοῖς ἐν ἅδου δικαστηρίοις δίδοσθαι. Πῶς οὖν, φησὶ, καὶ δίκαιοι πολλάκις νόσοις, καὶ πειρασμοῖς, καὶ πενίᾳ, καὶ τοῖς ἄλλοις κακοῖς προσπελάζουσιν; Ἀλλά πενία, ὦ οὗτος, καὶ νόσοι, καὶ θάνατος, οὔτ᾽ αἰσχρά, οὔτε κακά, τοῖς εὖ φρονοῦσι λογίζονται Χριστιανοῖς δὲ καὶ μεγίστη αἰσχύνη τὸ ταῦτα ἡγεῖσθαι κακά, ὅπου καὶ ἡ ἔξω παιδεία φυλακὴν φιλοσοφίας ταῦτα μᾶλλον ὠνόμασε. Φασί γάρ καί Πλάτωνα νοσῶδές τι χωρίον τῆς Ἀττικῆς, τήν Ἀκαδημίαν ἐξεπίτηδες ἀλλάξασθαι, ἀμβλύνοντα τήν εὐεξίαν τοῦ σώματος ἄλλο τε καὶ ὁ δίκαιος ἐνίοτε ὥλισθε, καί τι παράνομον ἣ διεπράξατο ὡς ὁ Δαυΐδ, ἢ διενοήθη ὡς ὁ Ἰώβ. Καὶ ἡμεῖς μὲν, ἐάν τι πάθωμεν, θαυμάζομεν ἀγνοοῦντες τὸ αἴτιον ὁ δὲ τῶν ἡμετέρων ἐξεταστής, ὃν λέληθε τῶν πάντων οὐδὲν, ὁρῶν τοῦ δικαίου μικρόν τι μέρος λελωβημένον τῷ τῶν πειρασμῶν φαρμάκῳ τοῦτο ἰάσατο, ὡς ἂν καθαρῶς ἀπολαύοι τῶν ἐκεῖθεν καλῶν. Προσήκει δὲ καὶ τὰ πολλά τούτων, σώματος συντυχίαν, καὶ φύσεως σφάλμα λογίζεσθαι, καὶ ὕλης πλεονεξίαν, ἢ ἔλειψιν. Ὁ μὲν γὰρ ἐκ γένους ἐπισύρει τὴν καχεξίαν τοῦ σώματος, μέθῃ καὶ ἀκολασίᾳ τῶν τεκόντων εἰς παιδοποιίαν συνελθόντων ἐντεῦθεν γὰρ καὶ τὰ πολλά τέρατα καὶ νοσήματα τίκτεται. Ὁ δὲ διαίτης ἀταξία, καὶ μέθῃ καὶ ἀκρασίᾳ, ἐξίτηλον τὸ σῶμα εἰργάσατο πλὴν οὐκ ἐμπόδιον πρὸς ἀρετῆς κτῆσιν ταῦτα γεγόνασιν. Οἱ μὲν γὰρ τούτων εἰς ἄκρον φιλοσοφίας ἀνέβησαν, δι᾿ εὐχαριστίας καὶ ὑπομονῆς τοὺς ᾽Αβραμιαίους κληρωσάμενοι κόλπους ὥσπερ ὁ Λάζαρος. Οἱ δέ γε κακοὶ τὴν προαίρεσιν οὐ τοῦτο πράττουσιν ὅσον ἐθέλουσι, καὶ γίνεται τούτοις ἡ τοῦ σώματος βλάβη ψυχῆς φυλακή. Ὁρᾷς ὅποι φέρων ἡμᾶς ὁ λόγος, ἔξω τῆς ἀκολουθίας ἀπήγαγεν; Ἐπαναλάβωμεν οὖν αὖθις τὴν προτέραν διάνοιαν.
Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἦσαν δέ τινες τῶν Γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, Τί οὗτος λαλεῖ βλασφημίας; Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός Ὅρα τοὺς κηφήνας οὕτω γὰρ τοῦς Γραμματεῖς ἐκείνους προσήκειν καλεῖν. Εἰσπηδῶσι τῷ ρήματι, μὴ προσέχοντες τῷ πράγματι καὶ τὸν ἔνδοθεν ὑποτυφώμενον ἐρεύγονται μῶμον, μάταια ἐν ταῖς καρδίαις αὐτῶν διαλογιζόμενοι ἀλλ’ ὁ Κύριος τοὐμφανὲς ἄγει τὰς ἐννοίας τῆς καρδίας αὐτῶν, ἐλέγχων τοὺς διαλογισμοῦς αὐτῶν, καὶ ἅπερ ἐν τῷ κρυπτῷ τῆς διανοίας ἐλάνθανε, παρὰ τοῦ βλέποντος τὰς ἐνθυμήσεις, ἐλέγετο Μη γὰρ ὁ φυτεύσας τὸ οὗς οὐχὶ ἀκούει, ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ; Αὐτὸς δὲ ἦν πάντως περὶ οὗ ταῦτα εἶπε Δαδὶδ, διὰ τῆς τῶν χειρῶν ἐπαφῆς ἐμφυτεύων τρόπον τινὰ τὰς τῶν κωφῶν ἀκοὰς, δι᾽ ὧν καὶ ὀφθαλμοὶ ἐπλάσσοντο διὰ τοῦ πτύσματος καὶ τῆς γῆς πηλουργούμενοι.
Καὶ εὐθέως ἐπιγνούς ὁ Ἰησοῦς τῷ πνεύματι εἶπεν αὐτοῖς Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν ; Τί γάρ ἐστιν εὐκολώτερον, εἰπεῖν τῷ παραλυτικῷ Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν Ἔγειρε, καὶ ἆρον τὸν κράββατον, καὶ περιπάτει; Τῆς τῶν Γραμματέων ἀμαθείας κατειρωνεύεται, καὶ τῆς ἐνούσης αὐτοῖς ὑπονοίας τὴν ἀποπληξίαν καθίστησιν ἐναργῆ, τὸ εἰς νοῦν ἔσω, καὶ καρδιῶν διαλευκαίνων σαφῶς τὸ μὲν γὰρ εἰπεῖν, φησὶ, τοῦ πρᾶξαι πέφυκεν εὐκολώτερον ἐπεὶ δὲ ἄδηλον ὑμῖν εἰ τῷ λόγῳ καὶ ἡ τῶν ἁμαρτιῶν ἄφεσις ἠκολούθησεν, ἐκ τῶν ἀναμφιβόλων πιστώσομαι τὸ ἀμφίβολον. Τρία δὲ κατὰ ταὐτὸν ἐνεργεῖ ἀφίησι τὰς ἁμαρτίας τοῦ πάσχοντος, ἐλέγχει τῶν Γραμματέων τούς διαλογισμοὺς, ἀνίστησι τὸν παράλυτον.
Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ἐνδείκνυται διὰ τούτων τὸ ἀδιαίρετον τῶν ἐν αὐτῷ φύσεων μετὰ τὴν ἕνωσιν, καὶ ὅτι τῶν θείων πλεονεκτημάτων μετέδωκε τῇ προσληφθείσῃ σαρκὶ, καὶ ἥν ἔσχεν ἐξουσίαν ἐν οὐρανῷ, ταύτην καὶ ἐπὶ γῆς ἔχει τὸ γὰρ Υἱὸν τοῦ ἀνθρώπου γενέσθαι κατ' οὐδὲν τῇ δυνάμει τῇ θεϊκῇ ἐλυμῄνατο.
Λέγει τῷ παραλυτικῷ Σοὶ λέγω , ἔγειρε, καὶ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων. Συσφίγγει τοίνυν ὁ λόγος τὴν πάρεσιν, ῥώννυσι τῶν ἄρθρων τὴν ἔκλυσιν, δίδωσι τοῖς νεύροις τὴν τόνωσιν, καὶ ὁ πρὶν ἐκλελυμένος, καὶ κείμενος, ὥσπερ πλοῖον ἀγόμφωτον, ἀνέθορέ τε τοῦ σκίμποδος, καὶ τροχαλῶς ἐβάδιζε, κούφοις φερόμενος ἅλμασι, δοξάζων τὸν θέμενον ἄμωμον τὴν ὁδὸν αὐτοῦ, καὶ καταρτισάμενον τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου. Ταῦτα δὴ τὰ προφητικὰ, καὶ τάχα τοῦτο προβλέπων ἐθἑσπισεν ὁ θεῖος χρησμός.
Τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλός. Ἀλλὰ τὸ θαῦμα τοῦτο τοιαύτην λαβών τῆν περαίωσιν, οὐκ ἐπιτρέπει καὶ ἡμᾶς τῆς διδασκαλίας δοῦναι τελείωσιν, ἀλλ' ὡς προπυλαίοις τοῖς λελεγμένοις χρήσασθαι πρὸς τῆν τῶν νοημάτων εἰσέλευσιν. Εἰ δέ τοι τοιούτοις τὰ προπύλαια καλλωπίζεται, τίνα ἂν εἶεν τά ἔνδον ἀνάκτορα; οἷς ἐπιδῆναι σύν Θεῷ πειρασόμεθα. Ἡ κώμη αὕτη ἐν ᾗ τὸ ρηθὲν σημεῖον ἐγένετο, κατά μὲν τὸν Ματθαῖον πόλις τοῦ Ἰησοῦ , κατὰ δὲ τὸν θεῖον Μάρκον, Καπερναοὺμ, τὴν περίγειον λῆξιν εἰκόνιζεν, ἥτις πόλις μὲν λέγεται τοῦ Ἰησοῦ, ὡς τῆς φύσεως ἡμῶν κοινωνήσαντος, καὶ χωρὶς ἁμαρτίας συμμετασχόντος ἡμῖν τοῦ αὐτοῦ πολιτεύματος. Ἡ αὐτῆ δὲ Καπερναοὺμ καὶ κώμη παρακλήσεως ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ, ἥ ἐδέξατο τὸν εἰς παράκλησιν ἡμῶν εἰσεληλυθότα Χριστὸν, περὶ οὗ φησιν ὁ υἱὸς τῆς βροντῆς Ἔχομεν παράκλητον πρὸς τὸν Πατέρα Ἰησοῦν τὸν Χριστὸν δίκαιον.
Ἧκε τοίνυν ἐνταῦθα ὁ Κύριος τῷ σώματι ὡς πλοίῳ χρησάμενος ἧκε δὲ πάντως ἐπὶ σωτηρίᾳ τῆς παρειμένης τῶν ἀνθρώπων φύσεως ἥτις ἦν ἐν ὑγείᾳ ποτέ νοητῇ, οἷον τῶν νεύρων τῶν τῆς ψυχῆς ἐπ᾽ ἀρετῆς κινημάτων ὑγιῶς καὶ κατὰ φύσιν ἐχόντων. ᾿Επεὶ δὲ, τοῦ ἐπιθυμητικοῦ τῶν ἄλλων κρατήσαντος, τῆς λαιμαργίας ἐνεφορήθη, καὶ τῆς ὑγείας ἐξέπεσε, τὸ νοσῶδες τοῦτο χωρίον καὶ ἐπιθανάτιον ἐκληρώσατο, φροντίδων φορυτὸν ἑαυτῇ συναγείρουσα, δι᾿ ὧν κλινήρης ἐγίνετο, παρεθεῖσα τἀ μέλη τῆς κατ᾽ ἀρετὴν ἐργασίας. ᾿Εν δὲ τῷ τῆς ἀπραξίας ἐβέβλητο σκίμποδι, ὑπὸ τεσσάρων αἰρομένη, τῶν συστατικῶν δηλαδὴ στοιχείων τῆς φύσεως. Ἦλθεν οὐν ὁ πανάγαθος Δεσπότης εἰς ἴδίαν πόλιν τῆν γῆν. Οὐ γὰρ ἐν ἀλλοτρίῳ γέγονε κόσμῳ, ἀλλ᾽ ὃν αὐτὸς συνεστήσατο. Καὶ εἰς τὰ ἴδια ἦλθεν, ὧς φησιν Ἰωάννης, καὶ ἴδιοι αὐτὸν οὐκ φησιν Ἰωάννης, καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἐδέξαντο. Ἦλθε κηρύξαι, κατὰ τὸν Ἡσαΐαν, αἰχμαλώτοις ἁμαρτιῶν ἄφεσιν, καὶ ἰάσασθαι τούς συντετριμμένους τά τε σωματικὰ μέλη καὶ τὰ ψυχικὰ (συνάδει γὰρ ἡ ἱστορία τῇ προφητείᾳ) καὶ διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως καὶ τῆς τῶν νοσημάτων καθάρσεως πείθων τὴν φύσιν τῶν ἀνθρώπων ἀναστῆναι τοῦ πτώματος, καὶ βαδίζειν ὀξέως εἰς τὸν οἶκον αὐτῆς τὸν παράδεισον ἐξ οὗπερ ἐκπέπτωκεν. Οὕτω μὲν τὴν σωτηρίαν ἡ ἱστορία τῆς ὅλης τῶν ἀνθρώπων αἰνίττεται φύσεως. Κωλύει δὲ οὐδὲν καὶ εἰς ἑαυτούς ταύτην, μεταγαγεῖν. Παράλυτος γάρ ἐστιν ἕκαστος ἡμῶν τῇ τῶν ἐντολῶν ἀπραξίᾳ τὸν νοῦν παρεθεὶς, καὶ ἐπὶ τοῦ τῆς ἀναισθησίας κείμενος σκίμποδος, ἅτε τὰ ὀστὰ συντριβεὶς τούς σώφρονας λογισμούς. Ἀλλ᾿ εἴπερ ὑπὸ τεσσάρων ὀρθῇ τοῦ τε στοιχειακοῦ φόβου, καὶ τῆς εἰς τὸ καλὸν προθυμίας, καὶ ἐλπίδος καὶ πίστεως, καὶ ἔλθοι ἐνώπιον τοῦ Χριστοῦ ἔστι γὰρ καὶ νῦν ὡς ἐν Καπερναοὺμ τῇ Ἐκκλησία, ἥτις ὡς ἀληθῶς οἶκός ἐστι παρακλήσεως, καὶ πόλις Χριστοῦ τότε ἀκούσεται Τέκνον Θεοῦ καὶ λήψεται τῶν ἡμαρτημένων τὴν ἄφεσιν, καὶ τῆς ψυχικῆς νόσου τὴν ἴασιν. Εἰ τε ὡς πρότερον ἡ στέγη ἀρθῇ, τουτέστιν ὁ νοῦς τῶν γηΐνων ἐκκαθαρθῇ καὶ ὁ ἀσθενῶν χαλασθῇ, ἤγουν χριστομιμήτως ταπεινωθῇ, ἄλλως γὰρ ἀδύνατον ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Εἴη δ᾽ ἂν στέγη αἱρομένη ἡ πρὸς τὴν τοῦ δέοντος κατανόησιν ἐπιπροσθοῦσα, καὶ τὸν νοῦν ἐπιθολοῦσα ἀπόγνωσις. Ταύτης γὰρ ἀρθείσης , καὶ τῆς ἐλπίδος ἡμῶν εἰς Θεὸν χαλασθείσης, καὶ τὸν κράββατον ἄροιμεν, καὶ εἰς τὸν οἶκον ἡμῶν πορευθείημεν. Κράββατος δὲ τῆς ψυχῆς τὸ σῶμα ἡμῶν ἐστιν ὅ δὴ ἐν τῇ ἀναστάσει ἀφθαρτισθὲν μετὰ τῆς ψυχῆς, εἰς οὐρανοὺς ἁρπαγήσεται. Οὗτος γὰρ οἶκος ἡμέτερος, ἐξ οὗ κακῶς ἀπεῤῥίφημεν, καὶ οὗ λαβέσθαι σπεύσωμεν διαίτης ἐργασίας τῶν τεσσάρων γενικῶν ἀρετῶν καὶ τὸ σῶμα βαστάζοντες καὶ ἀπὸ τῆς τῶν γηΐνων προσπαθείας αἴροντες τὴν ψυχὴν πρὸς ἔφεσιν τῶν αἰωνίων ἀγαθῶν, ὤν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.