Τετάρτη, 30 Οκτωβρίου 2024

Θεοφάνους Κεραμέως

Ὁμιλία κγ΄

«Εἰς τὸ : Ἄνθρωπος τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτόν, καὶ λέγων, Κύριε, ἐλέησὸν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 472Α-480C)

Ὀτρύνει μὲν ἵππον ἀγέρωχον πεδιὰς ἡπλωμένη καὶ τεταμένη πρὸς μήκιστον, καὶ ἱππότης μυοπάζων, καὶ τοὺς χαλινοὺς ἀνεὶς, κροαίνειν κατὰ πεδίον πῶλον ἀφίησι. Διεγείρει δὲ πρὸς κατὴχησιν τὸν διδάσκαλον καὶ τοῦ λαοῦ τεταγμένη ἀκρόασις. Ὅσον γὰρ ἡ ἀκοὴ ἐπιτείνεται, τοσοῦτον ἡ γλῶσσα τοῦ διδάσκοντος ἐπιθήγεται. Τοῦτο κἀμὲ διεγείρει, καὶ προθυμότερον δείκνυσιν, ὅτι τεταμένοις ὠσί, καὶ διεγηγερμένῃ διανοίᾳ πρὸς τὴν διδασκαλίαν κεχῄνατε, οἷα τις λιπαρὰ βῶλος καὶ εὔγειος εἰσδεχομἑνη τὰ καταβααλόμενα σπέρματα. Ἐντεῦθεν καὶ χρησταῖς ἐλπίσιν ἐκτρέφομαι, ὡς ἡ γεωργία προσοίσει τὴν καρποφορίαν τῆς θεϊκῆς ἀποθήκης ἐπάξιον. Φέρε οὖν καὶ αὖθις τὰς τῆς Καινῆς Διαθήκης ἀναπτύξαντες πλάκας, τὸ ἱερόν φημι Εὐαγγέλιον, τῆς συνήθους διδασκαλίας ἁψώμεθα.

Τῷ καιρῷ ἐκείνῳ. «Ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν, καὶ λέγων αὐτῷ Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται  ᾿Αρχόμενος τῶν Θεοσημείων ὁ Κύριος, ὡς ἄριστος ἰατρὸς, ἐκκαθαίρει πρότερον τῆς κακίας τὸ αἴτιον, τὴν διωκτικὴν κατὰ τῶν δαιμόνων ἐπάγων μάστιγα, καὶ ἀοράτῳ δυνάμει αὐτοὺς μὲν ἀπελαύνων ἐξουσία Δεσποτικῇ, τοὺς δ᾽ ὑπ᾿ αὐτῶν κορυβαντιῶντας ἰώμενος, καθὼς περὶ τῶν ἐν, ἐργεσινοῖς δαιμονώντων ἐμάθομεν, ὑφ᾽ ὧν ἐλαθέντων, ἡ τῶν συῶν ἀγέλῃ ἐξοιστρηθεῖσα  γέγονεν ὑποβρύχιος. ᾿Αλλ’ ἐκεῖ μὲν ὁ Σωτὴρ σπλάγχνοις οἰκείοις ἐπικαμπτόμενος ἧκεν αὐθόρμητος τοῦ δὲ σεληνιαζομένου τούτου παιδός, περὶ οὗ ἡ εὐαγγελικῇ φωνή διείλεκται σήμερον, ὁ γεννήσας αὐτὸν πατήρ, ὑπομιμνήσκει τὸν Κύριον, νοσῶν μὲν ἀπιστίαν, ὡς ἔοικε. Τοῦτο γὰρ δίδωσιν, ἐννοεῖν, τὸ μὴ δυνηθῆναι τοὺς μαθητὰς κατὰ τοῦ δαίμονος ἐνεργῆσαι τὴν πτόησιν, καὶ τὸ παρὰ τοῦ Κυρίου ρηθὲν πρὸς αὐτόν «Ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη! » Ἀλλ᾿, εἰ δοκεῖ, πάλιν τὴν λέξιν ἐπαναλάβωμεν.

«Κύριε, ἐλέησόν μου τὸν υἱὸν ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ εἰς τὸ ὕδωρ, καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι». Καλὴ μὲν ἡ μάλα πρεπωδεστάτη κατά γε τὸ φαινόμενον ἡ προσέλευσις, καὶ γὰρ προσπίπτει γονυπετῶν, καὶ Κύριον αὐτὸν καλεῖ, καὶ τοῦ ἐλέους τυχεῖν ἐπιδέεται' ἀλλ' ὁ τὰ κεκρυμμένα εἰδὼς, καὶ τοῖς τῆς καρδίας ἐμβατεύων κρυπτοῖς, οὐ πρὸς τὸν ἔξωθεν ἀπεῖδεν σχηματισμόν, ἀλλ᾽ ἀνακαλύπτει τὸ ἔνδοθεν δύσπιστον,  ἤδει γάρ, ὡς σχήματι μὲν ἥκει σεμνῷ, καὶ λόγος αὐτῷ ἐγκεκάλυπτο εὐπρεπὴς, σκολιᾷ δὲ γνώμῃ καὶ οὐκ ὀρθῇ καμπύλως ἀντιδολεῖ. Διὰ τοῦτό φησιν «Ὦ γενεά ἄπιστε καὶ διεστραμμένη! «μονονουχὶ λέγων.  Τί μέμψιν προσάγεις τοῖς μαθηταῖς, καὶ οὐ σαυτὸν αἰτιᾷ διχονοούσῃ ψυχῇ προσερχόμενος; Οἱ γάρ μαθηταὶ πολλοὺς ἀπήλασαν δαίμονας τῶν προσελθόντων αὐτοῖς μετὰ πίστεως. Οὐ γάρ μαηθηταὶ πολλοὺς ἀπήλασαν δαίμονας τῶν προσελθόντων αὐτοῖς μετὰ πίστεως. Οὐ γὰρ ἔλεγον «Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῷ ὀνόματί σου;  «Οὐ μεμάθηκας ὡς πίστις ἅπαντα κατορθοῖ; Πίστει ὁ ἑκατόνταρχος τοῦ παιδὸς εἰλήφει τὴν ἴασιν, πίστει ἡ θαυμαστὴ αἱμόῤῥους εἰργάσατο τὴν ἐπαινουμένην κλοπήν. Πίστις ἀπήλασε τὸν ἐνοχλοῦντα δαίμονα τὸ τῆς Χαναναίας θυγάτριον. Πῶς οὖν αὐτὸς διψυχῶν ἀδυναμίαν ἐπιτάττεις τοῖς μαθηταῖς; Ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη! » ᾿Αλλ᾽ ἐπειδὴ οὐ πρὸς μόνον τὸν ἄνθρωπον, ἀλλὰ πρὸς πᾶσαν τὴν κατ᾿ αὐτὸν γενεὰν τὸ τῆς ἀπιστίας καὶ διαστροφῆς ἐπιτίθησιν ἔγκλημα, ἐξεταστέον καὶ κατ’ ἄλλον τρόπον τοῦ ρητοῦ τὴν διάνοιαν. ᾿Αλλὰ πρὸ τούτου διαλαβεῖν τὴν τῶν πολλῶν δόξαν διορθωσώμεθα. Οἱ μὲν τῷ φαινομένῳ προσέχοντες, καὶ μύοντες τὰ τῆς ψυχῆς αἰσθητήρια, οὐ δαιμόνων ἐπήρειαν, ἀλλὰ χυμῶν περιττότητα, τῶν δαιμονόντων τὸ πάθος ὁρίζονται, ὅταν ἡ τῆς μελαίνης χολῆς ἐπικράτεια κατά τινας περιόδους διά τῆς ἀναθυμιάσεως ἐπιθολώσῃ τοῦ ἐγκεφάλου τὰς μήνιγγας, δηλοῖ δὲ τοῦτο, ὅ τε βρασμώδης κλόνος ὅλου τοῦ σώματος, καὶ ἡ τῶν ἄρθρων περίψυξις. Ταῦτα μὲν οἱ τοῖς φυσικῶς μόνοις προσέχοντες,  οἱ δὲ ὕλης μέν τινα ἐπικράτειαν ἐπὶ τῶν δαιμονώντων, οὐδ᾽ ὁτιοῦν παραβλάπτειν φασὶν, ἀλλ᾽ ἀμέσως οὑτωσὶ τοὺς δαίμονας παραφέρειν τὸν νοῦν τοῦ πάσχοντος, καὶ τὰς φρένας ἐπιθολοῦν, καὶ ἄγειν ὅπη καὶ ὅπως τὸ κινοῦν ἀκάθαρτον πνεῦμα βούλεται. Τοιαῦτα γοῦν ἀμφότεροι λέγοντες, τῆς ὀρθῆς καὶ πρεπούσης διαμαρτάνουσι κρίσεως. Οἱ μὲν γάρ εἰσιν ἀσεβεῖς, οἱ δὲ ἀμαθεῖς. Ἡ δὲ ἀλήθεια μέσον ἱσταμένη τούτων τῶν ἐκ διαμέτρου κακῶν τὴν ὑπέρπτωσιν, καὶ τὴν ἔλλειψιν διαπέφυγεν. Οὔτε γὰρ ὕλη χωρὶς ἐνεργείας δαιμονικῆς τὴν τοιαύτην παραφοράν ἀπεργάζεται, οὔτε ὁ δαίμων ἀμέσως οὕτω διενοχλεῖ. Ἀλλ᾽ ἡνίκα παραδίδοται τοῖς ἀῤῥἡτοις κρίμασιν ὁ ἄνθρωπος τῷ ἐχθρῷ. καὶ ἐκδικητῇ, τότε τὴν ἐπικρατοῦσαν ὕλην τὰ μάλιστα σκοπήσας αὐτὸς, ταύτῃ κέχρηται, οἱονεὶ ῥάδδῳ, καὶ μάστιγι πρὸς τὴν κάκωσιν. Ὅτι γάρ μάστιγες αὗται σωφρονίζουσαι τὸ ἀτακτοῦν τῆς ψυχῆς, καταμάθοις ἀπονητὶ προσέχων τοῖς εὑαγγελικοῖς καὶ ἀποστολικοῖς ῥήμασι. Τό μὲν γάρ ἱερὸν Εὐαγγέλιον τῆς αἱμοῤῥοούσης τὸ θαῦμα ἡμῖν ἀφηγούμενον «Ἔγνω, φησὶν, ὅτι ἰάθη ἀπὸ τῆς μάστιγος. Ὁ δὲ ᾿Απόστολος περὶ τῶν ἀναξίως τῶν μυστηρίων ἐπιθιγγανόντων, φησί, «Διά τοῦτο ἐν ὑμῖν πολλοὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. ᾿Αλλὰ τῆς εὐθείας ἀπεπλανήθημεν, διορθῶσαι βουλόμενοι τῶν ἀμαθῶν τὴν ὑπόνοιαν. Ἄγε δὴ, τὸν λόγον καθάπερ ἵππον ἀφηνιάσαντα εὐφυῶς ἡνιοστροφήσωμεν, τὸ ρητὸν ἐπαναλαβόμενοι. Ὤ γενεά ἄπιστε καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ’ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὑτὸν ὧδε.» Εἴθισται τοῖς μιαροῖς πνεύμασι κατάτινας σεληναίας τροπάς τὴν παραφοράν ἐπάγειν τοῖς πάσχουσιν. Ἵνα τί γένηται; Ἵνα τὸ καλῶς δημιουργηθὲν σημεῖον ἐπ᾿ εὐεργεσίαν τῆς κτίσεως, ἡ σελήνη, φημὶ, βλάβης αἴτιον νομισθῇ. Κἀντεῦθεν βλασφημεῖται ὁ κτίστης ὡς κακῶν ὑπάρχων δημιουργός. Τοῦτο πανούργως νοήσαντες δόξαν ἐνέσπειραν, ὡς ἡ σελήνη ταῖς ἰδίαις αὐξὴσεσιν, ἢ μειώσεσι τὴν τοιαύτην σκότωσιν ἀπεργάζεται ὅθεν σεληνιαζομένους ἐκάλουν τοὺς πάσχοντας. Ταύτῃ γοῦν τῇ διεστραμμένῃ δόξῃ στοιχῶν καὶ οὗτος ὁ ἄνθρωπος, ἀφεὶς εἰπεῖν ὅπερ ἦν «᾽Ελέησόν μου τό υἱὸν», ὅτι σκοτώσει δαιμονικῇ παραφέρεται, φησὶν, Ὅτι σεληνιάζεται.» Τοῦτο γοῦν ἐλέγχων ὁ Κύριος «Ὦ γενεὰ, φησὶν, ἄπιστε καὶ διεστραμμένη ! » Οὐκ ἂν τὸ διεστραμμένη προσέθηκεν, εἰ μὴ τὴν τοῦ δόγματος ἑώρα διαστροφὴν. Οὕτω στηλιτεύσας πρότερον τὴν ἀσέβειαν, ἐπιφέρει τὴν ἴασιν, παράλογον ἡγησάμενος διὰ τὴν πατρικὴν ἀπιστίαν τὸν παῖδα μὴ τῆς κοινῆς σωτηρίας ἀπόνασθαι. Τὸ μὲν οὖν δαιμόνιον ἀοράτως φλεγόμενον ὤχετο ἀμεταστρεπτί ὁ δὲ παῖς θείας γαλήνης ἀπήλαυσε.

«Τότε προσελθόντες οἱ μαθηταὶ ἅτε τῆς αὐτοῦ σοφίας ὑπάρχοντες φοιτηταὶ, καὶ τῆς ἀληθείας ἐκζητηταὶ, καὶ τοῦ ὄντος ἐρευνηταὶ, καὶ ζητοῦσι μαθεῖν τί τὸ κωλύσαν αὐτοὺς, μὴ φυγαδεῦσαι τὸν δαίμονα, ὤοντο γὰρ μήπως εἰσί τινα πνεύματα πονηρά μὴ κατεπτηχότα τὴν ἐκείνων ἰσχόν. Τί οὔν ὁ Σωτήρ; Οὐ τὴν τοῦ ἀνδρὸς ἀπιστίαν λέγει, ἵνα μὴ πρὸς οἴησιν ἐξαρθεῖεν οἱ μαθηταί καὶ ἅμα πρὸς θερμοτέραν πίστιν διεγείρων αὐτοὺς φησί « Διὰ τὴν ἀπιστίαν ὑμῶν. ᾽Αμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ Μετάβηθι, ἐντεῦθεν, καὶ μεταβήσεται. Τί οὖν; ἐρεῖ τις, τῶν ἀποστόλων ἡ πίστις τοσοῦτον ἦν ἀμυδρὰ, ὡς μηδὲ ἐξισοῦσθαι κόκκῳ σινάπεως; τῶν ἀφέντων πάντα, καὶ ἀκολουθησάντων Χριστῷ, οἷς ἡ ὑπόσχεσις ἦν ἐπὶ δώδεκα θρόνους καθίσαι, καὶ κρῖναι τὸν Ἰσραήλ οὓς ἐκάλεσε φῶς τοῦ κόσμου, καὶ ἅλας τῆς γῆς, καὶ φίλους αὐτοῦ; Πῶς οὖν εἰς τοσοῦτον ἐπεφθάκεισαν, εἰ μὴ πίστιν εἶχον διάπυρον ; Φαμέν οὖν, ὡς τοῖς ἀποστόλοις οὐ μόνον κόκκῳ σινάπεως παραπλησία ἡ πίστις ἦν, ἀλλ᾽ ἀκρωρείας μεγέθει ὑψηλῆς, καὶ ὑπερνεφοῦς. Καὶ τοσοῦτον ἡ τούτων πίστις δεδύνηται, ὡς πάντα τὸν κόσμον τῷ λόγῳ χειρώσασθαι, ἀλλ᾽ ἐνταῦθα ὁ Σωτὴρ δόγμα ἐμφαίνειν δοκεῖ, τὸ δὲ δόγμα κατά γε τὸν ἐμὸν λόγον, τοιοῦτόν ἐστιν ὅτι ὅσον τις ὑπερδῇ διὰ πίστεως, καὶ ὑπόπτερος γένηται, ἡ νομιζομένη πίστις ὑψηλὴ, καὶ διάπυρος, συγκρινομένη πρὸς τελείαν, οὐδὲ κόκκῳ σινάπεως παραβάλλεται ἔχει δέ τινα καὶ πρὸς τὴν πίστιν τὸ σίναπι οἰκειότητα. Θερμόν τε γὰρ, καὶ τοῦ περὶ τὸν ἐγκέφαλον, ῥύπου ἐστὶν ἑλκτικόν ὑγιεινὴν τε τὴν ἕξιν τῶν ἐσθιόντων ἐργάζεται, τέμνον κεκρυμμένων φλεγματων τὴν παχύτητα, καὶ βλαβερῶν χυμῶν τὴν ὑγρότητα, ἀλλὰ καὶ τῇ βασιλεία τῶν οὐρανῶν κόκκος σινάπεως παραβάλλεται ἐν τῇ καρδία τοῦ γεωργοῦ ἀποδενδροῦμενος. Ὥστε ὁ ἔχων πίστιν ὡς κόκκον σινάπεως, ἐν ἑαυτῷ ἔχει τὴν βασιλείαν τῶν οὐρανῶν ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστιν.

Ἐρεῖτε τῷ ὄρει τούτῳ Μετάβηθι ἐντεῦθεν ἐκεῖ καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.» Οὐ περὶ ὄρους αἰσθητοῦ λαλεῖ ἐνταῦθα. Τὶς γὰρ ἀκολουθία, ὅρος ἀπὸ τοῦ αἰῶνος δυνάμει δημιουργικῇ ῥιζωθὲν μετακομίζειν ἔνθεν ἐκεῖ; Εἰ γὰρ καὶ δυνατὸν τὸν πιστεύοντα τοῦτο δρᾷν, ἀλλ᾽ ὁ τῆς ἀκολουθίας θεσμὸς οὐκ ἐπιτρέπει τὴν τέχνην ἀνατρέπειν τῆς πανσόφου δυνάμεως, τῆς Γραφῆς εἰρηκυίας ἐκ προσώπου τοῦ Θεοῦ «᾿Εγὼ ἐστερέωσα τοὺς στύλους τῆς γῆς, καὶ, αὐτὸς ἐθεμελίωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Οὔκουν αὐτοῖς μετακρινεῖν λέγει τὸν Κάρμηλον, ἢ τὸ Αἰτναῖον, ἢ τὸν Παρνασσόν, ἤ τὸν Ὄλυμπον, ἀλλὰ τοὺς ὀρινένους δαίμονας, περὶ ὧν φησὶ τις τῶν προφητῶν Ἰδοὺ ἐγὼ πρός σε τὸ ὅρος τὸ διαφθεῖρον πᾶσαν τῆν γῆν. Καὶ ἡ ἐν τῷ Ἄσματι νύμφη ὁρῶσα τὸν νυμφίον Ἰησοῦν τὴν κατὰ τῶν δαιμόνων ἐνεργοῦντα πτοίαν. Ἰδοὺ ὁ ἀδελφιδοῦς μοι, φησὶ, πηδῶν ἐπὶ τὰ ὄρη, ἁλλόμενος ἐπὶ τοὺς βυνούς, ὅ δὴ σαφηνίζει ὁ Προφήτης εἰπών Πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. Καὶ ὁ Μιχαίας τὴν τοῦ Κυρίου θεσπιῳδῶν ἐνανθρώπησιν, καὶ τὴν τοῦ Κυρίου θεσπιῳδῶν ἐνανθρὠπησιν, καὶ τὴν ἄστατον τῶν δαιμόνων ὀῤῥώδησιν. Ἰδοὺ, φησὶ, Κύριος ἐκπορεύσεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἔπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτω αὐτοῦ. Προαναφωνεῖ δὲ καὶ ἡ ᾠδῆ ᾽Αββακοὺμ, τετῆχθαι τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ» τάχα καὶ ὁ ᾽Απόστολος περὶ τοῦ τοιούτου ὄρους φησὶ «Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὅτι γὰρ οὐ περὶ αἰσθητοῦ ὄρους φησὶν ὁ Σωτὴρ, ἔδειξεν ἐκ τοῦ μετὰ τοῦ ἄρθρου εἰπεῖν οὐ γὰρ εἶπεν, «Ἐρεῖτε ὄρει», ἀλλὰ «Τῷ ὄρει».

Καὶ προσέθηκε, τούτῳ, δεικνὺς τὸ σεληνιαῖον, ἐκεῖνο δαιμόνιον, τὸ τότε ὑπ᾿ αὐτοῦ ἐλαθέν. Εἰ οὖν καὶ ἡμεῖς τὴν πρὸς Θεὸν πίστιν διάπυρον ἔχομεν, ἐροῦμεν τοῖς ἐπικειμένοις ἡμῖν ὡς ὄρεσι πάθεσι, τῷ θυμῷ, τῇ ἐπιθυμία, τῇ φιλαυτία, τῇ ἁρπαγῇ, κακοηθείᾳ, τῷ φθόνῳ, τῇ ἔριδι, τούτοις τοῖς πάθεσι καὶ τοῖς ὄρεσιν ἐπιτάξομεν, καὶ φεύξονται ἀφ᾿ ἡμῶν. ᾽Αληθῶς γὰρ οὐ διώκεται ταῦτα, εἰ μὴ ἐν προσευχῇ, καὶ τῇ ἐκ τῶν παθῶν νηστείᾳ, καθὼς ὁ ἀψευδὴς ἡμῶν Δεσπότης Χριστὸς ἀπεφήνατο, ᾧ πρέπει πᾶσα δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images