Τρίτη, 08 Οκτωβρίου 2024

Θεοφάνους Κεραμέως

Ὁμιλία Μ΄

«Εἰς τήν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 764Α-784C)

Ὁρῶν σήμερον τὸν ἀγιώτατον τῆς πανάγνου Δεσποίνης ναὸν τῇ τοῦ λαοῦ πληθύϊ στενοχωρούμενον, εὐφραίνομαι καὶ χαίρω, καὶ γέγηθα, τῆς φωνῆς πληρουμένης τοῦ ἱεροψάλτου Δαβίδ· «Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.» Ἀλλʼ ἡ μὲν παροῦσα ἑορτὴ ταῖς τοῦ Πνεύματος αὐγαζομένη μαρμαρυγαῖς πολλὰ περιέχει παράδοξα· τῶν γὰρ ἐνεστώτων, καὶ τῶν παρῳχηκότων, καὶ τῶν μελλόντων εἰσάγει μυστήρια. Οἷς γὰρ ὁ Σωτὴρ τὸ Πατρικὸν πληρώσας βούλημα, καὶ παθὼν, καὶ ἀναστὰς εἰς οὐρανοὺς, ἀνεφοίτησε, τὴν ἡμετέραν φύσιν ἐν δεξιᾷ τῶν πατρικῶν ἐνιδρύσας θρόνων, καθάπερ ἄγγελον ἄλλον μεγάλης βουλῆς τὸν Παράκλητον πέπομφε μηνύοντα, τὴν δόξαν εἰς ἥν ἐπεφθάκειμεν· οἶς δὲ περιέχει βιαίαν πνοὴν, καὶ πῦρ, καὶ ἦχον, καὶ γλωσσῶν, μερισμὸν, αἰνιγματώδη σημαίνει μυστήρια. Οἷς δὲ οὐκ ἐν ἄλλῳ καιρῷ, ἀλλὰ κατὰ τὴν Πεντηκοστὴν ταῦτα γίνεται τῆς μελλούσης ἡμέρας ἐστὶν ἀπεικόνισμα, καθʼ ἥν τὸν ἑβδοματικὸν χρόνον πληρώσαντς εἰς τὴν τελείαν Πεντηκοστὴν καταντήσομεν, ἧς τόπος αὕτη καθέστηκε. Τοσαῦτα μὲν τὰ τῆς ἑορτῆς, ὡς ἐν κεφαλαίῳ εἰπεῖν. Ἐγὼ δὲ τολμητίαν ἐμαυτὸν ἡγοῦμαι, καὶ προπετῆ εἴσω τῶν ἀδύτων τῆς τοῦ Πνεύματος θεολογίας μέλλων εἰσδύεσθαι, καὶ ὥσπερ εἰ γνόφον Μωσαῖκὸν ἐλθεῖν θρασυνόμενος ἰλιγγιῶ καί κραδαίνομαι. Πείθει γάρ με δειλαίνεσθαι τῆςστορίας ἐκείνης τὸ αἴνιγμα. Ἐπεὶ κἀκεῖσε τὸ μὲν πλῆθος τοῦ λαοῦ οὐκ ἐχώρησε τὴν τῶν σαλπίγγων ἠχὴν, μόνος δὲ Μωϋσῆς εἴσω τοῦ γνόφου εἰσδύεται, διδάσκοντος, οἶμαι, τοῦ λόγου, μὴ πάντας ἑαυτοὺς εἰσωθεῖν εἰς τὸν τῆς θεολογίας βαθμὸν, ἀλλὰ μόνοις τοῦτο παραχωρεῖν τοῖς κατὰ Μϋωσέα δυναμένοις τὰ θεῖα χωρεῖν. Πλὴν ἀλλʼ ἐπειδὴ τὸ Πνεῦμα τὸ ἅγιον, τὴν κάθοδον ἑορτάζομεν, οἶδε ῥύπους ἀποκαθαίρειν ψυχῶν, καὶ ἁμαρτίας ἀποτεφροῦν, γένοιτο καὶ ἡμῖν σήμερον ἡ ἐκείνου μετάδοσις, ὡς μυστικῇ λαβίδι, καὶ σεραφικῷ ἄνθρακι, καὶ πυρίνῃ γλώσσῃ τὴν γλῶτταν, καὶ τὸν νοῦν ἐκκαθαίρουσα, ὡς ἄν καὶ αὐτὸς μετὰ Ἡσαΐου ἐρῶ « Ἡ κοιλία μου, ὡς κιθάρα ἠχήσει, καὶ ὡς τεῖχος ἀνακαινισθὲν» ἐκ τοῦ Πνεύματος· καὶ ἐπειδὴ τοῦ Παρακλήτου ἡμῖν σήμερον ἡ κάθοδος ἑορτάζεται, ἀρκτέον ἀπὸ τοῦ Πνεύματος· μᾶλλον δὲ κοινῇ περὶ τῆς Τριάδος φιλοσοφήσωμεν, ὅτι μηδὲ τομή τις ἐστιν, ἤ διάκρισις Πατρὸς, καὶ Υἰοῦ, καὶ ἁγίου Πνεύματος. Εἷς Θεὸς ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι, μία θεότης ἄναρχος, ἁπλῆ, ὑπερούσιος, ἀμερὴς, ἀδιαίρετος, ἡ αὐτὴ μονὰς, καὶ ἡ αὐτὴ κατὰ τὰς ὑποστάσεις ὅλη Τριὰς, ὅλη ἡ θεότης τελεία τελείως ἐν ἑκάστῃ τῶν ὑποστάσεων, καὶ ἑκάστη ὑπόστασις τελεία τελείως ἐν ὅλῃ Θεότητι. Ἡ αὐτὴ Θεὸς εἷς, καὶ ὑποστάσεις τρεῖς, Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Ὁ μὲν Πατὴρ ἄναρχος καὶ ἀγένητος γεννήτωρ μὲν τοῦ Υἱοῦ, προβολεὺς δὲ τοῦ ἁγίου Πνεύματος. Τῶν δʼ ἐκ τοῦ Πατρὸς τὸ μὲν γέννημα, τὸ δὲ πρόβλημα. Ἀλλὰ γέννησιν ἀκούων καὶ πρόβλησιν, ἔκστηθι τῶν ὁρωμένων τῷ λογισμῷ. Ἐννοίαις δὲ ἰσχναῖς καὶ θεοπρεπέσιν, ὡς ἐν εἰκόσι, καὶ τύποις ἀμυδροῖς τὸ μυστήριον μάνθανε. Ὡς φῶς ἐκ φωτὸς, οὕτω τὸν Υἱὸν γεγεννῆσθαι καὶ τὸ Πνεῦμα ἐκπεπορεῦσθαι ἀϊδίως καὶ ἀπαθῶς. Μηδὲ τὸ ἀγέννητον τοῦ Πατρὸς, καὶ τὸ γεννητὸν τοῦ Υἱοῦ, καί τοῦ Πνεύματος τὸ ἐκπορευτὸν ὑποτυπάσῃς οὐσίας διαφορὰν, ἀλλὰ τρόπους ὑπάρξεως. Ἡ γὰρ τῆς οὐσίας δήλωσις τῇ, Θεὸς, ὀνομασίᾳ κατασημαίνεται. Ἕνα τοίνυν ὁμολογοῦμεν Θεὸν ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι γνωριζόμενον. Καὶ οὕτως ἐν τῇ πανυπερουσίῳ Τριάδι τὴν μονάδα νοοῦμεν, καὶ ἐν τῇ μονάδι τὴν Τριάδα γνωρίζομεν. Τὸ μέντοι Πνεῦμα ἅγιον, οὗ τὴν φρικτὴν ἐπιδημίαν πανηγυρίζομεν, Ἑλλήνων μὲν θεολογικώτεροι ἐφαντάσθησαν, ὡς καὶ τῷ Θεολόγῳ Γρηγορίῳ δοκεῖ· περὶ τὴν κλῆσιν ἡμῖν διηνέχθησαν, νοῦν τοῦ παντὸς, καὶ τὸν θύραθεν νοῦν τοῦτο καλέσαντες, οἱ δὲ τῆς τοῦ Χριστοῦ μὲν γεγονότες αὐλῆς, τῆς πρεπωδεστέρας δὲ δόξης περὶ τοῦ Πνεύματος ἀμαρτήσαντες, οἱ μὲν ἐνέργειαν τοῦ Θεοῦ, οἱ δὲ κτίσμα φανερῶς ἀπεφήναντο. Οὐκ οἶδα πόθεν τὰς τοσαύτας περὶ αὐτοῦ μαρτυρίας ἐν τῇ Γραφῇ διαπτύσαντες· αἱ γὰρ θεῖαι φωναὶ πανταχοῦ τὴν ἴσην προσμαρτυ-ροῦσιν ἰσχὺν καὶ ἐνέργειαν Πατρί, καὶ Υἱῷ, καὶ τῷ Πνεύματι, καὶ Θεὸν ἐμφανῶς κηρύττουσι τὸ Πνεῦμα τὸ ἅγιον· ἀμέλει ἐν ταῖς Πράξεσι τὴν Ἀνανίου ἱεροσυλίαν ὁ Πέτρος πεφωρακὼς, ἥν ἐν παραβύστῳ μετὰ τῆς ὁμοζύγου εἰργάσατο, αὐτὸς ἑαυτῷ κλέπτης γενόμενος· «Εἰς τί, φησὶν, ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Ὁρᾷς πῶς τὸ τῆς ὑποστάσεως ἰδιάζον εἰπὼν, εὐθὺς ἐπὶ τὴν οὐσίαν ἀνέθορεν; Ἄκουε γοῦν καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος αὐτοκρατορικῶς πάντα, καὶ δρῶντος, καὶ ἐπιτάττοντος· «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν, καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὅ προσκέκλημαι αὐτούς καὶ πάλιν. «Οὗτοι μὲν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος, κατῆλθον εἰς Σελευκείαν καὶ αὖθις. Διῆλθεν τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ» καὶ μυρίας τις εὕροι τις τάς ἀποδείξεις ἐν τῇ ἁγίᾳ Γραφῇ, δι’ ὤν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τὸ ἰσότιμον δείκνυται.

Ὁ μέντοι θεηγόρος Μωϋσῆς, ἐν τῇ κατʼ αὐτὸν θεολογίᾳ τρανῶς διδάξας περὶ τοῦ Πνεύματος, ἀμυδρῶς περὶ τῶν ἐξ αὐτοῦ διεσάφησε τὴν τῶν Ἰουδαίων ἐκκλίνων παχύτητα, ἵνα μὴ τὸ ἰδιάζον τῶν ὑποστάσεων εἰς πολυθεΐαν ἐκλάβοιεν ἔμφασιν. Διὰ τοῦτο γὰρ καὶ περὶ ἀγγέλων μέλλων εἰπεῖν, τροπικῶς ὕδατα τούτους καλεῖ ὄντα ὑπεράνω τῶν οὐρανῶν, ἐν οἷς ἐπιφέρεσθαι λέγει τὸ Πνεῦμα τὸ ἅγιον· φησὶ γάρ· « Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Μειρακιῶδες δὲ κομιδῇ αἰσθητὸν ὕδωρ οἴεσθαι, ᾧ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο, κἂν οὕτω τινὲς τῶν Πατέρων τὸ ῥητὸν ἐξηγήσαντο, τῇ τῶν ἀκροατῶν ἀσθενείᾳ συγκαταβαίνοντες. Πῶς γὰρ ἄν εἴη τοῦτο, τῆς Τραφῆς μαρτυρούσης, ὅτι « Σκότος ἦν ἐπάνω τῆς ἀβύσσου;» Ὅπου δὲ Πνεῦμα Θεοῦ, τὸ σκότος χώραν οὐχ ἕξει· φῶς γὰρ ὁ Θεὸς, καὶ φωτὸς παρεκτικός. Ἀλλʼ, ὡς ἔφην, ὕδατα τὰς ἄνω δυνάμεις ἐκάλεσεν, ἵνα μὴ ἡ τῶν Ἰουδαίων ἀμβλυτέρα διάνοια τὴν τοῦ Θεοῦ προσηγορίαν τοῖς ἀγγέλοις συνάψειεν. Εἰ δὲ ὕδωρ τοὺς ἀγγέλους ὠνόμασε, ταραττέσθω μηδείς· καὶ γὰρ ὁ Θεὸς «πῦρ» ὀνομάζεται, καὶ         «πῦρ καταναλίσκον·» καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὕδωρ ὠνόμασε ζῶν ἡ μεγάλη τοῦ Εὐαγγελίου φωνὴ, καὶ πυρὸς ἐν εἶδει ἐπεφοιτήκει τοῖς μαθηταῖς· ἀλλʼοὔτε πῦρ οὔθʼ ὕδωρ ὁ εὐσεβὴς ἡμᾶς λογισμὸς ἐπιτρέπει νοεῖν.

Πνεῦμα τοίνυν τὸ ἅγιον πρότερον μὲν ἐπεφέρετο ἐπάνω τῶν θείων δυνάμεων. Ἤ πόθεν αὐταῖς τὸ πρὸς κακίαν ἀῤῥεπὲς, ἢ, κατὰ τὴν θεολογικὴν γλῶσσαν, δυσκίνητον; Εἶτα ἐν τοῖς ἱεροῖς πατριάρχαις, μετὰ ταῦτα τῷ νόμῳ καὶ τοῖς προφήταις, ἔπειτα οὐσιωδῶς καὶ ὁμοουσίως ἐν τῷ Χριστῷ συμπαρομαρτοῦν καὶ μένον ἐν αὐτῷ, παρʼ οὗ δέδοται καὶ τοῖς ἱεροῖς φοιτηταῖς, πρότερον μὲν ἀμυδρότερον, εἶτα μετὰ τὴν ἀνάστασιν ἐκτυπώτερον, κατὰ δὲ τὴν Πεντηκοστὴν τηλαυγέστερόν τε καὶ καθαρώτερον. Ταύτας τὰς διαφόρους τοῦ Πνεύματος ἐμφάσεις δεικνὺς ὁ Θεὸς πάλαι Ἠλίᾳ τῷ προφήτῃ, τῷ Θεσβίτῃ, τῷ ζηλωτῇ ἐπέταττε λέγων· « Στήσῃ αὔριον ἐναντίον Κυρίου, καὶ ἰδοὺ Πνεῦμα ἐξαῖρον ὄρη, καὶ συντρίβον πέτρας, καὶ οὐκ ἐν τῷ πνεύματι Κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμὸς, οὐκ ἐν τῷ συσσεισμῷ Κύριος· καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ ὡς αὖρα λεπτὴ, καὶ ἐκεῖ Κύριος.» Τὸ γοῦν, «Ἰδοὺ πνεῦμα ἐξαῖρον ὄρη, καὶ συντρίβον πέτρας,» τὴν ἐν τοῖς πατριάρχαις ἐδήλου τοῦ Πνεύματος δύναμιν· ἢ τί τὸ πεῖσαν Ἀβραὰμ ἀποπτύσαι τὰ πάτρια, καὶ συντρίψαι τὰ ὁστράκινα ἐκεῖνα βδελύγματα, καὶ ἀκολουθῆσαι Θεῷ, ἀλλʼ ἤ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἐξᾶραν τῆς Χαλδαϊκῆς δυσειδαιμονίας αὐτόν; Εἶτα ὁ διὰ τοῦ νόμου συσσεισμὸς, ὅς διέσεισε καὶ ἐτάραξεν οὐ μόνον Αἴγυπτον τῇ δεκαπλήγῳ μάστιγι, ἀλλὰ καὶ ἔρημον καὶ ἔθνη πολλά.

Ὅτι δὲ διὰ τοῦ ἀγίου Πνεύματος ἐνήργει Μωϋσῆς, καταμάθοις προσχὼν τῇ ὁδηγούσῃ νεφέλῃ τὸν Ἰσραήλ. Ἦν γὰρ αὕτη τὸ Πνεῦμα τὸ ἅγιον, οὕτως εἰπόντος τοῦ θεηγόρου Παύλου· Τύπος ἦν ἡ θάλασσα τοῦ ὕδατος, ἡ δὲ νεφέλη τοῦ Πνεύματος. Ἀλλὰ καί ἡ πέτρα ἐξ ἦς ἐπέῤῥει τῷ λαῷ δαψιλῶς τὸ ποτὸν, οὐκ ἄν ὑπὸ τοῦ Παύλου ἐκλήθη πνευματικὴ, εἰ μὴ αὐτὴ μὲν ἐδήλου τὸν Κύριον Ἰησοῦν, τὸ δʼ ἐξ αὐτῆς ὕδωρ τὸ Πνεῦμα τὸ ἅγιον. « Ἔπινον γὰρ, φησὶν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ὅτι δὲ τὸ ὕδωρ τὸ Πνεῦμα εἰκόνιζεν, ἐμυσταγώγησεν ἡμᾶς σήμερον ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος· «Ὁ πιστεύων εἰς ἐμὲ ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος·» ὅπερ ἑρμηνεύων ὁ βροντογενὴς μαθητὴς, « Τοῦτο, φησὶν, εἶπε περὶ τοῦ Πνεύματος, ὅ ἔμελλε δοῦναι τοῖς πιστεύουσιν εἰς αὐτόν.» Καὶ μὴν καὶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐν τῷ Μωϋσεῖ ἀφελὼν ὁ Θεός ἐπέθετο τοῖς ἑβδομήκοντα καὶ τοῖς καταλειφθεῖσιν ἐν τῇ παρεμβολῇ Ἀλδάδ καὶ Μοδάδ προφητεύουσιν· ὕστερον δὲ καὶ τῷ Ναβίδῃ καὶ διαδόχῳ τοῦ Μωϋσέως Ἰησοῦ. Ἀλλὰ τί μετὰ ταῦτά φησιν ὁ χρησμός; « Μετὰ δὲ τὸν συσσεισμὸν πῦρ· » αὐτὸ Πνεῦμα ἐν τοῖς προφήταις λαλοῦν, καὶ περιθάλπον, καὶ διαθερμαῖνον αὐτῶν τὸ ἡγεμονικόν. Ὅπερ εἰδὼς ὁ τῶν προφητῶν πολυσυμφορώτατος ἔλεγεν ἐκ προσώπο τοῦ Θεοῦ « Οὐχ ὡς πῦρ οἱ λόγοι μου; λέγει Κύριος»- « Μετὰ δὲ τὸ πῦρ, φησὶ, φωνὴ ὡς αὔρας λεπτῆς, καὶ ἐκεῖ Κύριος.» Ἄθρει δὴ τῆς προφητείας τὸ πλήρωμα, κατανοήσας τὴν αὔραν τὴν εἰς τὸ ὑπερῷον καταπτᾶσαν τοῖς μαθηταῖς. Ἐν μὲν οὔν ταῖς προηγησαμέναις ἐμφανείαις φησίν· «Οὐκ ἐν τῷ πνεύματι Κύριος, καὶ οὐκ ἐν τῷ συσσεισμῷ, καὶ οὐκ ἐν τῷ πυρί·» ἐν δὲ τῇ «φωνῇ» τῇ « ὡς αὔρας λεπτῆς. » ἐπήγαγε, « Καὶ ἐκεῖ Κύριος.» Ἐν μὲν γὰρ τοῖς πατριάρχαις, καὶ τῷ νόμῳ, καὶ τοῖς προφήταις ἀμυδροτέρα πως ἦν ἡ χάρις τοῦ Πνεύματος· ἡ δὲ δοθεῖσα τοῖς μαθηταῖς ἐν τῷ λοίσθῳ καιρῷ τελεωτικὴ. Καὶ ὥσπερ ἐν τῇ τοῦ κόσμου Γενέσει φησὶν ὁ Μωϋσῆς ὅτι πρότερον μὲν ἡ φυτικὴ ψυχὴ κατεβλήθη ἐν τοῖς φυτοῖς, εἶτα ἐν τοῖς ἀλόγοις ἡ αἰσθητική,τελευταία δʼ ἐν τῷ ἀνθρώπῳ, ἡ τελεία καὶ λογικὴ σὺν τῷ λόγῳ, καὶ τὴν φυτικὴν, καὶ τὴν αἰσθητικὴν δύναμιν ἔχουσα· οὕτως ἡ τοῦ Πνεύματος χάρις ἀμυδροτέρα μὲν ἐν τοῖς πατριάρχαις, ἰσχυροτέρα δὲ ἐν τῷ νομῳ καὶ τοῖς προφήταις, τηλαυγέστερον δὲ καὶ οἷον οὐσιωδῶς, θεολογικῶς εἰπεῖν, ἐν τοῖς ἀποστόλοις ἐξέλαμψεν. Ὡς μὲν Πνεῦμα κραταιὸν ἐξαῖρον ὄρη, τὰς ἀντικειμένας δυνάμεις, περὶ ὧν εἶπεν ὁ Κύριος· « Ἐρεῖτε, τῷ ὄρει τούτῳ· Ἄρθητι, καὶ ἀρθήσεται,» δεικνὺς τὸ σεληναῖον ἐκεῖνο δαιμόνιον· ὡς δὲ συσσεισμὸς συνταράσσων καὶ κυκῶν πᾶσαν τὴν οἰκουμένην τῷ τοῦ Εὐαγγελίου κηρύγματι, ὅ δὴ καὶ Ἀββακοὺμ προεθέσπισεν εἰπών· « Ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὔδατα πολλά·» ὡς δὲ πῦρ γλῶσσαι ὤφθησαν ἄρτι πυροειδεῖς. Τὸ δὲ, φωνὴ, ὡς αὔρας λεπτῆς » οὐδʼ ἐξηγήσεως, οἶμαι, δεῖται τοῖς τῇ ἱστορίᾳ προσέχουσιν. «Ἐγένετο γὰρ, φησὶν, ἦχος καθάπερ φερομένης πνοῆς βιαίας. » Φωνὴ γοῦν καὶ ἦχος ταὐτόν ἐστι· πλῆξις γὰρ ἀέρος ἀμφότερα. Αὔρα δὲ καὶ πνοὴ ὁμοίως ταὐτόν. Λέγεται δὲ αὔρα ἡ τοῦ ἁγίου Πνεύματος χάρις, ὡς ἀναψύχουσα τοὺς ἐκτακέντας τῷ φλογμῷ καὶ τῷ καύσωνι τῆς ἁμαρτίας, ὧν πρόξενος ὁ ἐναντίος γέγονεν ἥλιος, ὁ τῇ νύμφῃ τοῦ Ἄσματος προξενήσας τὴν μελανότητα, περὶ οὐ φησὶν ἡ ᾠδή· « Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε· »λεπτὴ δὲ αὔρα διὰ τὸ καθαρὸν, καὶ θεῖον, καὶ ὕλης ἀμέτοχον. Ἐπάγει γοῦν ὁ χρησμός· « Καὶ ἐκεῖ Κύριος,  ὡς χάριν παρέχων τελειωτικὴν, καὶ ὁλόκληρον, καὶ ἵνα δείξῃ τὸ Πνεῦμα καὶ Κύριον καὶ Θεόν, ἦχος οὖν καὶ φωνὴ, μυσταγωγεῖ τοὺς πιστεύοντας· ὡς δὲ πῦρ, καταφλέγει τῶν φωτιζομένων τὰς ἀκάνθας, ἐβλάστησεν ἡ παράβασις· τοῦτο γὰρ τὸ πῦρ ἦλθε βαλεῖν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς· ὡς δὲ πνοὴ ἀναψύχει δροσίζουσα τοὺς μετέχοντας· βιαία δὲ, ὡς τῇ καθʼ ἡμῶν βίᾳ τῶν δαιμόνων ἀντιπαλαίουσα. Καὶ τάχα περὶ τῆς βιαίας ταύτης πνοῆς φησὶν ὁ Δαβίδ « Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς.» Αὕτῃ γὰρ συντρίβει πλοῖα τά τοὺς φυγάδας πλωΐζοντα. Φεύγων γάρ τις προφήτης ἐκ προσώπου τοῦ Θεοῦ ἐζήτει πλοῖον εἰς Θαρσεῖς ναυτιλλόμενον. Ὡς λεπτὴ δὲ αὔρα λεπτοποιεῖ τὸ πάχος τῆς ἁμαρτίας νεοποιοῦσα τὸν ἀναγεννώμενον, καὶ πρὸς τὴν ἀρχῆθεν μετάγουσα ὀλβιότητα.

Ἐπειδὴ γὰρ τῷ νεύματι τοῦ τεχνουργοῦντος παρήχθη πρὸς ὕπαρξιν ἡ ἀνθρωπίνη φύσις, αὐτίκα τῇ πρὸς αὐτὸ Πνεῦμα σχέσει κατεκαλλύνετο· «Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» ὅπερ ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον. Οὐκ ἄλλως γὰρ ἦν ἐν ἁγιασμῷ εἶναι τὸν ἄνθρωπον, καὶ τῇ πρὸς Θεὸν οἰκειότητι, εἰ μὴ τῇ τοῦ ἁγίου Πνεύματος μετουσίᾳ κατεκαλλύνετο. Ἀλλὰ τὴν μὲν πρώτην ἐκείνην χάριν ἡ τῆς ἁμαρτίας θολότης ἀπήμβλυνε καὶ συνέχεεν· ὁ δὲ τοῦ Θεοῦ μονογενὴς Παῖς ἄνθρωπος γεγονὼς, καὶ τοῦ ἐν ἀρχαῖς ἀγαθοῦ τὴν φύσιν ἐρήμην εὐρὼν, πάλιν αὐτὴν εἰς ἐκεῖνο μετεστοιχείωσε καθάπερ ἀπὸ πηγῆς τοῦ ἰδίου πληρώματος ἐνιεὶς τοῖς μαθηταῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δʼ ἐκείνωνenim in nobis divinam similitudinem ecit, ut ἡμῖν αὐτὸ χορηγῶν. Τὸ γὰρ τὸν θεῖον ἡμῖν ποιοῦν ἐξεικονισμὸν, ὡς ὁ πολύς φησι Κύριλλος, εἴη δήπου πάντως ὁ ἁγιασμὸς, τουτέστιν ἡ ἐν Πνεύματι μέθεξις τοῦ Υἱοῦ, διʼ οὗ καινουργούμεθα πρὸς τὸ ἀπαρχῆς ἀναστοιχειούμενοι εἰς εἰκόνα τοῦ Κτίσαντος.

Ἀλλʼ, ὦ παράκλητε Θεὲ, Πατρὸς καὶ Υἱοῦ ὁμοούσιε, καὶ σύνθρονε, καὶ ὁμότιμε ! ὦ φῶς αὐτολαμπὲς ἐκ φωτὸς προϊὸν τοῦ Πατρὸς, καὶ μένον ἐν φωτὶ τῷ Χριστῷ, καὶ φοιτῶν εἰς ἡμᾶς διʼ αὐτοῦ, πάρεσο καὶ ἡμῖν τοῖς δούλοις σου μυστικῶς, ἀποτέφρωσον τὰ φρυγανώδη τῶν παθῶν ὑπεκκαύματα· διατήρησον ταύτην ἡμῶν τὴν πόλιν τὴν ἐν τῷ σῷ καυχωμένην ὀνόματι, ἔμπλησον τῆς σῆς χάριτος καὶ ποιμένα καὶ ποίμνιον, θραῦσον τὴν καθʼ ἡμῶν ἰσχὺν τῶν ἀοράτων ἐχθρῶν, ἄμβλυνον αὐτῶν τὰ πεπυρωμένα βέλη, τῶν προσβολῶν τῆς αὐτῶν θρασύτητος δεῖξον ἡμᾶς νικητάς· τῷ εὐσεβεῖ ἡμῶν βασιλεῖ σύμμαχος γενοῦ κατὰ τῶν ἀθέων τῆς Ἄγαρ υἱῶν· τήρησον αὐτοῦ τὸ κράτος ἐν εἰρήνῃ καὶ γαληνότητι· τὸν ἀθροισθέντα σήμερον ἐνταῦθα λαὸν τῆς τῶν ἁμαρτιῶν ἐνοχῆς δεῖξον ἐλεύθερον· τοὺς ἐν εὐσεβείᾳ τὴν ἐνταῦθα ζωὴν μεταλλάξαντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν χαρᾶς ἀλήκτου ἀξίωσον· ὅτι σοι πρέπει πᾶσα τιμὴ, καὶ δόξα, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ὁμοουσίῳ Υἱῷ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images