Παρασκευή, 13 Δεκεμβρίου 2024

Θεοφάνους Κεραμέως

       Ὁμιλία ΜΒ΄

«Εἰς τὸ Λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός»

 

(J.P. Migne, Patrologia Graeca, t. 132, 804Α-816C)

Καὶ χρεωφειλέτης εὐχάριστος, κἂν μηδεμίαν ὑπὸ τοῦ δανειστοῦ φέρῃ τὴν ὄχλησιν, ὅμως ὑπὸ τοῦ συνειδότος νυττόμενος μελετᾷ τὸ χρέος, καὶ σπεύδει πρὸς τὴν ἀπόλφησιν. Ἥκω τοίνυν κἀγὼ χρέος, καὶ ἀποδώσων ὑμῖν ὑπερήμερον. Διὸ δὴ τῷ φωτὶ τοῦ εὐαγγελικοῦ λύχνου τὰς ψυχὰς αὐγασθέντες τῆς Δεσποτικῆς διδασκαλίας ἀκούσωμεν.

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.» Ἀπὸ τῶν αἰσθητῶν ἡμᾶς ὁ Σωτὴρ ἀνάγων εἰς τὰ νοούμενα, πανσόφως τοῖς μικροῖς καὶ φαινομένοις ἐγκατασπείρει τὰ ὑψηλότερα, ἵνʼ εἰ τι δυσχερὲς δοκεῖ κατὰ τὴν πρόχειρον ἔννοιαν, ὁ νοῦς ἐμβατεύων διὰ θεωρίας εἰσαχθῇ πρὸς τὸ τοῦ νοήματος ἄδυτον· ὅπερ ἔστι κἀνταῦθα εὐρεῖν· βουλόμενος γὰρ εἰπεῖν περὶ τῆς πρεπούσης τῇ ψυχῇ καταστάσεως, ἀπὸ τοῦ σωματικοῦ παραδείγματος ἄρχεται· « Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. » Λύχνον τροπικῶς ὀνομάζει τὸν ὀφθαλμόν. Οὕτω γὰρ καὶ ἡ φύσις, ἄνω τοῦ σώματος, ὡς ἐπὶ λυχνίαν ἐρείσασα τοὺς ὀφθαλμοὺς, διʼ αὐτῶν ὁδηγεῖσθαι τὸ σῶμα, καὶ διοικεῖσθαι καλῶς παρεσκεύασε. Καὶ τὸ τῶν αἰσθήσεων εἶναι κῦρος ὁ ὀφθαλμὸς ἐκληρώσατο· αἱ μὲν γὰρ ἄλλαι τῶν αἰσθήσεων καὶ χρόνου καὶ τόπου δέονται πρὸς τὴν τοῦ αἰσθητοῦ κατάληψιν· ὀφθαλμὸς δὲ ἀχρόνως τῶν ὁρατῶν ἐπιδράττεται. Πλὴν οὐ περὶ κατασκευῆς ὀφθαλμοῦ αἰσθητοῦ ἢ σωματικοῦ διαλέγεται· ἡ γὰρ ἑπομένη ῥῆσις οὐκ ἐπιτρέπει νοεῖν ἡμᾶς τὸ τῆς ὄψεως αἰσθητήριον· φησὶ γάρ·

« Εἰ ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ καὶ ἐπί τοῦ ὀφθαλμοῦ ἁπλοῦν; Ἡ γὰρ ἐκ τῆς ἀνατομῆς πεῖρα πολυσύνθετον αὐτὸν κατενόησεν· οὐ μόνον οἷς τὸ σῶμα ἐκ τῶν στοιχείων συγκέκραται, ἀλλὰ περὶ αὐτὸν ποικίλη τις εὑρίσκεται σύνθεσις· φασὶ γὰρ αὐτὸν χιτῶνας ἔχειν τέσσαρας· τὸν κερατοειδῆ, τὸν ῥαγοειδῆ, τὸν ἀρχοειδῆ, καὶ τὸν ἀμφιγλιστροειδῆ. Ἀλλὰ καὶ ἡ ἐν τῷ ὀφθαλμῷ διαφορὰ τῶν ὑγρῶν ἄλλην δείκνυσι σύνθεσιν, τὸ ὑαλοειδὲς, τὸ κρυσταλλῶδες, τὸ ὑδατῶδες. Ἀλλὰ ταῦτα μὲν τοῖς φυσικοῖς φιλοσόφοις ἐξετάζειν παραχωρήσωμεν· ἡμεῖς δὲ τὸ δοκοῦν ἀσαφὲς, ὡς δυνατὸν σαφηνίσωμεν. Εἰδέναι τοίνυν προσήκει, ὡς οὐ τὴν διάπλασιν τοῦ ὀφθαλμοῦ, ἀλλὰ τὴν ἐνέργειαν ἁπλῆν εἶναι παρακελεύει· ἔκτισται μὲν γὰρ ἡ ὅρασις διὰ τὴν τῶν ὁρατῶν κατανόησιν, ὡς, ὁρῶντες τὴν κτίσιν, Δημιουργοῦ τὴν δύναμιν ἐκθειάζωμεν. « Ἡ γὰρ ἀόρατος αὐτοῦ δύναμις τοῖς ποιήμασι καθορᾶται, » ὥς φησιν ὁ Ἀπόστολος, ἵνα διὰ τῆς ὄψεως ἅπαν τὸ σῶμα φωταγωγούμενον πρὸς τὰς κατὰ φύσιν ἐνεργείας εἴη ἀπαρεμπόδιστον. Ταύτην οὖν κατὰ φύσιν ἐνέργειαν ὁ ὀφθαλμὸς ἐνεργῶν ἁπλοῦς εἶναι λέγεται, τὴν ἔξωθεν συντεθεῖσαν κακίαν ἀποδιοπομπούμενος. Ἐπειδὰν δὲ κατολισθήσῃ τοῦ πρέποντος, καὶ τὸν τοῦ λόγου χαλινὸν ἀποπτύσῃ καθάπερ πῶλος δυσήνιος, τότε δὴ τὸ πρὸς βοήθειαν δοθὲν ἡμῖν ὄργανον φαύλης ἐπιθυμίας γίνεται πρόξενον τῇ τοῦ κακοῦ ἐπιμιξίᾳ τὴν κατὰ φύσιν ἀποβάλλον ἁπλότητα. Καὶ τάχα μετὰ τοιαύτης ἁπλότητος ἔκτισται ὁ ἀρχηγὸς τοῦ γένους ἡμῶν, οὕτως εἰπούσης Μωϋσέως θεολογίας, ὡς ἦσαν ἐν τῷ παραδείσῳ γυμνοί· γυμνοὶ δὲ τῇ ἁπλότητι, ὡς ἄλλη θεολογία φησίν. Ὅτε δὲ τῇ τοῦ πονηροῦ συμβουλῇ, καὶ τῇ τοῦ καλοῦ παρατροπῇ μετέσχε τῆς ἐναντίας ὁράσεως, τότε «ἠνοίχθησαν αὐτῶν  ὀφθαλμοὶ, » οὐκ εἰς τὸ κρεῖττον θεωρεῖν, ἀλλ εἰς τὸ γυμνοὺς ἑαυτοὺς ἰδεῖν, καὶ αἰσχύνεσθαι. Ἡ γὰρ ὕστερον ἐπεισελθοῦσα τοῦ κακοῦ γνῶσις τὴν προϋ-τάρχουσα ἁπλότητα ἤμβλυνε, καθάπερ τὸ φῶς ὑπὸ τοῦ σκότους τὴν χάριν τῆς οὐσίας ἀπόλλυσιν. «Ἐὰν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται.» Καὶ μάλα εἰκότως· εἰ γὰρ οἱ ὀφθαλμοί σου λεῖα βλέπουσι, κατὰ τον εἰπόντα σοφὸν, πᾶν τὸ σῶμα τῇ κατὰ φύσιν ἐνεργείᾳ καταφωτίζεται. Ταύτην εἶχε τὴν ἁπλότητα ὁ τοῦ μακαρίου Δαβὶδ ὀφθαλμός· διὸ καὶ ἔλεγε πρὸς τὸν Θεόν· «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. » Καὶ ἐπειδὴ ἀμετεώριστον εἶχε τὴν ὅρασιν πρὸς μόνον ἀπησχολημένην τὸ ἀγαθὸν, ἅπαν αὐτοῦ τὸ σῶμα φωτεινὸν τὸ προσκόπτον ἐν μηδενί· ἡ μὲν γὰρ ἀκοὴ ἀπησχόλητο πρὸς τὴν θείαν ἐνώτισιν· « Ἀκούσομαι γὰρ, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. » Ἡ δὲ γεῦσις, ἀντʼ ἄλλης γλυκύτητος ἡδυνούσης τοὺς ἐμπαθεῖς, τοῖς λόγοις τοῦ Θεοῦ ἐφηδύνετο· « Ὡς γλυκέα τῷ λαρυγγί τὰ λόγιά σου ὑπὲρ μέλι τῷ στόματί μου. » Τὰς χεῖρας εἶχεν ἐπαιρομένας εἰς Θεόν·              « ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. » Οἱ πόδες οὐ σκολλιῶς ἐκινοῦντο, καὶ ἀπρεπῶς, ἀλλʼ ἐνηρεισμένοι πρὸς τὴν εἰς Θεὸν ἦσαν πεποίθησιν· διὸ ἔλεγεν· « Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι· » καί· « Ἔστησας ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου.» Πάντα τὰ τοῦ θείου Προφήτου μέλη τῇ τοῦ ὀφθαλμοῦ ἁπλότητι πρὸς τὸν θεῖον φόβον ἐνίσχοντο. « Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. » Δοκεῖ μὴ κατὰ τάξιν ὁ λόγος προέρχεσθαι. Πρὸς γὰρ τό· « Ἐὰν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ» ἐχρῆν ἐπενεγκεῖν- Ἐὰν ὁ ὀφθαλμός σου σύνθετος ᾖ· τῷ γὰρ ἁπλῷ τὸ σύνθετον ἀντίκειται. Ἀλλʼ ἵνα μὴ περὶ τῆς τοῦ ὀφθαλμοῦ κατασκευῆς εἰρῆσθαι νοήσωμεν τὸ ἁπλοῦν, ἀλλὰ περὶ τῆς κατὰ φύσιν ἐνεργείας, ὡς καὶ ὁ λόγος ἀπέδειξε· διὰ τοῦτο ἐπιφέρει·        « Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ· » ἵνα διὰ τοῦ ἑπομένου νοήσῃς τὸ προηγούμενον, συλλογισάμενος ὅτι τῷ πονηρῷ τὸ ἀγαθὸν μᾶλλον ἀντίκειται· καὶ τοῦτό ἐστι τὸ διὰ τῆς ἁπλότητος σημαινόμενον. « Κἄν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμα σου σκοτεινὸν ἔσται· » ὁ γὰρ πονηρὸς ὀφθαλμὸς καὶ μετέωρος, ἀφεὶς ἐκεῖνα περισκοπεῖν, ἔνεκα γέγονε, περιαθρεῖ τὰ τῶν παθῶν ὑπεκκαύματα. Καὶ ἅπαν τὸ σῶμα ὡς ἐν σκότει πορεύεται, τῇ τῷ ὀμμάτων ἀμβλυωπίᾳ περιπλανώμενον. Ταύτην τὴν περίεργον θέαν ἀναστέλλων ὁ Θεὸς ἐνετείλατο·« Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίου σου, οὐδὲ ὅσα ὑπάρχει αὐτῷ.» Ὕστερον δὲ καὶ μοιχεία-ὠνόμασε τὸ περιέργως γυναῖκα ἰδεῖν, τὴν ἀκανθηφόρον ῥίζαν τοῦ πάθους ἐκσπῶν, ἐξ ἧς ἡμῖν ἀρχῆθεν ἡ γῇ τὰς ἀκάνθας ἐβλάστησε· ἡ γὰρ πονηρὶα τοῦ φυτοῦ θέα τὴν κακὴν ἡμῖν ἐβλάστησν βρῶσιν. Ἐπειδὴ, ὥσπερ τῶν ἀνθέων τὰ κάλλιστα ὡραίοις ἔξωθεν φύλλοις περιχλαινίζεται, οὕτω τὰ τῆς Γραφῆς νοήματα παραπετάσμασι κρύπτεται· φέρε τοῦ παραπετάσματος ἔνδον εἰσελθόντες, τὸ διὰ τοῦ ὀφθαλμοῦ δηλούμενον καὶ κατʼ ἄλλον τρόπον περιαθρήσωμεν. « Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός·» εἰ γὰρ ἁπλῶς περὶ τῆς ὄψεως ἔλεγεν, εἶπεν ἄν, Οἱ λύχνοι τοῦ σώματός εἰσιν οἱ ὀφθαλμοί· νῦν δὲ τῷ ἑνικῷ ρησάμενος ἀριθμῷ, δέδωκεν ἡμῖν ἄλλο νοεῖν. Ὀφθαλμὸν τοίνυν ὀνομάζει τὸν νοῦν· γὰρ ὀφθαλμὸς ἐν τῷ σώματι, τοῦτο νοῦς ἐν ψυχῇ, δύναμις τις οὖσα τῆς ψυχῆς οὐκ ἐπείσακτος, οὐδ ὡς ἕτερον ἐν ἐἑέρῳ, ἀλλὰ αὐτὸν νοῦς καὶ ψυχή. Οὐ γὰρ πιστευτέον τοῖς ἕτερον λέγουσι τὸν νοῦν, ἄλλο δὲ τὴν ψυχὴν τερθρείαις ἐπτοημένοις Ἑλληνικαῖς, ὥσπερ δεδιόσι μὴ ἀτελεῖς αὐτοῖς ὀφθεῖεν αἱ τῶν ἀλόγων ψυχαί. Τούτου τοίνυν τοῦ ὀφθαλμοῦ, τουτέστι, τοῦ νοῦ καθαρεύοντος τῆς ὀλικῆς ἀχλύος τε καὶ θολότητος, ὡς διὰ φωτὸς δεύουσα ἡ ψυχὴ τὴν τῶν ἀρετῶν ἀτραπὸν μένει ἀπαρεμπόδιστος. Διπλῆς γὰρ οὔσης τῆς ἡμετέρας καταστάσεως, τῆς μὲν κούφης καὶ νοερᾶς, τῆς δὲ παχείας καὶ ὑλικῆς, καὶ κατωφεροῦς· εἰ μὲν νοῦς ἐπικρατήσει τῷ λόγῳ τῷ σῶμα δουλαγωγῶν, τότε φωτίζεται ἡ ψυχὴ, καὶ κούφως ἐπείγεται πρὸς τὴν ἄνω φορὰν ἔχουσα προοδεύοντα καθάπερ λύχνον τὸν νοῦν. Εἰ δὲ τὸν νοῦν κατασύρει τῆς ἁμαρτίας ἡ μολυβδίς, καὶ ἡ τῆς ὕλης ὁμίχλη ἐπισκοτήσει τὸ ἡγεμονικὸν, τότε δὴ τότε ὡς σκότος ἡ ψυχὴ γενομένη πρὸς τὸ παρὰ φύσιν ἐκτρέπεται, τὰ μὴ ὄντα ὡς ὄντα φανταζομένη, καὶ τυφλοῦ δίκην προσκόπτουσα, καὶ οὕτως εἰς ἀλογίαν τραπεῖσα ὁμοιοῦται τοῖς κτήνεσι. Δείκνυσι δὲ ὁ ψαλμὸς ἐκείνους, οὕς ὁ πονηρὸς νοῦς εἰς κτηνοπρέπειαν ἥμειψεν· « Ἀνθρωπος ἐν τιμῇ ὤν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὁμοιώθη αὐτοῖς. » Καὶ πάλιν·  Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» -- « Περιεκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με ἅμα » Ἄλλος δὲ προφήτης ἵπποις θηλυμανέσιν αὐτοὺς ὁμοιοῖ διὰ τὸ πρὸς ἡδονὰς τὰς λυσσώδεις κατάφορον. Οὕτως ἐὰν ὁ νοῦς πονηρὸς, ὅλος ὁ ἄνθρωπος σκοτεινὸς τοῖς ἔργοις τὴν φύσιν ψευδόμενος. « Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος, τὸ κότος πόσον;» Εἰ ὁ δοθείς σοι, φησὶ, νοῦς εἰς φωτισμὸν τῆς ψυχῆς ὑπὸ τῶν παθῶν σκοτισθῇ, πόση εἴη ἡ σκότωσις τοῦ φρονήματος τῶν παθῶν, σαρκὸς, « τῆς ἐπιθυμούσης κατὰ τοῦ πνεύματος; Ἐπεὶ δὲ πολυθεώρητος τῆς ἁγίας Γραφῆς ἡ ἐξήγησις, οὕτω τοῦ ἁγίου Πνεύματος οἰκονομήσαντος μιᾷ ῥήσει πολλὰ νοήματα περιέχεσθαι, μὴ κατοκνήσωμεν καὶ καθʼ ἕτερον τρόπον ἑρμηνεῦσαι  ῥητοῦ τὴν διάνοιαν, τὴν λέξεν αὖθις ἀναλαβόμενοι.

Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.» ὀφθαλμὸς ὁ ἡμέτερος ὁ νόμος τοῦ πνεύματος, ὁ λύχνος πρὸς τὸ φῶς τῆς γνώσεως ὁδηγῶν τὴν ψυχήν. Τὸ δέ με πρὸς τὴν διάνοιαν ταύτην ἄγον προφητικὴ μαρτυρία ἐστὶν οὕτω λέγουσα· « Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. » Πεσούσης γὰρ εἰς ἁμαρτίαν τῆς φύσει οὐ παρεῖδεν ὁ Θεὸς τὴν πττῶσιν ἡμῶν ἀδιόρθωτον, ἀλλὰ νόμον ἔδωκεν εἰς συμμαχίαν τῇ ἑκάστου ψυχῇ ἐκ δὲ τοὐναντίου τὸν φθορέα τῆς ἀνθρωπότης ἀντιμηχανᾶσθαι τὸ ἴσον διὰ τοῦ νόμου τῆς σαρκὸς ἀντιστρατευομένου κατὰ τοῦ πνεύματος. Μέσον δὲ ἀμφοῖν ἐστῶσα ἡ αὐτεξούσιος ἡμῶν δύναμις καὶ προαίρεσις, ἑκατέρου νόμου ὑπεναντίως πρὸς τὸν ἕτερον ἔχοντος, ὅν ἄν βούληται ποιεῖ κατὰ τοῦ ὅλου ἐπικρατέστερον τοῦ πνευματικοῦ νόμου εἰς τῆς ἀρετῆς ἄγοντος ἀγαθὰ, ὅσα τοῖς κατορθώσασι ἐλπίδος ἀπόκεινται· τοῦ δὲ σαρκικοῦ πρὸς τὰς ὑλώδεις ἡδονὰς τοὺς ἀνοήτους ἀνδραποδίζοντος. Ἀπλοῦς τοίνυν διαμένων ὁ νόμος τοῦ πνεύματος, ὅλην φωτίζει τὴν ψυχὴν πρὸς τὴν ἀγαθὴν ἄγων ἐνέργειαν. Περὶ τούτου τοῦ λύχνου φησὶν ὁ τῶν ἀποστόν πρόκριτος· « Ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύγχον φαίνοντι ἐν αὐχμηρῷ τόπῳ.

Ἀλλʼ εἰ δοκεῖ, ταῦτα τὰ νοήματα προβάντες ἄγια, εἰς τὰ τῶν ἁγίων Ἅγια εἰσέλθωμεν, αἰχμαλωτίσαντες τὸ νόημα εἰς Χριστὸν, κατὰ τὴν τοῦ Ἀπο-στόλου παραίνεσιν. Λύχνος γὰρ ἡμῶν καὶ ὀφθαλμὸς οὗτός ἐστιν ὁ Χριστός. Λύχνος γὰρ ἐτυμολογεῖται παρὰ τὸ λύειν τὸ νύχος, ἥγουν τὸ σκότος. Τίς δέ ἐστιν ἕτερος ὁ τῆς ἀμαρτίας λύσας τὴν ζόφωσιν, καὶ τὸ φῶς τῆς γνώσεως χαρισάμενος, ἀλλʼ ἢ αὐτὸς ὁ εἰπών· « Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου; » Αὐτὸς γάρ ἐστιν ὡς ἀληθῶς τὸ φῶς, ὅ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενονς εἰς τὸν κόσμον τῶν ἀρετῶν. Πῶς δὲ οὗτος ὀφθαλμός ἐστι καὶ λύχνος ἡμέτερος, ὁ λόγος δείξει σαφέστερον. Κεφαλὴ τοῦ τῆς Ἐκκλησίας πληρώματος αὐτός ἐστιν ὁ Χριστός· οὕτω γὰρ ὁ μέγας Παὺλος φησιν· « Ἡμεῖς δὲ σῶμο αὐτοῦ, καὶ μέλη ἐκ μέρους» κεφαλῆς δὲ τὸ κράτιστον αἰσθητήριον ὁ ὀφθαλμός. Ὥσπερ οὖν κεφαλή ἐστιν, οὕτω ἄρα καὶ ὀφθαλμὸς, ὑφʼ οὗ τὸ πᾶν σῶμα τῆς Ἐκκλησίας φωτίζεται. Λίαν δὲ παρεμφερὴς ὁ λύχνος τῆς τοῦ Λόγου σαρκώσεως. Κατὰ φύσιν γὰρ Θεὸς ὑπάρχων, καὶ σὰρξ κατ’ οἰκονομίαν γενόμενος, οἷα δὴ φῶς κατ’ οὐσίαν ἀπεριγράπτως τῷ τῆς σαρκὸς ὀστράκῳ καθάπερ λύχνῳ διὰ μέσης ψυχῆς ὡς διὰ θρυαλλίδος τὸ πῦρ ἑνωθὲν, τοῦ σκότους τῆς ἀγνοίας ὤφθη λυτήριον. Καὶ γοῦν καὶ ὁ Κύριος οὕτω φησίν· « Οὐδεὶς ἅψας λύχνον καλύπτει αὐτὸν σκεύει· » τουτέστιν, Οὐδεὶς ἐν ἑαυτῷ τὸν Λόγον κτησάμενος διὰ πίστεως, οἷα λύχνον δᾳδουχοῦντα τὸν νοῦν, καλύπτει αὐτὸν τῷ χοϊκῷ φρονήματι, ὡς ἀνενέργητον τοῦ τοιούτου λύχνου τὸ φῶς φαίνεσθαι· οὐ τῇ αὐτοῦ φύσει, ἀλλὰ τῇ ῥᾳθυμίᾳ τοῦ ἔχοντος. Τοῦτον τὸν λύχνον, φημὶ δὴ τὸν Κύριον, ὁ τοῦ προφήτου Ζαχαρίου προβλεπτικὸς ὀφθαλμὸς ὡς λαμπάδιον ἐθεάσατο· « Ἑώρα γὰρ, φησὶ, καὶ ἰδοὺ λυχνία χρυσῇ, καὶ λαμπάδιον ἐπάνω αὐτῆς· » διὰ μὲν τῆς λυχνίας τὴν Ἐκκλησίαν δηλῶν, διὰ δὲ τοῦ λαμπαδίου τὸν σαρκωθέντα δηλῶν Θεόν. Οὕτω γὰρ καὶ διὰ Ἡσαΐου φησὶν ὁ Θεὸς καὶ Πατήρ· « Ἐξελεύσεται ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. » Ἐπεὶ δὲ ἡ φύσις ἡμῶν τῶν ἐναντίων ἐστὶ δεκτικὴ, ἐὰν μὲν ἔχωμεν ἐν ἑαυτοῖς τὸν θεὸν Λόγον, ὡς λύχνον δᾳδουχοῦντα τὸ ἐν ἡμῖν νοερὸν, φωτιζόμεθα· εἰ δὲ ῥᾳθύμως βιοῦντες τὴν ἐναντίαν, καὶ ζοφώδη δύναμιν εἰσδεξώμεθα, τῇ ἐπιμιξίᾳ τοῦ ἄρχοντος τοῦ σκότους καὶ ἡμεῖς μελαινόμεθα, « ὡς σκηνώματα Κηδάρ· » κατὰ τὴν ἐν τῷ ᾌσματι νύμφην γινόμενοι, ἔχοντες τὸ αἶσχος ἐπείσακτον. Ἀλλʼ ὁρῶ τὸν βέλτιστον ἐκεῖνον διάκονον ὕπνῳ βαρούμενον· ἐφʼ ἱκανὰς γὰρ ὥρας ἐπιτηρήσας εἶδον ὡς κάτοχον κραδαινόμενον, καὶ τὸ βλέμμα χαῦνον τὴν ψυχὴν ὥσπερ ἀφιπταμένην, καὶ ζῶντος ἔτι τοῦ σώματος· θάτερον δὲ πῆχυν τῷ ὕπνῳ λυόμενον, καὶ μόλις ἄκροις δακτύλοις τῆς παρειᾶς ἐπιψαύοντα. Ἀλλὰ γὰρ καὶ τί πάσχεις, ὧ οὗτος, ἀκαίρῳ νυσταγμῷ βαρυνόμενος; Τί δὲ σαυτὸν αἰσχύεις ἐν τῷ καιρῷ τῆς ἀκροάσεως ὕπνῳ δουλαγωγούμενος, εἰ δὲ καὶ ποδοστρόφον μαινάδα ὀρχουμένην ἑώρας, ἤ κασσωρίδα μαχλῶσαν ἀσελγείας ᾄδουσαν ῥήματα ἄγρυπνον ἂν ἐτήρεις καὶ ὄψιν καὶ ἀκοήν. Νῦν δὲ τῶν θείων ἑρμηνευομένων φωνῶν ἡ τῆς ἀκηδίας μολυβδὶς ἐπιβαρύνει τὰ βλέφαρα. Ἔγρεο, τὴν ῥᾳθυμίαν ἐκτιναξάμενος· ἢ οὐκ ἀκήκοας ἐν ταῖς Πράξεσιν, ὡς ἐν τῇ Τρωάδι τοῦ Παύλου διδάσκοντος νεανίας τις Εὔτυχος νυστάξας, καὶ διὰ θυρίδος ἀπὸ τοῦ  τριστέγου πεσὼν ἀπέθανε: τοῦτο τῆς ἱστορίας διδασκούσης σε, ὡς ὁ μὴ νηφόντως προσέχων τῇ τῶν θείων λογίων διδασκαλίᾳ καταπίπτει τοῦ νοουμένου τριστέγου, διὰ τῆς θυρίδος καταβαλλόμενος νοεῖται δὲ θυρὶς μὲν ἡ αἴσθησις· οὕτω γὰρ Ἱερεμίας τὰς αἰσθήσεις ὠνόμασεν· « Ἀνέβη, λέγων, θάνατος διὰ τῶν θυρίδων αὐτῶν· » τριστέγη δὲ δόξα, καὶ νοῦς καὶ διάνοια. Ὁ γὰρ ἐν καιρῷ διδασκαλίας ῥέγχων ὑπὸ τῶν αἰσθητῶν  φαντασιῶν πεδούμενος, κατεπίπτει τῶν τῆς ψυχῆς κυριωτέρων δυνάμεων· Ὁ δὲ τούτων ἐκπίπτων ἐν τοῖς ζῶσιν οὐκ ἔστιν· ὕπνος γὰρ θαάτου κασίγνητος, ὡς δοκεῖ καὶ τοῖς ἔξωθεν. Διὸ, παρακαλῶ, ἐγρηγόρως καὶ νηφόντως τῇ διδασκαλίᾳ πρεσέχωμεν, ἵνα μὴ καὶ ὑμεῖς κατακριθῆτε ὡς ἄκαρποι, καὶ ἡμεῖς φανῶμεν τὸ καθαρώτατον τῆς Γραφῆς γάλα εἰς γῆν ματαίως ἀμέλγοντες, ἢ κωφοῖς τὸ τοῦ λόγου διαλεγόμενοι. Τὴν δὲ ἀκρόασιν τῇ πράξει ἐπισφραγίσατε· « Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ὥς φησιν ὁ Ἀπόστολος, ἀλλʼ οἱ ποιηταί.» Καὶ ὁ Κύριος,  « Μακάριοι, φησιν ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν. » Οὕτω ποιοῦντες, καὶ τὴν θείαν ἐντολὴν λύχνον ἔχοντες φωτίζουσαν τὸν βίον ἡμῶν, οὐκ ἄν ποτε σκολιοδρομήσομεν, οὐ δὲ καμπύλας ποιήσομεν τοῦ βίου τὰς τροπὰς, ἀλλʼ εὐθυδρομήσομεν πρὸς τὴν μακαρίαν ζωὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images