Πέμπτη, 21 Νοεμβρίου 2024

Ἀνδρέου Ἱεροσολυμίτου

(Λόγος ΙΗ΄)

«Ἐγκώμιον εἰς τόν ὅσιον Πατέρα ἡμῶν Νικόλαον, τόν τῆς ἐν Λυκίᾳ Μύρης»

(J.-P. Migne, Patrologia Graeca, t. 97, 1192Β-1204C)

 

Ἄνθρωπε τοῦ Θεοῦ καί πιστέ θεράπων, καί οἰκονόμε τοῦ Χριστοῦ Μυστηρίων, καί ἄνερ ἐπιθυμιῶν τῶν τοῦ πνεύματος, δέχου τόν παρ’ ἡμῶν σοι προσαγόμενον λόγον ὡς δῶρον, καί χάριν ἀντί χάριτος ἡγοῦ τῆς εἰς ἡμᾶς ἐπιδεδειγμένης σοι παραδόξου καί θερμῆς ἀντιλήψεως. Καλοῦμεν δέ σέ στῦλον καί ἑδραίωμα τῆς Ἐκκλησίας, «καί φωστῆρα ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντα». Πολλὰς γὰρ σοὶ κλεὶς ἡ ἀρετή πεποίηκε, καί  οὐδὲν σὲ τῶν καλῶν διέφυγε, ποιμένων ἄριστε, καί ἀρχιερέων πανεύφημε Νικόλαε. Πάσας γὰρ ὡς ἐν θησαυρῷ χρυσῷ τοὺς λίθους διαφανεῖς τῇ μακαρίᾳ σου ψυχὶ ὑπερτίμους τῶν ἀρετῶν ἐναπέθου, περιβόητος ἐντεῦθεν πᾶσι σχεδδν τοῖς ὑφ' ἡλίῳ γενόμενος. Οὐχ οὕτω γὰρ λύχνος ἐπὶ λυχνίᾳ τεθεὶς ὑψηλὴ καί διαχρύσῳ φωτίζει τὰ πέρατα, ὡς σύ γε πρῴην ἐπί τοῦ ἀρχιερατικοῦ Θρόνου, ὑπό Χριστοῦ τοῦ ἀληθινοῦ φωτός ἀνατεθείς, καθάπερ ἐν αὐχμηρψῷ τόπῳ τῷ ἀφεγγεῖ τοῦ κόσμου χωρίῳ, πάντας τοὺς ὑπό σοῦ ποιμαινομένους, πρός τό ἀνύκτερον φῶς δαδουχῶν, διαυγάζεις καὶ οἷον ἐκ τινος μετεώρου περιοπῆς, οὐ μόνον τοὺς ἐγγύς, ἀλλὰ καὶ τοὺς πόῤῥω διεστηκότας, τῷ ἀπλανεῖ τῆς ἐν πνεύματι γνώσεως, καταπυρσεύεις αὐγάσματι. Σὲ γὰρ ὑψηλόν ἀληθῶς ἡ ἀγγελικὴ πολιτεία πεποίηκε. Σὲ τό καθαρόν τε καὶ θεωρητικόν τῆς πρός τό θεῖον ἀληθοῦς ἀνακράσεως, τάς οὐρανίους ἁψῖδας ὑπερπτῆναι σχεδόν παρεσκεύασεν. Αὐτόθεν σοι δὴ καί τό πολυειδὲς τῶν ἀρετῶν, ᾧ τὰ τῆς πρακτικὴς φιλοσοφίας συνείλεκται, δίκην μελίσσης, ἐκπεριελόντι τῶν ἁγίων τοὺς βίους, κακειθενερανισαμενω τῶν ἀρετῶν ἀκροθίνια. Τίνα γὰρ τῶν ἀρετῶν τῶν ἁγίων οὐ παρεζὴλωσας, ὢ Πάτερ; Ἤ τίνος τῶν ὑπερλίαν οὐ κατ’ ἴχνος εὐώδησας, ἤ κρεῖττον εἰπεῖν, τίνι τῶν κατ' ἀρετὴν ζησάντων, ἀμιλληθείς, σὲ αὐτόν οὐ παρίσωσας; Ἄβελ ὁ δίκαιος, ἐπί τοῖς δώροις αὐτοῦ ἐπῃνέθη, αὐτός δέ, δικαιότατε Πάτερ, δῶρον ὅλον σὲ αὐτόν θεῷ τῷ ἀνενδεεῖ λογικὼς ἀνατέθεικας. Ἐνωχ ἤλπισεν ἐπὶ Κύριον,  αὐτός δὲ καὶ τῶν προσαποκειμένων ἐλπίδων ᾔδεις τάς ἀποδείξεις ἐναργεῖς. Ἔτι, Ἐνώχ εὐαρεστήσας τῷ θεῷ μετετέθη, αὐτός δὲ τό τῆς ψυχῆς φρόνημα ὅλον ἀπό γῆς εἰς οὐρανόν μεταστήσας, ὅλος ἐξέστης θεῷ, τὰ ῥέοντα τῶν μελλόντων ἀνταλλαξάμενος. Νῶε δίκαιος ὤν, ἐπὶ ταῖς θυσίαις εὐαπόδεκτος γέγονεν ἐπεί καὶ τῇ λάρνακι ξυλίνῃ, ζῴων ἄλογων γένη διέσωσε τοῦ κατακλυσμοῦ τὴν γῆν συγκαλύψαντος,  αὐτός δὲ θύματα καὶ ἱερεῖα λογικά, τάς μυστικὰς λατρείας προσφέρεις θεῷ, ἄλλην κιβωτόν δεικνὺς τὴν Χριστοῦ Ἐκκλησίαν, καθάπερ ζῶα πολυειδῆ τὰ τῆς αἱρέσεως διασῴζουσαν τῇ ὀρθοτομία τῶν λόγων σου. Ἀβραὰμ ἐν φιλοξενίᾳ καί φιλοθεΐα θαυμάζεται, καί ἅμα θῦμα δεκτόν ἀθύτως τόν ἐξ ἐπαγγελίας υἱόν προσάγων θεῷ, μακαρίζεται, αὐτός δέ, Χριστόν αὐτόν ξενάγεις ἐσθίων καθ’ ἡμέραν  [καί] πνευματικῆς μεταδιδοὺς τραπέζης τοὺς ἐντυγχάνοντας, καί θύῃ οὐ τόν ἀγαπητόν υἱόν, ἤ πρόβατον ἀντ’ αὐτοῦ συνεισφερόμενον, ἀλλ’ ὅλον σέ αὐτόν  τῷ Θεῷ προσάγων διαπαντός ὁλοκάρπωμα, καί τὴν «αὐτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων εὐαγγελικῶς προϊέμενος. Ἰσαὰκ δικαιοσύνη δοξάζεται * αὐτός δέ καθάπερ τις κανὼν δικαιοσύνης πανταχοῦ διατρέχων ἐν πνεύματι, σὺν παῤῥησία πολλῇ τοὺς ἀδικεῖν ἐθέλοντας ἐπέχεις, ὀνειρώττων καταφανῶς καί βασιλέας καθεύδοντας. Ἰακὼβ ἁπλότητι τρόπων, καί πολυπαιδίᾳ τέκνων ἀοίδιμος · ᾧ καί κλίμαξ  ἑώρατο εἰς οὐρανοὺς φθάνουσα, μυστηρίου μείζονος εἰκόνα προγρὰφουσα. Αὐτός δὲ γεννῶν πατριάρχας, καί ποιμένας, καί ποίμνια τῷ «ἀρχιποίμενι» Χριστῷ, παρ' οὐ καὶ τὴν ποίμνην ἐπιστεύθης, οὐχ ἔλιπας, ἀναβάσεις ἐν τῇ καρδίᾳ θέμενος, καί οἷον ἐκ βαθμοῦ εἰς βαθμόν, ὡς ἀπό δόξης εἰς δόξαν μεταποιούμενος · καί ἀπό γῆς εἰς οὐρανούς, θεωρητικῶς ἀναγόμενος. Ἰώβ ἐπὶ ἀκακία, καί περί τὰ δεινὰ καρτερίᾳ περιφανέστατος * αὐτός δὲ οὐχί καί τοῦτον ἠμελήθης παραζηλῶσαι, ταῖς προσβολὲς δὲ μὴ κατεσείσθης τῶν αἱρέσεων, ἀνεῖναι μᾶλλον προθέμενος τῷ πύργῳ προσρῆξαι τὰ κύματα, ἤ πού τι συληθῆναι τοῦ θησαυρίσματος. Ἰωσὴφ ἐπί σωφροσύνη καί σιτοδοσίᾳ περιβόητος *

Αὐτός δὲ ὅλον αὐτόν σωφροσύνης· εἰκόνισμα, καί σιτοδοσίας ἐμπόρευμα, τῇ ἐπαρχίᾳ Λυκίων, τῷ διδάσκαλείῳ  τῆς μελικράτου φωνῆς ἐχρημάτισας.

Μωϋσῆς ἐπί πραότητι καί λαοῦ νομοθεσίᾳ κηρύττεται, καὶ θεός Φαραώ, καί τοῦ Ἰσραὴλ δημαγωγὸς ἀναγράφεται * αὐτός δέ, πανόλβιε Πάτερ, πρᾶος μὲν τοῖς πᾶσι, φοβερός δὲ τοῖς ἁμαρτάνουσι, νομοθετῶν παντί τῷ λαῷ τῶν φαύλων ἀπέχεσθαι πράξεων, καί τάς τῶν παθῶν ἐπαναστάσεις, ὡς ἄλλην Φαραώνιον δύναμιν, ὑποβρύχιου τῷ πελάγει τῶν σῶν κατορθωμάτων ποιούμενος. Δαβίδ, γενναῖος, καί τόν ὑπερήφανον Γολιάθ, τῇ τοῦ πνεύματος πανοπλίᾳ χειρούμενος, ἰσχυρότατος καί αὐτός, τόν νοητὸν καί ψυχοτύραννον καθ' ἡμέραν τροπούμενος, καί τῆς λογικῆς

τοῦ Χριστοῦ ποίμνης τοὺς αἱρετικοὺς λύκους ἀποδιώκων, τοὺς ἅρπαγας, οὕτω τῷ καταλόγῳ τῶν δικαίων εὔσημον, καί τῶν προφητῶν, σεαυτὸν διὰ τῆς πρακτικὴς ἀρετῆς ἔνειρας, ὧ ἱερώτατε, καί τῶν μέν, τὴν παῤῥησίαν, τῶν δέ, τόν ζῆλον · τῶν δέ, τὸ πρᾶον * τῶν δέ, τό συμπαθὲς * τῶν δέ, τοῦ βίου τό ὑψηλόν περιεζήλωσας. Οὐ μόνον δὲ τούτων, ἀλλ’ καὶ Χριστοῦ μαθητῶν * οἷς ἡ χάρις καί ἡ ἀλήθεια τῶν νομικῶν σκιῶδες διαπετάσασα παριδέραιον, τῆς ἀληθοῦς, ἐν πνεύματι λατρείας ἀνακαλύπτει τρανῶς ἡμῖν τά μυστήρια. Ὧν αὐτός ἀκολούθως ὀπαδός δι’

ὅλου γενόμενος , ὀφθαλμὸς τῆς Ἐκκλησίας τῇ μερίμνῃ, καὶ σάλπιγξ ε/yηχος ἐχρημάτισας. Νῦν καὶ εἰπεῖν ἀληθῶς, τὸ γραφικὸν ἐκεῖνο ῥητόν ' «Μνήμη δικαίων [μετ᾿ ἐγκωμίων] Καὶ. «Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.  Καὶ μάλα εἰκότως. Ἐγκωμιαζομένου γάρ δικαίου, εὐφρανθήσονται λαοὶ πολλοί. Καὶ τίς ἂν ἐπαξίως ἀφίκοιτο τῶν σεμνῶν ἐγκωμίων, ἤ τῶν σῶν κατὰ τὸν βίον μεγαλουργημάτων, ἀνυμνῆσαι τὸ μίγεθος, πολυΰμνητε Πάτερ ; Εἰ τι γὰρ ἄν σε καὶ εἴπομεν, ἀποδέει πάντως τῆς ἀληθείας ὁ λόγος. Καὶ τί παρεικάζεσθαι θελήσαιμεν τοῖς σοῖς τά ἑτέρων κατορθώματα, ἀνάγκη πᾶσα κατόπιν ἐλθεῖν, τῶν πραγμάτων τὰ παραδείγματα. Τίνα σε τοίνυν εἴπομεν; Γεωργόν; Ἀλλ᾿ ἀληθεύσει πάντως

ὁ λόγος, θεωρητικῶς ἐκλαμβανόμενος. Πάσης γὰρ ὁμοῦ τῆς Λυκίων ἐπαρχίας, τὰ λογικὰ γεηπονήσας γεώργια, τῆς μὲν ἀπιστίας τὰς ἀκάνθας ἐξέτεμες τῆς εὐσεβείας δέ τὸν ζῶντα λόγον κατέσπειρας, καὶ οἷον ἀποθῆκαις σιτικοῖς, τοῖς ψυχικοῖς ταμιείοις πνευματικῶς ἐναπέθου τὸν ἄμητον. ᾿Αρχιτέκτονά σε εἴπομεν; Οὐ ψευσόμεθα βωμοὺς γὰρ εἰδώλων, καὶ δαιμόνων μυσαρῶν ἐφιδρύσματα καθεῖλες τῇ μηχανῇ τῶν δογμάτων σου  Χριστῷ κατὰ τόπον Ἐκκλησίας ἀνέστησας, τεμένη καὶ ναοὺς μαρτύρων δειμνάμενος ἱερούς καὶ σεβασμίους. Καὶ ὡς μὲν γεωργὸς, τάς νεοφύτους καὶ λογικάς ἀμπέλους καλλιεργῶν, εὐφόρους ἀπέδειξας  ὡς δὲ σοφὸς ἀρχιτέκτων Ἐκκλησίας, ἐπὶ τῷ θεμελίῳ τῆς πίστεως κατεστήριξας, τῇ ἀρχιτεκτονία τοῦ πνεύματος. Τί οὖν σε καλέσομεν; Στρατιώτην; Ναί. Καὶ γὰρ οἷόν τις ὁπλίτης στρατιάρχος, κατὰ τῶν ἀοράτων ἐχθρῶν ὁ στρατευσάμενος, « τήν παντευχίαν τοῦ λόγου περιέθου» περιζωσάμενος [τὴν ὀσφύν σου ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενος τὸν θώρακα-δικαιοσύνης. καὶ ὑποδυσάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Διὸ τῷ μέν κράνει τῆς [σωτηρίας] τάς προσβολἀς τῶν παθῶν ἀποκρουόμενος, πέτρας δίκην ἀτρέμας καὶ ἀκατάσειστος ἵστατο, πᾶσαν ἐναντίων ἀντιπλοκήν διορθούμενος. Ἀσπίδι δὲ, τῇ ἀσείστῳ κεχρημένος ἐλπίδι, καὶ τοὺς βάλλειν τολμῶντας ὑπαντιάζων, ἀντιτοξεύεις, εἶτα γενναίως ὑπερασπίζων, ἀντιπιριΐστασαι καὶ ἀντιβουκολεῖς τούς ἀντίτακτους τῆς ποίμνης σου καὶ οὕτω μετά τὸν συνασπισμὸν, τῇ πρακτικῆ δοξιᾷ συναπαιωρῶν τὸ τῆς πίστεως φάσγανον, τὴν ἔμψυχον Ἀρείου κατατομήν. τῇ συναιρέσει τοῦ Σασελλίου συναπέτεμες προθέλυμνον. Καὶ μὴν καὶ τοὺς συγχεῖν τολμῶντας ἤ διαιρεῖν, τοῦ ἑνός τῆς αὐτῆς μακαρίας καὶ σεβασμίου Τριάδος, Χριστοῦ τοῦ ἀληθινοῦ {Θεοῦ} τὴν οἰκονομικὴν ἐνανθρώπησιν καὶ τοὺς μήτ' αὑτήν ὀρθῶς ὑπειληφότας, ἤ τῆς καθ᾽ ἑκατέραν τῶν συνελθουσῶν ἐν αὐτῷ τῷ ἑνὶ Χριστῷ καὶ θεῷ, καθ᾿ ὑπόστασιν ἑνώσεως τῶν φύσεων, τόν ἑτεροφυᾶ λό-

γον, μὴ ὁμολογοῦντας ἀσύγχυτον καὶ παντελῶς ἀδιάσπαστον, ἔνυγες καὶ τῷ αὐτῷ σειρομάστῃ ξύλῳ τῷ κατά τόν Φινεὲς, συναιρεῖς τούς ὁποτέρως ἐκκλίνοντας, τὸν πάντων Θεὸν τοῖς πᾶσιν ἐξιλασκόμενος. Τίνα σε τοίνυν καλέσομεν; Ἄγγελον; ἀλλ' οὐ πολὺ τῆς τῶν ἀγγέλων ἀσαρκίας ἀφέστηκας, ἀσώματος ὄντως χρηματίσας ἐν σώματι, καὶ οἷόν τις αἰθέριος

ἄνθρωπος, ἤ ἐπίγειος τοῖς ὁρωμένοις ἄγγελος. Τί γὰρ ἀγγελικῆς διήνοχε πτήσεως, τῷ βασιλεῖ δι᾿ ὀνείρων ἐπιφανῆναι, καὶ φόνον τῇ ἑξῆς μελετῶντι

κατάπληξιν ἐμποιῆσαι, καὶ μεμηνόσαν δεξιάν πρός σφαγάς, ἀπλήγῳ μάστιγι σωφρονῆσαι, τῆς ὁρμῆς ἀλογήσασαν, καὶ ἄνδρας μηδέν ἠδικηκότας , ἀπροσδοκήτως παραστάς τοῦ θανάτου λυτρώσασθαι; Τί τούτου δικαιότερον ἐργάσασθαι τῷ ἀγγέλῳ τόν ᾿Αμβακούμ, ἀπό τῆς Σιὼν ἐπὶ Βαδυλώνα τὴν Μεδικήν διαπεράσαντι, τῷ Δανιήλ τό ἄριστον ἐν τῷ λάκκῳ  τῶν λεόντων ἐπικομίζοντα; Κυβερνήτην σε εἴπομεν; ἀλλὰ ἀληθεύσομεν τοὺς γάρ τὴν μεγάλην καὶ εὐρύχωρον διαπλέοντας θάλασσαν, τούς τέ κατά γῆν θαλαττεύοντας, τῷ οἴακι τῶν πρὸς τὸ θεῖον ἐντεύξεων, καὶ τῷ αὐχένι τῆς πίστεως διακυβερνῶν ἐμμελέστατα, τὴν μέν καταιγίδα, πρὸς αὔραν ' εἰς δὲ γαλήνην, τήν ζάλην, ταῖς ἀγρυπνίαις τῶν προσευχῶν ἐπιλοφίζων, πρὸς τῷ λιμένι τῆς ἀπαθείας τοὺς πίστει προσιόντας χειραγωγεῖς, ἱερώτατε. Καὶ τοῦτο δῆλον, ἐξ ὧν αὐτὸς ἑαυτὸν καταφανῶς, ἐπιβάτου δίκην, ποτέ τοῖς πλοτῆρσι παρέστησας. λιμοῦ τό τηνικαῦτα τήν σήν πιεζούσης μητρόπολιν. Οἶδε ταῦτα τῆς Ἀνδριακῆς ὁ λιμήν. Τούτῳ γάρ οὐκ ἔχοντας ἐκείνους μὲν παραπλεῦσαι, παρέπεισας, ἵνα πεινῶντα λαὸν διαθρέψῃς, καὶ λιμοῦ θυμὸν χαλινώσῃς, οἷον καὶ χρυσίνους τρεῖς, ὡς λόγος ἐκποδὼν γενόμενος, τῆς νηὸς καταλέλυκας ' καὶ λαθεῖν εἰς τέλος οὐκ ἦν τὸν τοῦ ἔθνους τῶν Λυκίων μεριμνητὴν καὶ ὑπέρμαχον, ἀγγελικέ τὸν τρόπον καὶ τὸ ἔργον Νικόλαε. Ὅτι γὰρ ἐν σαρκὶ περιὼν, καὶ πρὶν εἰς Χριστὸν ἀναλῦσαί σε. πολυτρόπως ἐπιφοιτᾷς τοῖς θλιβομένοις, καὶ βοηθεῖς μέν , τοῖς ἐν ἀνάγκαις, ὡς τάχιστα, ἐξαίρεις δὲ καὶ μιαιφόνου σφαγῆς τοὺς ἐμπίπτοντας, τί ἂν ἄλλο σε παραδείκνυσιν, ἢ ἀγγελικὴν ἀσαρκίαν ἐνειλημμένον, καὶ ταύτῃ ῥᾷον τάς

τεραστείας ἐργαζόμενον; ᾿Αλλά τίς σου τὸ μακρόθυμον μή θαυμάσειε ; Τίς τὸ μειλίχιον σὺν τούτοις καὶ τὸ πρᾷον μὴ ἐκπλαγῇ; τίς τὸ εἰρηνικὸν καὶ ἱκέσιον; ᾿Επεὶ γάρ, ὥς φασιν, ἐπισκεπτόμενός ποτε τά κλήματα τῆς ἀληθινῆς ἀμπέλου, πρὸς τὸν ἐν μακαρία τῇ μνήμῃ Θεόγνιον συναντήσας, τόν ποτε τῆς Μαρκιανιστῶν Ἐκκλησίας ἐπίσκοπον, διαλέξεως γραφικῆς προελθούσης διηλέγξας, μέχρις ὅτου τὸν ἄνδρα ἐπιστρέψας πρὸς τὸ δοκοῦν ἐπανήγαγες. Ἴσως τε δὴ παροξυσμοῦ τινος ἐλαχίστου παρεμπεσόντος εἰς μέσον,  ὑψηλῇ τε φωνῇ τὸ ἀποστολικὸν ἐκεῖνο μειλίχιον ἐπιφθεγξάμενος ρῆμα “ Δεῦρο, εἶπας, πρὸς καταλλαγὴν, ἀδελφέ, πρὶν ἢ τὸν ἥλιον δῦναι ἐπὶ τῷ παροργισμῷ ἡμῶν.» ᾿Αλλά, Πάτερ πατέρων ἀξιάγαστε λαμπτὴρ οἰκουμένης, Ἐκκλησίας ἑδραίωμα, στήριγμα πιστῶν καὶ ἀσφάλεια, ταχίστα τῶν ἀδικουμένων ἀντίληψις, νῦν ποιμαίνεις μᾶλλον ἡμᾶς, καὶ παραθάλπεις σφοδρότερον καθαρῶς προσεδρεύων Θεῷ, τῇ τελείᾳ καὶ προσκυνητῇ Τριάδι. Περὶ ἥν, νοητῶς ταῖς ἀγγελικαῖς συμπεριχορεύων τάξεσιν, ἄνωθεν ἡμᾶς ἑποπτεύεις, ᾦ θεία καὶ ἱερά κεφαλὴ, ἀποστολικὴ τε χαρίσμασι, καὶ τοὺς μὲν ἐπιστηρίζων, τοὺς δὲ, καθοπλίζων ἡμᾶς, μὴ κατοκνήσῃς, ὦ Πάτερ ὑποφήτα τοῦ λόγου, καὶ τῶν ἀῤῥήτων ὑφηγητά διδάσκαλε. Τὸν δέ γε ὁμότροπον καὶ διάδοχον τῆς ἱερᾶς σου ἀναστροφῆς “ τὸν μακρῷ μέν χρόνῳ μετά σέ, τῇ δὲ πολιᾷ εὐθύς  τοὺς δὲ υἱοὺς αὐτοῦ, σούς δὲ ἐγγόνους. ἀνδροῦ τε καὶ λόγῳ ἀληθεῖ περικράτυνον, καὶ τούτου, ᾧ ἑνί μάλιστα πατρῴοις σπλάγχνοις περιεχόμενος, τοὺς προσβαλεῖν τῇ λογικῇ ποίμνῃ τολμῶντας, ἀποδιώκῃς, τοῖς πνευματικοῖς σου ἀκοντίοις τῶν λόγων σου ' ὡς ἀναπτόητον διασώσῃ τὸ μικρόν σου ποίμνιον, ὅπερ αὐτὸς ἔθρεφας, ἱερεῖς τε ἱερατικοὺς, καὶ τὸν φιλόχριστον λαὸν, τοῖς ζῶσί τε καὶ ἀψευδέσι τῆς εὑσεδείας δόγμασι, καὶ τῇ τῶν τεραστείων μεγαλειότητι ἐπιῤῥωννύμενον, μὴ ἀποκάμῃς, θεόπνευστε, καὶ τοσοῦτον ὅσον μᾶλλον ἄρτι καθαρώτερον ἐγγίζεις Θεῷ, κἀντεῦθεν πλέον τῇ λαμπηδόνι καταστραπτόμενος τῶν φωτιστικῶν ἀντιλήψεων, φανερώτερον τε καί ἐκτυπώτερον, τῆς αὐγηέσσης πρός Θεόν παῤῥησίας ἀντέχῃ τήν ἔλλαμψιν. Μακαρίζω δέ, πόλις Μύρα τῶν Λυκίων μητρόπολις, οἵου ποιμένος φιλοτέκνου, καί προστάτου τετύχηκας, οἷον ἐπί κεφαλῆς ἐδέξω τόν στέφανον αἰδέσιμον ὄντα καί γῆρας καυχήσεσι. Τίνα τοῦτον ; Νικόλαον, τόν πάνυ θείαις εὐφροσύναις , ταῖς ἐν ἀνάγκαις καταφανῶς ὀπτανόμενον, τόν συντομώματον ὑπὲρ τῶν ἀδικούμενων ἐπίκουρον * τό τῶν Ἱερέων ἱερώτατον ἄγαλμα, τόν μέγαν ἐν θαύμασι, καί φοβερόν ἐν τοῖς τέρασι · τόν τοὺς ἀνεύθυνους τῶν κινδύνων ῥυόμενον, καί ὀνείροις τοὺς ἀδικεῖν θέλοντας σωφρονίζοντα. Μακαρία τοίνυν ὑπάρχεις ἐν πόλεσι τοιοῦτον θρεψαμένη πολιοῦχον, καί θώκοις τοῖς σοῖς ἐνιδρύσασα. Οὗ ἐπὶ μὲν τῷ φωτί πορευσόμεθα, καί ἐν τῇ σκιᾷ αὐτοῦ ζήσωμεν, ἀναπαυόμενοι,  φησί που τό ἱερόν Λόγιον. Ἔχεις σὺν τουτῳ καί τοὺς εὐσεβείας γενομένους ἀγωνιστάς, Κρήσκεντα λέγω, καί Διοσκορίδην, καὶ

Νικοκλέα, τοὺς τρεῖς τῆς Τριάδος ἱεροφεγγεῖς καὶ ὁμόφρονας, οὕς ἡ αὕτη Τριάς, τοῖς ἀξιονίκοις τῆς βασιλείας τετίμηκεν ἄθλοις. Ἐναρμονίως οὖν

συνάψασα τούτοις, τὴν συναοίδημον ἐπαξίως συνεστεφάνωσε κεφαλὴν · τοῦτο μέν, ὡς τόν ἴσον αὐτοῖς αἰώνα, τῇ κατὰ προαίρεσιν διαθέσει γενναίως ἐπιδειξάμενον * τοῦτο δέ, καί ὡς ἤδη πάλιν τοῖς ἑαυτοῦ πόνοις τοὺς μάρτυρας · καί ζήλῳ τῷ πρός αὐτοὺς ἄρτι τόν ἐκεῖνοις ἐμπρέποντα, συναναπλεκόμενον στέφανον.

Ἀλλὰ δεῦρο πάντες ὁμοῦ σήμερον, ᾦ ἱερώτατον καί πιστῶν ἀκροατήριον, ἐπί τόνδε τόν ναόν καταντήσαντες. Ἑορτήν ἑορτάσωμεν ἱερόν καί πανέορτον, τὴν ἀξιεπαινεστάτην τοῦ θεοφόρου Πατρός ἡμῶν ἐπιτελούμενοι ἀνάμνησιν. Ποίου μὲν δὲ τοῦτο, πάσῃ μὲν κοσμικὴ πομπή τε καί πανηγύρει, καί ἀπατηλοῖς καλλωπίσμασι μακρὰν χαῖρε ἀφέμενοι ὅσα τὲ τῆς Ἑλληνικῆς ἀγχινοίας τὴν κακοδαίμονα πλάνην ἐπιμορφάζεται, καὶ ὅσα τῆς κάτω συγχύσεως, καί τῆς ἐπίπλαστου σαρκίνοις ἐξήρθη παίγνια. Παίγνια γὰρ καί γέλωτος ἄξια, ὧν οὐδὲν ἀθλιώτερον. Ῥόδων δὲ χάλυξι καί μύροις εὐώδεσι, τοῖς αὐτοῦ ἀλλήλοις ἔργοις ῥοδήσαντες, πνευματικοὺς ᾀσμάτων ἄνθισι τὸν ὅσιον στεφανώσωμεν. Τοιούτοις θεραπεύεσθαι μύροις φιλεῖ ὁ ἡμέτερος ἱεροπάτωρ Νικόλαος. Τοιαύταις ἑορτάς καί πανηγύρεσι σπένδεται πλέον, ἡ τοῖς πομπικοῖς πόμποις, οἷς οἱ δημοτελεῖς τῶν Ἑλλήνων κακοδαίμονες τιμώμενοι γάννυνται. Καί ἡ τρισσὴ τῶν γενναιότατων ἀθλητῶν ὁμοφροσύνη καί σύμπνοια, οἷς συναγελάζη, Νικόλαε, ταῖς ἄνω συναυλίαις, οἷς συνεκλάμπεις, μεθ’ ὧν χορεύεις ἐν πνεύματι, Θεόν ὅσον ἐφικτόν ὁρῶν καὶ ὁρώμενος, σαῖς περί αὐτοῦ ἀγλαΐζει λαμπρότησι. Τούτων τοιγαροῦν ταῖς πρός τό θεῖον ἐντεύξεσι, καὶ ταῖς σαῖς, ὦ Πάτερ, θεοδέκτοις δεήσεσιν, αἱρετικῆς ἁπάσης καὶ δαιμονικῆς ἐπιφρίξεως μαστίγων τε νοσοποιών, καί τῶν ἐν μέσῳ πάντων, καί οἷς ἀδοκήτως ἡμᾶς

περιπλέκονται ἄνθρωποι, Καί πάντων ὁμοῦ τῶν κινδύνων ῥυσθείημεν ἅπαντες  χάριτι καί οἰκτιρμοῖς καί φιλανθρωπία τοῦ ἐξαγοράσαντος ἡμᾶς, τῷ τιμίῳ τῆς ζωοδώρου πλευρᾶς αὐτοῦ,  αἷματι, καὶ τῆς ἐν πλάνῃ βασιλείας ἡμᾶς ἀπαλλάξαντος, Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν,  μεθ' οὗ πρέπει πᾶσα τιμή, καί δόξα, κράτος καὶ μεγαλοπρέπεια, τῷ Πατρί, καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images