Πέμπτη, 12 Δεκεμβρίου 2024

Θεοφάνους Κεραμέως

Ὁμιλία Β΄

Κυριακή ΙA΄  Ματθαίου

Περί τῆς παραβολῆς τῶν μυρίων ταλάντων

(J.-P. Migne, Patrologia Graeca t. 132, 162B-174Β)

 

     Οἱ παιδοτρίβαι, καί τῶν νέων διδάσκαλοι, τότε πρός ἐπίδοσιν τῶν μαθημάτων ἴεσθαι τεκμαίρονται τὰ μειράκια, ὅταν ἑκόντα πρός τό διδασκαλεῖον θαμίζωσι, μήτε τὴν ἀπειλήν τῶν μυσταγωγῶν, μήτε τὰς μάστιγας τῶν παιδαγωγῶν ἀναμένοντα, ἀλλ' ἐδελεχῆ, καὶ μετ' ἐπείξεως ποιοῦντα τὴν τῶν μαθημάτων ἀνάληψιν. Οὕτως ἐγώ τὴν κατὰ Θεόν ὑμῶν προκοπὴν τεκμαίρομαι, φίλον ἀκροατὴριον, ὅτι μὲ καί ἀπειρηκότα πολλάκις πρός τοὺς πόνους τοῦ σώματος, διανιστᾷ πρός τὴν διδασκαλίαν, τό ὑμέτερον πρόθυμον. Φέρε  οὖν τῆς ἀναγνωσθείσης σήμερον θείας παραβολῆς τῶν προπυλαίων ἐπιτυγχᾶνειν ἀρξώμεθα. Πρόκειται γὰρ ἡμῖν εἰς ἐξήγησιν ἡ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐναργεσταάτη ἀπόδειξις. Καί προτίθησιν ἡμῖν ἡ τοῦ θεοῦ σοφία διδασκαλίας κρατήρα τῷ οἴνῳ τῆς θεωρίας, τό τῆς παραβολῆς ὕδωρ κεράσασα ἵνα μήτε μὸνῳ τῷ πλάσματι προσέχοντες οὐδὲν τί κερδάνωμεν, μήτε γυμνὴ τῇ θεωρία ὡς ἀκράτῳ οἲνῳ τόν νοῦν μεθυσκώμεθα· ἀλλά τὶς ὁ τῆς παραβολῆς λόγος, ἄκουσωμεν. Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ζητητέον ἡμῖν τί δήποτε βουλόμενος ὁ Σωτὴρ οὐκ ἀπαρακάλυπτον τίθησι τῆς διδασκαλίας τό βούλημα, ἀλλά παραβολικῶς τὰ πολλὰ διαλέγεται. Προσήκει τοῖνυν νοεῖν, ὡς τοῖς Ἱεροῖς φοιτηταῖς φανερῶς διαλέγεται σπανίως τῷ παραβολικῷ εἴδει χρώμενος. Ἐπεί δὲ καί σκαιοὶ τινες συνηγείροντο, ἤκιστα μὲν ὠφεληθησόμενοι, τῶν δὲ λεγομένων ἐπιληψόμενοι ἐκ πολλῆς ἄγαν ἀποπληξίας εἰωθότες φιλοψογεῖν, πανσόφως τῆς διδασκαλίας τό βούλημα εἰς τό τῆς παραβολῆς κρύπτει περίβλημα, ὅπως οἱ μὲν ἐχέφρονες διὰ τοῦ φαινομένου χειραγωγούμενοι, εἰσαχθῶσι πρός τὰ νοούμενα, οἱ δὲ φθονεροί, καὶ βαρυζηλοί, βλέποντες οὐ βλέψωσι, καί ἀκούοντες οὐ συνήσωσι· περί τούτων γὰρ ὁ Ἡσαΐας ταῦτα θεσπιῳδεῖ. Καθ’ ἕτερον δὲ λόγον, ἐπειδὴ πρός εἰσαγωγικοὺς ἐποιεῖτο τοὺς λόγους, καί παχεῖς τὴν διάνοιαν, τούτοις δὲ μᾶλλον ἁρμόδιον ἡ ἐν εἴδει διηγήματος ἐσχηματισμένη διδασκαλία, ὥσπερ οἱ μύθοι τοῖς μειρακίοις ἁρμόδιοι, διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς διαλέγεται, μάλα γλυκέως τοῦτο ποιῶν. Καὶ γὰρ τῶν ἀνθέων τὰ κάλλιστα ὡραίοις ἔξωθεν φύλλοις περιχλαινίζεται. Ἄλλως τε καί προσεκτικωτέρους ἡμᾶς διὰ τούτων ποιεῖ πρός τὴν τῶν Γραφῶν κατανόησιν προτρεπόμενος μὴ πάντῃ προσέχειν τῷ γράμματι, ἀλλά καὶ τὰ τῆς παλαιᾶς αἰνίγματα εἰς πνευματικὰ μετάγει νοήματα. Τάχα δὲ καί προφητείαν ἀποκληροῖ ψαλμικῇ φόρμιγγι ἀσθεῖσαν περί αὐτοῦ ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ · « Ἀνοίξω ἐν παραβολαῖς τό στόμα μου· φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς.» Προτρέπεται δὲ πού καί Σολομῶν νοεῖν «Παραβοήν, καὶ σκοτεινὸν λόγον, ζήσεις τε σοφῶν, καὶ αἰνίγματα,

     Τούτων οὕτω διακριθέντων ἡμῖν, φέρε πάλιν τῆς λέξεως ἐπιμνησθησόμεθα.  Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρὼπῳ βασιλεῖ, ὅς ἠθέλησε συνάραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν.» Ἡ τῆς παραβολῆς ταύτης ἀρχή τὰς ἐπί Χριστοῦ δύο φύσεις ἐμφαίνει κρυφιωδέστερον. Βασιλεία γὰρ οὐρανῶν, καὶ ἄνθρωπος βασιλεὺς αὐτὸς ἐστιν ὁ ταῦτα λαλῶν Ἰησοῦς· ὅς βασιλεὺς ὤν τῶν οὐρανῶν, καὶ ὡς Θεός πρό πάντων αἰώνων ἔμφυτον ἔχων τό βασιλεύειν, ὡς ἄνθρωπος χρίεται παρά τοῦ Πατρός βασιλεύς, καὶ ὁμοιοῦται ἡμῖν τρόπῳ συγκαταβάσεως, καί συναίρει λόγον μετὰ τῶν δούλων ὁ Δεσπότης, καί δικαιολογεῖται, καί κρίνεται μεθ' ἡμῶν· οὐκ αὐθεντικῇ ἐξουσίᾳ ποιῶν τό δοκοῦν, ἀλλά φιλάνθρωπος ὤν, καὶ δίκαιος, ἀμφότερα δείκνυσι· τήν μέν φιλανθρωπίαν ἐν τῷ παρόντι καιρῷ δεικνύμενος, τό δε δίκαιον ἐν τῷ μέλλοντι.

Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσήχθη αὐτῷ δοῦλος ὀφειλέτης μυρίων ταλάντων.» Τάχα πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τοσούτου χρέους ἐστίν ὑπόδικος.

      Πολλῶν γὰρ ἀπολαύοντες ἐκ Θεοῦ εὐεργεσιῶν, ἀντέκτισίν τινα ὀφείλομεν τὴν τῶν ἐντολῶν φυλακήν. Ὁ τοίνυν ὀλιγώρως περί ταύτας διατεθεῖς, καὶ μηδὲν ἐργασάμενος, οὗτός ἐστι μυρίων ταλάντων ὑπόχρεος. Διὰ γὰρ τοῦ ἀριθμοῦ τούτου, καί σταθμοῦ ὑπογράφει τῷ λόγω τόν ἐν πάσῃ κακίᾳ ὑπόδικον. Ἐπειδὴ γὰρ πᾶς ἀριθμός ἢ διωρισμένος ἐστίν, ἢ συνεχής, μεθ’ ὑπερβολῆς ἀμφότερα τίθησιν. Οὐ γὰρ ἔστιν ἀριθμός οὔτε κατὰ τό διωρισμένον ὑπερβαίνων τὰ μυρία, οὔτε κατὰ τό συνεχὲς ὑπερβαίνων τό τάλαντον. Πάνυ δὲ ἁρμοδίως τὴν ἁμαρτίαν τῷ σταθμῷ τοῦ ταλάντου ἐδήλωσε. Καί γὰρ ἡ κακία, ὥς φησὶ τις τῶν προφητῶν, βαρὺ τί ἐστι καί κατωφεέες, ἐπὶ τάλαντον μολίβδου καθεζομένη. Ἄθρει δὴ φοβερόν λογοθέσιον. Ὁ μὲν βασιλεὺς κάθηται φοβερός, καὶ τῶν οἰκονομηθέντων παρ' ἑκάστου τὴν γνῶσιν ἐπιζητεῖ. Ὁ δὲ κατάχρεος δοῦλος  εἰστήκει κατεπτηχῶς· μὴ ἔχοντος δὲ τοσαύτην ἐκτίσαι ὀφειλήν, παραθῆναι προστάττει ὁ βασιλεὺς αὐτόν, καί τὴν ὁμόζυγον, καί τὰ φίλτατα. Ἐνταῦθα καλῶς ἔχειν μοι δοκεῖ τὴν διάνοιαν ταύτην μὴ παραδραμεῖν ἀθεώρητον· δοκεῖ γὰρ ὁ λόγος τῆς Θεοπρεποῦς ἐννοίας ἀνοίκειος. Ἀδικεῖ ὁ οἰκέτης, καὶ ἀντί τούτου πιπράσκονται τὰ ἀρτιγενῆ τούτου νήπια, οἷς διὰ τό τῆς ἡλικίας ἀτελές, οὐδεμία τις ἐστι καλοῦ τε καὶ μὴ τοιούτου διάκρισις. Kαί τὰ μὴ ἁμαρτήσαντα τοῦ πατρικοῦ χρέους ἐκτιννύουσι δίκην· ποῦ τό δίκαιο; πού τό εὐσεβές ; ποῦ τό ὅσιον, ποῦ Ἰεζεκιήλ ὁ βοῶν, ὅτι Ψυχή ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καί οὐ λήψεται τὴν τοῦ πατρός ἁμαρτίαν ὁ ἐξ ἐκείνου γενόμενο;» Στοχαζώμεθα τοίνυν, ὡς διὰ τούτων δόγμα τῶν ὑψηλότερων διδάσκει τό Εὐαγγέλιον. Βδελυρόν γὰρ βίον μετιόντων τινῶν, καί κατεστυγημένων Θεῷ ἐπάγονται οἷά τινες μάστιγες νόσοι τῶν φιλτάτων, καί θάνατοι, οὐκ ἀπρονοήτως, οὐδὲ μὴν ἄκριτί· ἀλλ' ἐπειδὴ ἔμέλλον καὶ παῖδες ζηλώσαι, τὴν τῶν πατέρων φαυλότητα, αὐτοὶ τε διά νόσων, ἤ θανάτων τῆς κακίας ἀναχαιτίζονται. Καί ἡ τῶν τεκόντων σκληρότης καταμαλάσσεται. Πλὴν ἀλλά τό κελεῦσαι πανοικί τόν οἰκέτην πραθῆναι φόβητρον ἥν ἕλκον τόν ὑπόχρεων εἰς δάκρυα, καί παράκλησιν εἰ γὰρ διενοήθη πιπρᾶσαι αὐτόν, καὶ ἀπέδοτο ἄν, ἀλλ’ οὐ βούλεται τόν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλά ζητεῖ τὴν ἐπιστροφήν, καὶ ἐκδέχεται τὴν μετάνοιαν. Καὶ τείνει μὲν τό τόξον τῆς ἀπειλῆς, ἐπέχει δὲ τό βέλος τῆς τιμωρίας τοῖς μὴ ἀνήκεστα πταίουσι· πιπρὰσκει δὲ τόν ἀπεγνωσμένον, καί ἀδιόρθωτον· ἡ γάρ τοι λεγομένῃ τοῦ οἰκέτου μετὰ τῶν αὐτοῦ ἀπεμπώλησις τῶν πολλῶν ἀγαθῶν σημαίνει τὴν στέρησιν, καὶ τὴν ἀπό Θεοῦ ἀλλοτρίωσιν.

      Πεσών οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων Μακροθύμησον ἐπ' ἐμοί, καί πάντα σοὶ ἀποδώσω.» Τί οὖν ὁ οἰκέτης; Ἀντί τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προβάλλεται μακροθυμῆσαι τόν δεσπότην ἀντιβολῶν. Ὁ δὲ ὁμοῦ τε οἶδε τόν οἰκέτην προσπίπτοντα, καὶ τοὺς ὀφθαλμοὺς τοῖς δάκρυσι τέγγοντα, καὶ τὴν ἵλεων φύσιν ἐνδείκνυται. Οὐχ ὅσον ὁ ὑπόχρεως ἐζήτησε παρασχών, ἀλλ' ὅσον ἐχώρει τό ἐκείνου φιλάνθρωπον. Ἅπαν γὰρ τό χρέος τῷ ὑπευθύνῳ χαρίζεται, αὐτὸς τε δεικνὺς τῆς οἰκείας φιλανθρωπίας τό ἄπειρον πέλαγος· καί τόν οἰκέτην διδάσκων, δι’ ὧν συνεχωρήθη τοῖς πταίουσι συγχωρεῖν · τοιοῦτον ἔχομεν ἀγαθόν Δεσπότην· οὕτως αὐτόν ἐπικλᾷν οἶδεν ἱκετηρία, καί δάκρυον · οὕτω τῷ μετανοοῦντι φιλότιμος γίνεται, ὡς τῇ δωρεᾷ ὑπερβαίνειν τὴν αἴτησιν. Ὁ Μανασσῆς τοσούτοις πεφορτισμένος ἐγκλήμασι, μόλις περισταθείς ἄνεσιν μόνην ᾔτησεν ἐκ Θεοῦ. Ἄνες μοί, Κύριε, λέγων, ἄνες μοὶ· καί συγχώρησιν εἰλήφει, καί τῶν ἐχθρῶν ἐῤῥύσθη, καί τῆς βασιλείας αὖθις γέγονεν ἐγκρατής. Ὁ δε φορολόγος ἐκεῖνος τελώνης ἱλασμόν αἰτήσας, δικαιοσύνης ἐπέτυχεν, ὁ νυκτιλόχος ληστὴς ἀνασκολοπισθείς, καί ἤδη πνέων τὰ ἔσχατα, μνήμην μόνην ζητήσας, ὅλον εἰλήφει παράδεισον. Καί νεανίᾳ πατρικῆς ἑστίας ἀποσκιρτήσαντι, καί πρός τόν χοιρώδη βίον αὐτομολήσαντι ἐν μέρει μισθωτῶν ἀξιοῦντι τετάχθαι, χαρίζεται τὴν πρώτην εὐγένειαν, καὶ ὁ παρὼν οἰκέτης μακροθυμίαν μόνην ᾐτήκει, καὶ παντός του χρέους δέχεται τὴν συγχώρησιν. Ὁρᾷς οἰκτίρμων ἄπειρον πέλαγος · τις οὕτω νωθέστατος, καὶ πέρα τοῦ δέοντος, ὡς μὴ πρός τοιοῦτον Δεσπότην δραμεῖν κραιπνοῖς, ὅ λέγεται, τοῖς ποσί, κἄν μυρίαις κηλίσιν ἁμαρτιῶν καταστίζοιτο, κἄν πολλοῖς ταλάντοις ἁμαρτιῶν βαρύνοιτο; Θαρσεῖτε, ὅσοι κατ’ ἐμέ ῥάθυμον ζωὴν ἐβιώσατε. Μόνον μὴ τόν ἀχάριστον τοῦτον δραπέτην ζηλώσωμεν, ὅς τυχών τοσούτου χρέους ἀφέσεως ἐν ἰδίαις ἀφραδίαις τὴν χάριν ἀπώλεσεν. Ἐξελθών ὁ δοῦλος εὕρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὅς ὤφειλεν αὐτῷ ἑκατόν δηνάρια· καί  κριτήσας αὐτόν ἔπνιγε λέγων. «Ἀπόδος μοι εἰ τί ὀφείλεις.» Δέον παρασχεῖν τῷ ὁμοδοὺλῳ μερικῆς χάριτος, ἧς ἐκεῖνος εἰς κόρον ἀπήλαυσε, δέον εὐγνώμονα γενέσθαι πρός τόν ὁμόδουλον, ἢ ὁμότυχον · ὁ δέ, κατὰ τό λεγόμενον, ἅμ’ ἠλέηται, καὶ τέθνηκεν ἡ χάρις· κατ’ αὐτὴν γὰρ τὴν ὥραν ὁ δείλαιος τόν αὐτόν ἦγχεν ὑπόχρεων οὐδεμίαν ἄνεσιν παρεχόμενος, καίτοι καὶ ὁ συνδοῦλος τοῖς αὐτοῖς ἐχρήσατο λόγοις, οἷς αὐτός πρός τόν βασιλέα ἐχρήσατο · ἀλλ' οὐ τῆς ἴσης ἐκείνῳ τετύχηκε χάριτος, ἐπειδὴ οὐχ ὁμοίων ἀμφότεροι δανειστῶν. Καλῶς δὲ ὁ λόγος προσέθηκε καὶ τό Ἐξελθών, ἐμφαίνων, ὡς ἐξῆλθεν ἀπό δικαίου καί πρέποντος. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν, καί ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν τὰ γενόμενα.» Μυσάττονται τοῦτον τῆς ἀγριότητος οἱ μισοπόνηροι σύνδουλοι. Ἀγγέλους δὲ τούτους προσήκει νοεῖν συνδούλους κατὰ τόν τῆς δημιουργίας λόγον ὑπάρχοντας, καὶ τῶν πράξεων ἡμῶν τηρητάς. Ὥσπερ δὲ χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνί ἁμαρτωλῷ μετανοοῦντι, οὕτως ἐκ τοῦ ἐναντίου λυπεῖσθαι λέγεται σφόδρα τὰ καθαρώτατα πνεύματα ἐφ' ἡμῖν ἁμαρτάνουσι. Καί δὴ καὶ τῷ δεσπότη τήν τοῦ ἀμνήμονος ὠμότητα μεμηνύκασιν, οὐχ ὡς ἀγνοοῦντι, ἀλλά δικαίαν ἐπιδεικνύμενοι ἀγανάκτησιν κατά τοῦ μὴ τηρήσαντος πρός τόν ὁμόφυλον τό φιλάλληλον.

     Τότε προσκαλέσαμενος αὐτόν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοί, ἐπεί παρεκάλεσας μὲ · οὐκ ἔδει καί σὲ ἐλεῆσαι τόν σύνδουλόν σου ὡς κἀγω σὲ ἐλέησα; ». Σκόπει μοὶ ἐνταῦθα τοῦ βασιλέως φιλανθρωπίας δικαιοσύνην ἰσόῤῥοπον. Καί ταύτην οὐκ ἀκριτί, ἀλλ’ ἀγαγών ἐπί βήματος τόν μαστιγίαν, καὶ τοῦτον ἐλέγξας, καὶ ἀναπολόγητον δεδειχώς, καί δικαιωθείς ἐν τοῖς λόγοις αὐτοῦ, καὶ νικήσας ἐν τῷ κρίνεσθαι, ᾗ φησιν ὁ Δαβίδ, ἐπιφέρει τὴν δικαίαν ἀπόφασιν.

     Ἵνα γὰρ μὴ τις εἶναι νομίζοιτο σκληρός, ἢ βαρύμηνις δίκαιος δὲ μᾶλλον κριτής, καὶ τὰ τοῦ ἑκάστου πταίσματα ταλαντεύων ὀρθῶς, ἀπογυμνῶν τὴν κακίαν, παρατίθησι τὰ ἐγκλήματα, καί κρίνεται μεθ' ἡμῶν. Οὕτω καί μετὰ Ἰουδαίων δικαιολογεῖται, καί κρίνεται, ποτὲ μὲν διὰ Ἡσαΐου εἰπών «Καί νῦν, οἱ ἐνοικοῦντες Ἱερουσαλήμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνετε ἐν ἐμοί, καί ἀναμέσον τοῦ ἀμπελῶνός μου·» ποτὲ δὲ διὰ Μιχαίου· <Λαός μου, τί ἐποίησα σοί, ἢ τί ἐλυπησα σε, ἢ τί παρηνώχλησα; «Ἀλλ’ ὁ γε φρονῶν ὀρθῶς ψάλλει μετὰ τοῦ Δαβίδ · «Μή εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.> Περιέσται γὰρ πάντως ὁ πάντα εἰδώς · καί καυχήσεται οὐδεὶς ἔχων τὴν καρδίαν ἁγνήν. Ἀλλα τὶς ἡ τοῦ δεσπότου πρός τόν οἰκέτην δικαιολογία, ἀκούσωμεν· «Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκα σοί, ἐπεί παρεκάλεσάς με. Οὐδὲν προσενήνοχας τοῦ χρέους ἀντάξιον, ἀλλ’ ἡ τὴν παράκλησιν, καί τοσαύτης φιλανθρωπίας ἀπήλαυσας. Οὐκ ἔχει καὶ σὲ αὐθεντικὴν εὐσπλαγχνίαν μιμήσασθαι; μᾶλλον δὲ ποία ἰσότης οὕτω παραλλαγμένου καί προσώπου, καί πράγματος; ὁ μὲν γὰρ δεσπότης, ὁ δὲ σοὶ τόν αὐτόν τῆς δουλείας ἕλκων ζυγόν· καὶ σὺ μὲν μυρίων ταλάντων ὑπόχρεως, τῷ δὲ ἡ ὀφειλὴ δεκαδικὴ δηναρίων δεκάς. Ἐπεί οὖν τοιοῦτος περὶ τόν ὁμόδουλον γέγονας, ἔσο καὶ τοῖς σοῖς νόμοις ὑπόδικος.

      Καὶ παραδίδωσιν αὐτόν τοῖς βασανισταῖς, ἕως ἂν ἀποδῷ πᾶν τό ὀφειλόμενον. Βασαβισταί δ’ οἱ ἐπί τό κολάζειν τεταγμένοι ἀσυμπαθεῖς ἄγγελοι· τό μέντοι, «ἕως ἀποδῷ πᾶν τό ὀφειλόμενον,» οὐ χρονικὴν σημασίαν δηλοῖ κατὰ τὴν μυθώδη Ὠριγένους ἀποκατάστασιν, ἀλλά τό ἀόριστον καὶ ἀτελεύτητον τῆς κολάσεως. Ἐπειδὴ γὰρ ἀμήχανον πᾶν τό ὀφειλόμενον ἀποτίσαι τόν κολαζόμενον, ἀνάγκη τοῦτον ἀϊδίως κολάζεσθαι. Φοβηθῶμεν, ἀγαπητοί,  τό ὑπόδειγμα· γενώμεθα τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσιν ὁμοδούλοις φιλάνθρωποι, ἵν' οὕτως εἰς ἑαυτοὺς ἐπισπα-σώμεθα τοῦ δεσπότου τόν ἔλεον. Ἀληθῶς γὰρ δηνάρια εἰσιν εὐτελῆ τε καί μέτρια, τὰ τῶν ἀδελφῶν εἰς ἡμᾶς ἁμαρτήματα, πρὸς μυριάδας ταλάντων ἅς ἡμεῖς εἰς Θεός ἁμαρτάνομεν, συγκρινόμενα. Ζημία πάντως ἐστὶν ἡ ὕβρις, ἡ γενομένη παρὰ τινός, καὶ εἰς σωματικόν θάνατον ἴσως ἐπιβουλή, καὶ ὅσα δοκεῖ τὴν αἴσθησιν ἀνιᾷν· οὐ γὰρ εἰς ψυχὴν παραβλάπτειν ἄνθρωπος ἄνθρωπον δύναται· εἴτά σοι αὐτίκα περιζέει τό περικάρδιον αἷμα, καί πρός ὄρεξιν διεγείρει ἀντιλυπήσεως, καί οὐ βλέπεις πρός ἑαυτόν, οἷος σὺ πρός τόν Δεσπότην γέγονας τόν πλὰσαντα, καί παραγαγόντα διὰ γενέσεως, καί δόντα οὐρανόν, καί ἀστέρας, καί ἥλιον, κα ίσελήνην, καί γῆν εἰς ἀπόλαυσιν, καί τῶν τῆς γῆς πάντων βασιλέα ποιήσαντα. Οὐχ ὑπό μάρτυρι Θεῷ πανταχοῦ παρόντι, καὶ πάντα ἐφορῶντι πράττεις, καί λέγεις, καὶ λογίζη τὰ μὴ προσήκοντα; μετὰ ποίου συνειδὸτος τοῦτον αἰτήσεις συγχώρησιν, ἢ τόν ὑπόχρεων ἄγχων, ἢ τόν οἰκέτην μαστίζων ὀλιγωρήσαντα, ἢ ἀμυνόμενος τόν ὑβρίσαντα, ἢ λυπήσαντα;  « ᾯ γὰρ μέτρῳ μετρήσομεν, ἀντιμετρηθήσεται ἡμὶν,» κατὰ τὴν ἀψευδή τοῦ Κυρίου φωνήν. Ὡς ἄν οὖν πεπαῤῥησιασμὲνῳ συνειδότι δυνηθείημεν παρὰ Θεοῦ αἰτεῖσθαι τόν ἔλεον, συμπαθεῖς τοῖς ὁμογενέσι γενώμεθα. Οὕτω γὰρ καὶ τῶν πρός Θεόν ἡμαρτημένων τὴν συγχώρησιν λάβοιμεν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν κληρονόμοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

20181205 165004

Ιερά Μητρόπολη

Καισαριανής Βύρωνος & Υμηττού

Φορμίωνος 83

16121, Καισαριανή

Τηλ. : 210 7224123 - 210 7237133

Fax : 210 7223584

email :info@imkby.gr

ΤΟΠΟΘΕΣΙΑ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

images